← 辛普里丘

亚里士多德《论天》注释

§296.1-297.18

论宇宙生成不灭说批判的对象与柏拉图的本意

在探讨亚里士多德反驳宇宙“生成却不灭”这一观点时,辛普里丘辩护称亚里士多德所批判的是字面理解者而非柏拉图的本意,并批判性地引述了将这一错误观点直接归咎于柏拉图本人的阿佛洛狄西亚的亚历山大。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.102#1

" Τὸ μὲν οὖν γενέσθαι μέν, ἀίδιον δὲ ὅμως εἶναι ἕως τοῦ ἅπαντα γὰρ τὰ γινόμενα καὶ φθειρόμενα φαίνεται." Ἱστορήσας τὰς περὶ τῆς γενέσεως καὶ φθορᾶς τοῦ παντὸς δόξας καὶ βουλόμενος αὐτῶν ποιήσασθαι τὴν ἐπίκρισιν πρὸς πρώτους ἀποτείνεται τοὺς γενητὸν μὲν ἄφθαρτον δὲ τιθέντας, ὧν ἦσαν οἵ τε θεολόγοι καὶ ὁ Πλάτων, ὥς φησιν Ἀλέξανδρος. ἰστέον δέ, ὅτι ὁ μὲν Ἀριστοτέλης κατὰ παλαιὰν συνήθειαν πρὸς τὸ φαινόμενον ἐνίσταται πολλάκις, ὅταν τοῦτο προχειρότερον ἐκληφθὲν μὴ συμφωνῇ τῇ ἀληθείᾳ· ποιεῖ δὲ τοῦτο βοηθῶν τοῖς ἐπιπολαιότερον τῶν παλαιῶν λόγων ἀκροωμένοις, ἐπεί, ὅτι καὶ οἱ θεολόγοι μυθικῶς τὴν τοῦ κόσμου γένεσιν ἔλεγον ὡς καὶ τὴν αὐτῶν τῶν θεῶν τὴν κατ’ οὐσίαν τάξιν διὰ τοῦ προτέρου καὶ τοῦ ὑστέρου τῆς γενέσεως ἐνδεικνύμενοι, καὶ ὅτι ὁ Πλάτων γενητὸν αὐτὸν ὡς αἰσθητὸν λέγει καὶ σωματικὸν, διότι τὸ τοιοῦτον ἑαυτὸ παράγειν εἰς τὸ εἶναι μὴ δυνάμενον παρ’ ἄλλου τὴν ὑπόστασιν ἔχει τοῦ ποιοῦντος αὐτό, καὶ μέντοι ὅτι διὰ τὴν σωματικὴν οὐσίαν μὴ δυνάμενον ἅμα καὶ ὁμοῦ ὅλον εἶναι ἀντὶ τοῦ ὂν εἶναι γινόμενον ὑπέστη, ταῦτα μὲν οὖν Ἀριστοτέλης οἶδε.1 τοιγαροῦν τὸν τοῦ Πλάτωνος Τίμαιον ἐπιτεμνόμενος γράφει· “φησὶ δὲ γενητὸν εἶναι· αἰσθητὸν γάρ, τὸ δὲ αἰσθητὸν γενητὸν ὑποτίθεται, τὸ δὲ νοητὸν ἀγένητον”. οὐχ οὕτως οὖν γενητὸν ὡς ἀπὸ χρόνου τινὸς γενόμενον· τῶν γὰρ οὕτως γενητῶν προϋπάρχειν ἀνάγκη χρόνον, εἴπερ ἔν τινι χρόνῳ τὴν ὑπόστασιν ἔλαβεν, ὡς πρὸ ἑξακισχιλίων φέρε εἰπεῖν τοῦ νῦν ἢ ὁσωνοῦν ἐτῶν· ὁ δὲ Πλάτων σαφῶς ἀπεφήνατο, ὅτι χρόνος μετ’ οὐρανοῦ γέγονεν. εἰ οὖν παντὸς τοῦ λαμβανομένου χρόνου κατὰ τὸ ἐνεστὼς ὑφεστῶτος προυπάρχει πάντως ὁ παρεληλυθὼς χρόνος, ὥσπερ ἕπεται πάντως ὁ μέλλων, οὔτε ἀρχὴν ὁ χρόνος οὔτε πέρας ἔχει, ὥστε οὐδὲ ὁ κόσμος κατὰ τὸν εἰπόντα ‘χρόνος μετ’ οὐρανοῦ γέγονεν’. ὥστε οὔτε πρὸς τοὺς θεολόγους οὔτε πρὸς Πλάτωνα τείνουσιν αἱ τοῦ Ἀριστοτέλους ἐνστάσεις, ἀλλὰ πρὸς τοὺς οὕτως ἐκδεχομένους τὰ τῶν παλαιῶν, ὡς γενητὸν μὲν ἀπὸ χρόνου τινὸς νομίζειν τὸν κόσμον, ἄφθαρτον δέ· τοῦτο γὰρ ὄντως ἄτοπον καὶ καλῶς ὑπὸ τοῦ Ἀριστοτέλους διελεγχόμενον. Ὁ δὲ Ἀφροδισιεὺς Ἀλέξανδρος οὐχ οὕτως τὰ Πλάτωνος νοήσας, ὡς Ἀριστοτέλης ἐνόησεν, οὐδὲ παρακολουθήσας τῇ περὶ τὰς ἐννοίας αὐτῶν συμφωνίᾳ, ἀλλ’ ἐξ ἀρχῆς, ὡς ἔοικε, πρὸς τὰ τοῦ Πλάτωνος ὑπόπτως διατεθείς, ὥσπερ ὀλίγον πρὸ ἡμῶν τινες πρὸς τὰ Ἀριστοτέλους, οὐκ ἀξιοῖ τὴν δόξαν αὐτὴν εὐθύνειν, ὥσπερ Ἀριστοτέλης οὐδὲ μνημονεύων ὅλως τοῦ Πλάτωνος ὀνόματος πλὴν ὀλιγάκις, ἀλλ’ αὐτὸν εἰς τὰς εὐθύνας ἕλκει τὸν Πλάτωνα. ἀναγκαῖον οὖν καὶ τῷ Ἀριστοτέλει πάντως ἀρέσκον καὶ τοῖς διὰ τῶν ὑπομνημάτων αὐτοῦ τὰ Ἀριστοτέλους νοεῖν τε καὶ ἐξηγεῖσθαι προαιρουμένοις λυσιτελοῦν τὸ τὰ παρ’ αὐτοῦ λεγόμενα ἐπισκέψασθαι.2 “ὅτι γάρ, φησί, καὶ Πλάτων τῆσδε τῆς δόξης ἦν3 καὶ οὐχ, ὡς τινές φασι τῶν Πλατωνικῶν, ἀγένητον ὄντα τὸν κόσμον κατ’ αὐτὸν γενητὸν λέγεσθαι τῷ ἐν γενέσει τὸ εἶναι ἔχειν, ἐξ αὐτῶν τῶν ὑπὸ Πλάτωνος ἐν τῷ Τιμαίῳ λεγομένων γνωρίσαι τις ἄν· τὸ μὲν γὰρ οὕτω γενητόν, ὡς οὗτοι βούλονται τὸν κόσμον ὑπ’ αὐτοῦ λέγεσθαι, γινόμενόν ἐστι καὶ ἀπολλύμενον, γεγονὸς δὲ οὐδέποτε. διαιρούμενος γοῦν τὰ ὄντα φησὶ “τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε”· ἐπὶ δὲ τοῦ κόσμου οὐ τῷ γίνεσθαι χρῆται, ἀλλὰ τῷ γεγονέναι· καὶ γὰρ τὴν ἀρχὴν προτίθεται ζητῆσαι, οὐκ εἰ γιγνόμενος, ἀλλ’ εἰ γεγονὼς ἢ ἀγένητος.

