← 辛普里丘

亚里士多德《论天》注释

§297.18-299.4

反驳亚历山大关于宇宙在时间中有开端生成的论点

辛普利丘结束了对亚历山大论证柏拉图认为宇宙是从时间的开端生成的这一引述,并通过援引《蒂迈欧篇》中的一段话予以反驳,指出宇宙由于是可感的,因而兼具“已经生成”与“正在生成”两重说法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.102#2

λέγει γοῦν “ἡμᾶς δὲ τοὺς περὶ παντὸς λόγους ποιεῖσθαι μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστι”, καὶ ὀλίγον προελθὼν ἐπιδιορίζων τὸ αὐτὸ πρόβλημα “πότερον ἦν γενέσεως ἀρχὴν οὐδεμίαν ἔχων ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος”· προθέμενος δὲ περὶ τούτου ζητεῖν ἐφεξῆς δείκνυσιν, ὅτι γέγονε, δηλονότι ἀπ’ ἀρχῆς τινος ἀρξάμενος· τοῦτο γὰρ ἦν τὸ προκείμενον· ἥτις οὐκ ἄλλη τις ἂν ἢ ἡ κατὰ χρόνον εἴη·1 καὶ γάρ, εἰ τὸ γινόμενον ἔτι οὔπω γέγονε, τὸ γεγονὸς δῆλον ὡς οὐκέτι γίνεται· γεγονέναι δὲ τὸν κόσμον λέγει· οὐκ ἄρα γινόμενός ἐστι κατ’ αὐτόν. καὶ γὰρ εἰ οὕτως ἔλεγε γενητὸν τὸν κόσμον ὡς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, ἔδει αὐτὸν δέχεσθαι καὶ τὸ φθαρτὸν αὐτὸν εἶναι· τῷ γὰρ οὕτως γινομένῳ συγκεκλήρωται τὸ ὡς γίνεται καὶ φθείρεσθαι· ὁ δὲ λέγων αὐτὸν γενητὸν οὐκέτι συγχωρεῖ τὸ καὶ φθαρτὸν αὐτὸν εἶναι. εἰ γὰρ οὕτως λέγοιεν ὡς μὴ ἐν τῷ φθείρεσθαι τὸ εἶναι ἔχοντα, οὐδ’ ἂν γίνεσθαι αὐτὸν ἐκείνως ἔτι λέγοι· συνέζευκται γὰρ ἡ τοιαύτη γένεσις τῇ τοιαύτῃ φθορᾷ· εἰ δὲ ἄφθαρτον αὐτὸν κατὰ χρόνον λέγοι, δῆλον, ὅτι καὶ τῷ γενητῷ ἂν εἴη τῷ κατὰ χρόνον χρώμενος· τῷ γὰρ οὕτως ἀφθάρτῳ τὸ οὕτως γενητὸν ἀντίκειται. ἔτι τὸ ἕπεσθαι δοκοῦν τῷ γενητῷ φθαρτὸν ἀναιρεῖν βουλόμενος ἄφθαρτον αὐτὸν λέγει· εἰ δὴ κατὰ χρόνον ἄφθαρτον αὐτὸν λέγει, τοῦτο ἂν ἑπόμενον λαμβάνοι τῷ γενητῷ· ἀλλὰ μὴν τοῦτο οὐ τῷ ἐν γενέσει τὸ εἶναι ἔχοντι γενητῷ ἕπεται, ἀλλὰ τῷ ἀπ’ ἀρχῆς χρόνου γεγονότι· οὕτως ἄρα γενητὸς ὁ κόσμος κατ’ αὐτόν. ἀλλὰ καὶ τὸ αἰτίαν τινὰ ζητεῖν αὐτοῦ τῆς ἀφθαρσίας, ὃ ποιεῖ Πλάτων, ὁμολογοῦντός ἐστι τὸ ἀπ’ ἀρχῆς αὐτὸν χρόνου λέγειν γεγονέναι·2 εἰ γὰρ ἦν ἀγένητος, ἐν αὑτῷ τὴν αἰτίαν καὶ τὴν ἀρχὴν εἶχε τῆς ἀφθαρσίας, εἴ γε ὁμολογεῖται ὑπ’ αὐτοῦ τὸ ἀγένητον τῇ αὑτοῦ φύσει ἄφθαρτον εἶναι· ὁ δὲ οὐκ ὄντος ἀφθάρτου τῇ αὑτοῦ φύσει τοῦ κόσμου τῇ τοῦ θεοῦ βουλήσει τὴν ἀφθαρσίαν ἀνατίθησιν αὐτοῦ. ἀλλὰ καὶ τὸ κατηγορεῖν τοῦ κόσμου τὸ ‘ἔστι’ σημεῖον τοῦ μὴ οὕτως αὐτὸν λέγειν γεγονέναι ὡς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν· εἰ γὰρ πρὸ μὲν τοῦ γεγονέναι οὐκ ἦν, γενόμενος δὲ ἔστι, τὸ γεγονέναι αὐτοῦ οὐχ ὡς ἐν γενέσει τὸ εἶναι ἔχοντος κατηγορεῖται.” Ταῦτα πάντα τοῦ Ἀλεξάνδρου παρεθέμην εἰς ἐπίκρισιν τοῖς ἐντευξομένοις τούτων τε καὶ τῶν ῥηθησομένων. ἐπειδὴ οὖν τὰ πλεῖστα τῶν εἰρημένων εἰς τοῦτο τείνει τὸ μὴ οὕτως γενητὸν εἰρῆσθαι τὸν κόσμον ὑπὸ τοῦ Πλάτωνος ὡς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, ἀλλ’ ὡς ἀπ’ ἀρχῆς χρόνου γενόμενον, ἀρκεῖ καὶ μίαν, οἶμαι, τοῦ Πλάτωνος παραθέσθαι ῥῆσιν, ἧς καὶ ὁ Ἀλέξανδρος μέρη παρέθετο. ἐρωτήσας γὰρ “πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος” ἀπεκρίνατο “γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων, πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δὲ αἰσθητὰ δόξῃ περιληπτὰ μετ’ αἰσθήσεως γινόμενα καὶ γενητὰ ἐφάνη.” ὁρᾷς, ὅτι τὸ αὐτὸ καὶ γεγονέναι εἶπε καὶ γινόμενον εἶναι, διότι αἰσθητόν ἐστι· καὶ γὰρ καὶ τὰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα καὶ τὸ γεγονέναι συνυπάρχον ἔχει,3 ὥσπερ ἡ οὐρανία κίνησις καὶ συνεχὴς οὖσα καὶ ἀεὶ ἐν τέλει, διότι ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀεὶ τῆς ἀποκαταστάσεως οὔσης πᾶν τὸ λαμβανόμενον τῆς περιφορᾶς μέρος καὶ ἀρχὴ καὶ τέλος ἐστί· καὶ δῆλον, ὅτι, καθ’ ὃ μὲν ἐν τέλει ἀεί ἐστιν, ἀεὶ γέγονε, καθ’ ὃ δὲ ἐν ἀρχῇ καὶ προκοπῇ, ἀεὶ γίνεται, ὥστε οὐ τῷ γενομένῳ μόνον, ἀλλὰ καὶ τῷ γίνεσθαι ἐπὶ τοῦ κόσμου ἐχρήσατο.

