- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:294.23-295.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘引述了亚历山大将德谟克利特派定为宇宙可灭论者的看法,但批评指出鉴于原子是不变的,原子论的生成与毁灭也应归结为质变;随后他根据亚里士多德的佚作概述了德谟克利特的原子学说,并强调古人中没有任何人像当今之人那样主张宇宙彻底毁灭且不再复返。
” καὶ ταῦτα δὲ προστίθησιν ὁ Ἀλέξανδρος, ὅτι οἱ λέγοντες ποτὲ μὲν οὕτως τὸ πᾶν, ποτὲ δὲ ἄλλως ἔχειν, ἀλλοίωσιν μᾶλλον τοῦ παντὸς ἀλλ’ οὐ γένεσιν καὶ φθορὰν λέγουσιν. “οἱ δὲ γενητόν, φησί, καὶ φθαρτὸν λέγοντες τὸν κόσμον ὡς ὁτιοῦν ἄλλο τῶν συνισταμένων εἶεν ἂν οἱ περὶ Δημόκριτον.1 ὡς γὰρ ἕκαστον τῶν ἄλλων γίνεται καὶ φθείρεται κατ’ αὐτούς, οὕτως καὶ τῶν κόσμων τῶν ἀπείρων ἕκαστος· ὡς γὰρ ἐπὶ τῶν ἄλλων τὸ γινόμενον οὐ ταὐτὸν τῷ φθαρέντι, εἰ μὴ ἄρα κατ’ εἶδος, οὕτως καὶ ἐπὶ τῶν κόσμων λέγουσιν.” εἰ δὲ αἱ ἄτομοι αἱ αὐταὶ μένουσιν ἀπαθεῖς οὖσαι, δῆλον, ὅτι καὶ οὗτοι ἀλλοίωσιν ἂν λέγοιεν τῶν κόσμων ἀλλ’ οὐ φθοράν, ὥσπερ Ἐμπεδοκλῆς δοκεῖ λέγειν καὶ Ἡράκλειτος. ὀλίγα δὲ ἐκ τῶν Ἀριστοτέλους περὶ Δημοκρίτου παραγραφέντα δηλώσει τὴν τῶν ἀνδρῶν ἐκείνων διάνοιαν. Δημόκριτος ἡγεῖται τὴν τῶν ἀιδίων φύσιν εἶναι μικρὰς οὐσίας πλῆθος ἀπείρους, ταύταις δὲ τόπον ἄλλον ὑποτίθησιν ἄπειρον τῷ μεγέθει· προσαγορεύει δὲ τὸν μὲν τόπον τοῖσδε τοῖς ὀνόμασι τῷ τε κενῷ καὶ τῷ οὐδενὶ καὶ τῷ ἀπείρῳ, τῶν δὲ οὐσιῶν ἑκάστην τῷ τε δὲν καὶ τῷ ναστῷ καὶ τῷ ὄντι. νομίζει δὲ εἶναι οὕτω μικρὰς τὰς οὐσίας ὥστε ἐκφυγεῖν τὰς ἡμετέρας αἰσθήσεις, ὑπάρχειν δὲ αὐτοῖς παντοίας μορφὰς καὶ σχήματα παντοῖα καὶ κατὰ μέγεθος διαφοράς· ἐκ τούτων οὖν ἤδει καθάπερ ἐκ στοιχείων γεννᾶν καὶ συγκρίνειν2 τοὺς ὀφθαλμοφανεῖς καὶ τοὺς αἰσθητοὺς ὄγκους· στασιάζειν δὲ καὶ φέρεσθαι ἐν τῷ κενῷ διά τε τὴν ἀνομοιότητα καὶ τὰς ἄλλας τὰς εἰρημένας διαφοράς, φερομένας δὲ ἐμπίπτειν καὶ περιπλέκεσθαι περιπλοκὴν τοσαύτην, ἣ συμφαύειν μὲν αὐτὰ καὶ πλησίον ἀλλήλων εἶναι ποιεῖ, φύσιν μέντοι μίαν ἐξ ἐκείνων κατ’ ἀλήθειαν οὐδ’ ἡντιναοῦν γεννᾷ· κομιδῇ γὰρ εὔηθες εἶναι τὸ δύο ἢ τὰ πλείονα γενέσθαι ἄν ποτε ἕν.3 τοῦ δὲ συμμένειν τὰς οὐσίας μετ’ ἀλλήλων μέχρι τινὸς αἰτιᾶται τὰς ἐπαλλαγὰς καὶ τὰς ἀντιλήψεις τῶν σωμάτων· τὰ μὲν γὰρ αὐτῶν εἶναι σκαληνά, τὰ δὲ ἀγκιστρώδη, τὰ δὲ κοῖλα, τὰ δὲ κυρτά, τὰ δὲ ἄλλας ἀναρίθμους ἔχοντα διαφοράς· ἐπὶ τοσοῦτον οὖν χρόνον σφῶν αὐτῶν ἀντέχεσθαι νομίζει καὶ συμμένειν, ἕως ἰσχυροτέρα τις ἐκ τοῦ περιέχοντος