“生成了却仍然永恒”直至“因为所有生成的事物也显见是会毁灭的。” 在叙述了关于整体的生成与毁灭的各种意见,并期望对它们做出评判之后,他首先针对那些设定它生成却不灭的人,亚历山大说,神话学家们和柏拉图便在其中。然而应当知晓的是,亚里士多德按照古代的习惯,每当表面现象被草率理解而与真理不符时,常常反对表面现象;而他这样做是为了帮助那些对古代言论听得过于浮泛的人,因为亚里士多德深知,神话学家们以神话方式谈论宇宙的生成,也是通过生成中的在先与在后指明诸神自身依照本质的秩序,而柏拉图将它称为生成的,乃是作为可感的和物体的,因为这样一种事物无法将自身引向存在,而是从制作它的另一者那里获得存立,而且由于物体的实体无法同时且一道完整存在,它作为生成之物而存立,而非作为存在之物。因此他在摘录柏拉图的《蒂迈欧篇》时写道:“并且他说它是生成的;因为它是可感的,而可感之物被设定为生成的,理知之物被设定为未生成的。”因此,并非是在从某个时间开始生成这一意义上的生成;因为对于这样生成的事物,时间必须预先存在,如果它确实是在某个时间获得了存立,比如在距今六千年或无论多少年之前;但柏拉图明确宣称,时间是与天一同生成的。那么,如果依照现在存立的每一个被认取的时间之前,过去的时间全然预先存在,正如未来的时间全然跟随其后,时间既没有开端也没有终结,因而依照说“时间是与天一同生成的”那个人,宇宙也是如此。因此亚里士多德的反对意见既不是针对神话学家,也不是针对柏拉图,而是针对那些这样理解古人论述的人,以至于认为宇宙是从某个时间开始生成却不灭的;因为这确实是荒谬的,并被亚里士多德恰当地批驳了。然而阿佛洛狄西亚的亚历山大并未像亚里士多德理解柏拉图那样去理解柏拉图,也未把握他们在观念上的契合,而是似乎从一开始就对柏拉图的言论怀有戒心——正如在我们之前不久的某些人对亚里士多德那样——他不肯像亚里士多德那样去查考该意见本身(亚里士多德除了少数几次外完全不提及柏拉图的名字),而是把柏拉图本人拉来进行审查。因此,审视由他(亚历山大)所说的事情是必要的,对于亚里士多德而言全然合意,并且对于那些决意通过他的注疏来理解和阐释亚里士多德思想的人来说也是有益的。“因为,”他说,“柏拉图也持这种意见,而不是像某些柏拉图主义者所说的那样,依照他的看法,宇宙本是未生成的,却因在生成之中具有存在而被称作生成的,任何人都可以从柏拉图在《蒂迈欧篇》中所说的话本身中认识到这一点;因为按照这些人所期望宇宙被他称作的那种方式生成的,乃是在生成并且在灭亡,却从未生成完毕。无论如何,他在划分存在者时说道:‘那始终存在、不具生成的是什么?那在生成之中、却永不存在的又是什么?’但在宇宙的情形中,他所使用的不是‘在生成’,而是‘已经生成’;因为他从一开始就提出要探究的,不是它是否在生成,而是它是已经生成还是未生成。”