无论如何,他说:“而我们这些将要发表关于全宇宙的论述的人,[必须探究]它是已经生成还是未生成的”,并且稍往前推进而在重新限定同一论题时说道:“它是完全没有生成的开端[而始终存在],还是从某个开端开始而已经生成的”;在提出探究此事之后,他紧接着表明它是已经生成的,显然是从某个开端开始的;因为这正是摆在面前的论题;而这一开端不会是别的,只能是依时间的开端。因为,如果正在生成之物尚未生成完毕,那么显然已经生成之物便不再正在生成;但他却说宇宙是已经生成的;因此依照他,宇宙并不是正在生成的。再者,如果他把宇宙称为生成的,是依照在正在生成中具有存在这种方式,那么他也理应承认它是可毁灭的;因为对于以这种方式生成之物而言,正如它生成一样毁灭也是注定的;但他既然说它是生成的,便不再承认它也是可毁灭的。因为如果他们这样说,即它并不在毁灭之中具有存在,那么他也不会再说它是以那种方式正在生成的;因为这样的生成是与这样的毁灭相连结的。而如果他在时间的意义上说它是不可毁灭的,显然他也必定是在时间的意义上使用“生成的”;因为与以这种方式不可毁灭的相对立的,是以这种方式生成的。此外,他企图取消那看似跟随“生成的”而来的“可毁灭的”,因而称它是不可毁灭的;那么,如果他在时间的意义上称它是不可毁灭的,他就会把这看作是跟随“生成的”而来的;但这并不跟随那在生成之中具有存在的生成之物,而是跟随那从时间的开端已经生成之物;因此依照他,宇宙是以这种方式生成的。不仅如此,去为它的不可毁灭性寻找某种原因(正如柏拉图所做的那样),也是属于承认自己是在说宇宙从时间的开端已经生成的人的做法;因为如果它是未生成的,如果他确实承认未生成之物依其自身本性是不可毁灭的,那么它在其自身中就具有不可毁灭性的原因和开端;但他既然见宇宙依其自身本性并不是不可毁灭的,便把它的不可毁灭性归于神的意志。而且,把‘存在’述谓于宇宙,也证明他并不是在正在生成中具有存在这种意义上说它是已经生成的;因为如果在生成完毕之前它不存在,而生成完毕之后它存在,那么‘生成完毕’就不是作为对在生成之中具有存在之物而述谓于它的。”以上亚历山大所说的这一切,我都列举在此,供阅读这些言论以及后续言论的人做出评判。既然所说的大部分内容都归结到这一点,即宇宙并不是被柏拉图在正在生成中具有存在这一意义上称为生成的,而是作为从时间的开端已经生成的,那么我认为,哪怕只列举柏拉图的一段话——亚历山大也列举了其中的部分——就足够了。因为他在提问“它是完全没有生成的开端而始终存在,还是从某个开端开始而已经生成”之后,回答道:“它是已经生成的;因为它是可见的、可触的并具有物体的,而所有这类事物都是可感的,可感之物借助于感觉被意见所把握,显现为正在生成的且生成的。”你看,正因为它是可感的,他称同一事物既是“已经生成”又是“正在生成”;因为在正在生成之中具有存在的事物,也把“已经生成”作为共同持存之物而具有,正如天体的运动既是连续的又始终处于终点之中,因为复原始终是从同一个到同一个,旋转中取出的任何部分既是开端也是终点;并且显然,就它始终处于终点而言,它始终是已经生成的,而就它处于开端和推进之中而言,它始终是正在生成的,因此关于宇宙,他不仅使用了“已经生成”,而且也使用了“正在生成”。