ἀνάγκη παραγενομένη διασείσῃ καὶ χωρὶς αὐτὰς διασπείρῃ. λέγει δὲ τὴν γένεσιν καὶ τὴν ἐναντίαν αὐτῇ διάκρισιν οὐ μόνον περὶ ζῴων, ἀλλὰ καὶ περὶ φυτῶν καὶ περὶ κόσμων καὶ συλλήβδην περὶ τῶν αἰσθητῶν σωμάτων ἁπάντων. εἰ τοίνυν ἡ μὲν γένεσις σύγκρισις τῶν ἀτόμων ἐστίν, ἡ δὲ φθορὰ διάκρισις, καὶ κατὰ Δημόκριτον ἀλλοίωσις ἂν εἴη ἡ γένεσις. καὶ γὰρ καὶ Ἐμπεδοκλῆς τὸ γινόμενον οὐ ταὐτὸν τῷ φθαρέντι φησίν, εἰ μὴ ἄρα κατ’ εἶδος, καὶ ὅμως τοῦτον ἀλλοίωσιν ἀλλ’ οὐ γένεσιν ὑποτίθεσθαί φησιν Ἀλέξανδρος. ἐφιστάνειν δὲ ἐν τούτοις ἀξιῶ, ὅτι οὐδεὶς τῶν παλαιῶν ἱστορεῖται φθορὰν τοῦ κόσμου τοιαύτην λέγων, οἵαν οἱ νῦν λέγουσιν, ὡς φθαρέντα μὴ πάλιν ἀνακάμπτειν.4
亚历山大还补充了这一点:那些主张整体时而处于这种状态,时而处于另一种状态的人,所谈论的毋宁是整体的质变,而非生成与毁灭。“而那些主张宇宙如同由复合而成的任何其他事物一样是生成且可灭的人,”他说,“当是德谟克利特派。因为正如照他们看来其他事物中的每一者生成且毁灭一样,无数个宇宙中的每一者也是如此;因为正如在其他事物的情形中,生成之物与毁灭之物并非同一——除非只是在形式上同一——他们在宇宙的情形中也是这样说的。”然而,如果原子作为不可受动之物保持为同一,那么显而易见,他们所说的也当是宇宙的质变而非毁灭,正如恩培多克勒和赫拉克利特似乎所主张的那样。从亚里士多德论德谟克利特的著作中摘抄的寥寥数语,将表明那些人的思想。德谟克利特认为永恒之物的本性是在数量上无限的微小实体,并为它们设定了另一个在量度上无限的场所;他用如下名称称呼这一场所:“虚空”、“无”和“无限”,而将各个实体称为“有”、“坚实者”和“存在者”。他认为这些实体极为微小以致避开了我们的感官,并且各种形态、各种形状以及在量度上的差异属于它们;于是他懂得从这些东西中,如同从元素中一样,去生成和聚合那些肉眼可见的感性团块。由于不相似性以及上述的其他差异,原子在虚空中相互冲突并运动,在运动中相互碰撞并交织为如此紧密的缠结,这一缠结使它们彼此接触且相互邻近,但真正说来绝未从中产生出任何单一的本性;因为两个或更多的事物有朝一日能成为一,乃是全然愚蠢的。至于这些实体何以在一段时期内彼此保持在一起,他归因于物体之间的交错与咬合;因为它们有的呈不等边形,有的带钩,有的凹陷,有的凸起,还有的具有无数其他差异。因此他认为,它们相互把持并保持在一起如此长久的时间,直到来自包围之物的某种更强烈的必然性降临,将它们震散并分别驱散。他不仅关于动物,而且关于植物、宇宙,简言之关于所有可感物体,都谈到了生成及其对立面分离。因此,如果生成是原子的聚合,而毁灭是原子的分离,那么依照德谟克利特的观点,生成也当是一种质变。因为恩培多克勒也声称生成之物与毁灭之物并非同一——除非只是在形式上同一——然而亚历山大却说他设定的是质变而非生成。在这些论点中我认为值得提请注意的是:古人之中没有任何人被记载曾主张过如今这些人所说的那种宇宙毁灭,即毁灭之后便不再复返。
- 1.101εἶεν ἂν οἱ περὶ Δημόκριτον
带 ἄν 的愿望式 εἶεν ἂν 为潜能愿望式,表示审慎的推论或断言(“当是……”)。其主语为前文的名词化分词短语 οἱ δὲ γενητὸν ... καὶ φθαρτὸν λέγοντες。
- 1.101ἐκ τούτων οὖν ἤδει καθάπερ ἐκ στοιχείων γεννᾶν καὶ συγκρίνειν
动词 ἤδει 为 οἶδα(知悉)的直陈式过去完成时(相当于未完成过去时)第三人称单数,统辖不定式 γεννᾶν 和 συγκρίνειν,构成“懂得如何生成和复合”之意,在间接引语中叙述德谟克利特的理论建构方式。
- 1.101τὸ δύο ἢ τὰ πλείονα γενέσθαι ἄν ποτε ἕν
在带冠词的不定式结构 τὸ ... γενέσθαι ἄν ποτε ἕν 中,小辞 ἄν 赋予不定式以潜能含义(“两个或更多事物能成为一”),作为间接引语中表语形容词 εὔηθες 的主语。
- 1.101ὡς φθαρέντα μὴ πάλιν ἀνακάμπτειν
连词 ὡς 与不定式 ἀνακάμπτειν 连用,表示结果或对前述 τοιαύτην ... οἵαν 句的同位语式解释(“即毁灭之后不再复返”)。分词 φθαρέντα 为阳性单数宾格,与不定式的逻辑主语一致,表示时间上先于不定式的动作。