语法注3 条
  1. 1.102ἐπεί, ὅτι καὶ οἱ θεολόγοι μυθικῶς τὴν τοῦ κόσμου γένεσιν ἔλεγον ... ταῦτα μὲν οὖν Ἀριστοτέλης οἶδε.

    由连词 ἐπεί 引导的原因状语中包含了三个并列的 ὅτι 宾语从句(即 ὅτι καὶ οἱ θεολόγοι...,καὶ ὅτι ὁ Πλάτων...,以及 καὶ μέντοι ὅτι...),并在末尾由指示代词 ταῦτα 总结作为主句动词 οἶδε 的直接宾语(ταῦτα μὲν οὖν Ἀριστοτέλης οἶδε)。

  2. 1.102τὸ τὰ παρ’ αὐτοῦ λεγόμενα ἐπισκέψασθαι

    带冠词的不定式短语 τὸ ... ἐπισκέψασθαι 充当该句的真正主语,受句首的表语形容词及分词(ἀναγκαῖον, ἀρέσκον, λυσιτελοῦν)支配。这是一种倒装结构,述语置前而主语后置。

  3. 1.102ὅτι γάρ, φησί, καὶ Πλάτων τῆσδε τῆς δόξης ἦν

    引自亚历山大原话的开头。由 ὅτι 引导的从句(ὅτι ... ἦν καὶ οὐχ ... λέγεσθαι)在句法上是后文主要动词潜能希求法 γνωρίσαι τις ἄν(“任何人都能认识到”)的宾语。插入的 φησί 标示了亚历山大直接引述的开始。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:296.1-297.18