语法注3 条
  1. 1.102ἥτις οὐκ ἄλλη τις ἂν ἢ ἡ κατὰ χρόνον εἴη

    关系代词 ἥτις 的先行词是前文 ἀπ’ ἀρχῆς τινος 中的阴性名词 ἀρχή,配合表示潜在可能的 ἄν 与希求法 εἴη,表达“而这一开端不会是别的,只能是依时间的[开端]”。

  2. 1.102ὁμολογοῦντός ἐστι τὸ ἀπ’ ἀρχῆς αὐτὸν χρόνου λέγειν γεγονέναι

    属格分词 ὁμολογοῦντος 用作表特征的述谓性属格(所有格属格的引申用法),与作宾语的带冠词不定词短语 τὸ ... λέγειν γεγονέναι 配合,意为“属于承认自己是在说……的人(是承认者的特征)”。

  3. 1.102τὰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα καὶ τὸ γεγονέναι συνυπάρχον ἔχει

    主语是带冠词分词短语 τὰ ... ἔχοντα,主动词为 ἔχει。宾语是实质化的完成时不定词 τὸ γεγονέναι,中性分词 συνυπάρχον 用作述谓性补足语,整体结构为“在正在生成之中具有存在的事物,也把‘已经生成’作为共同持存之物而具有”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:297.18-299.4