← 辛普里丘

亚里士多德《论天》注释

§293.9-294.23

关于宇宙生成与可灭性的先哲观点分类

针对亚里士多德对先哲关于宇宙生成诸观点的分类(279b12),辛普里丘梳理了生成且永恒(如柏拉图)以及生成且可灭(单一消灭说与周期交替说:恩培多克勒与赫拉克利特)的区分,并维护了后两位哲人超越字面世俗理解的真实义理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.101#1

" Γενόμενον μὲν οὖν ἅπαντες εἶναί φασιν ἕως τοῦ καὶ Ἡράκλειτος ὁ Ἐφέσιος." Τὸ κοινὸν τῆς τῶν προτέρων δόξης εἰπὼν οὕτως ἐπάγει τὴν διαφοράν. καὶ γὰρ περὶ μὲν τὸ γεγονέναι τὸν κόσμον πάντας ὁμογνωμονεῖν φησι τούς τε θεολόγους καὶ τοὺς φυσικούς· τῶν δὲ γεγονέναι λεγόντων αὐτὸν οἱ μὲν ἀίδιον λέγουσιν, ὥσπερ Ὀρφεὺς καὶ Ἡσίοδος καὶ μετ’ αὐτοὺς ὁ Πλάτων, ὡς φησιν Ἀλέξανδρος· τινὲς δὲ τῶν γενητὸν λεγόντων φθαρτὸν λέγουσι, διχῶς δὲ τοῦτο· οἱ μὲν γὰρ οὕτως φθαρτόν, ὥσπερ ὁτιοῦν ἄλλο τῶν συνισταμένων ἀτόμων, οἷον Σωκράτη φθειρόμενον ἅπαξ καὶ μηκέτι ἀνακάμπτοντα, οἱ δὲ ἐναλλὰξ γίνεσθαι καὶ φθείρεσθαι τὸν αὐτὸν καὶ πάλιν γενόμενον πάλιν φθείρεσθαι λέγουσι, καὶ ἀίδιον εἶναι τὴν τοιαύτην διαδοχήν, ὥσπερ Ἐμπεδοκλῆς τὴν Φιλίαν λέγων καὶ τὸ Νεῖκος παρὰ μέρος ἐπικρατοῦντα τὴν μὲν συνάγειν τὰ πάντα εἰς ἓν καὶ φθείρειν τὸν τοῦ Νείκους κόσμον καὶ ποιεῖν ἐξ αὐτοῦ τὸν σφαῖρον, τὸ δὲ Νεῖκος διακρίνειν πάλιν τὰ στοιχεῖα καὶ ποιεῖν τὸν τοιοῦτον κόσμον. ταῦτα δὲ Ἐμπεδοκλῆς σημαίνει λέγων· ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα, ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορούμενα Νείκεος ἔχθει, ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον’ ἐκτελέθουσι, τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών· ᾗ δὲ διαλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ’ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον. καὶ Ἡράκλειτος δὲ ποτὲ μὲν ἐκπυροῦσθαι λέγει τὸν κόσμον, ποτὲ δὲ ἐκ τοῦ πυρὸς συνίστασθαι πάλιν αὐτὸν κατά τινας χρόνων περιόδους, ἐν οἷς φησι· “μέτρα ἁπτόμενος καὶ μέτρα σβεννύμενος”. ταύτης δὲ τῆς δόξης ὕστερον ἐγένοντο καὶ οἱ Στωικοί. ἀλλ’ οὗτοι μὲν ἐάσθωσαν· ὅτι δὲ οἱ θεολόγοι οὐχ ὡς ἀπὸ χρονικῆς ἀρχῆς, ἀλλ’ ὡς ἀπὸ αἰτίας ποιητικῆς λέγουσι τὴν γένεσιν τοῦ κόσμου καὶ ταύτην μυθικῶς ὥσπερ καὶ τὰ ἄλλα, πρόδηλον. Ἐμπεδοκλῆς δὲ ὅτι δύο κόσμους ἐνδείκνυται, τὸν μὲν ἡνωμένον καὶ νοητόν, τὸν δὲ διακεκριμένον καὶ αἰσθητόν, καὶ ὅτι καὶ ἐν τούτῳ τῷ κόσμῳ τὴν ἕνωσιν ὁρᾷ καὶ τὴν διάκρισιν, ἐν ἄλλοις οἶμαι μετρίως ἐκ τῶν αὐτοῦ δεδειχέναι ῥημάτων.1 καὶ Ἡράκλειτος δὲ δι’ αἰνιγμῶν τὴν ἑαυτοῦ σοφίαν ἐκφέρων οὐ ταῦτα, ἅπερ δοκεῖ τοῖς πολλοῖς, σημαίνει· ὁ γοῦν ἐκεῖνα εἰπὼν περὶ γενέσεως, ὡς δοκεῖ, τοῦ κόσμου καὶ τάδε γέγραφε· “κόσμον τόνδε οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ’ ἦν ἀεί”. πλὴν ὅτι ὁ Ἀλέξανδρος βουλόμενος τὸν Ἡράκλειτον γενητὸν καὶ φθαρτὸν λέγειν τὸν κόσμον ἄλλως ἀκούει τοῦ κόσμου νῦν. “οὐ γὰρ μαχόμενα, φησί, λέγει ὡς ἄν τῳ δόξαι·2 κόσμον γάρ, φησίν, ἐνταῦθα οὐ τήνδε λέγει τὴν διακόσμησιν, ἀλλὰ καθόλου τὰ ὄντα καὶ τὴν τούτων διάταξιν, καθ’ ἣν εἰς ἑκάτερον ἐν μέρει ἡ μεταβολὴ τοῦ παντός, ποτὲ μὲν εἰς πῦρ, ποτὲ δὲ εἰς τὸν τοιόνδε κόσμον· ἡ γὰρ τοιαύτη τούτων ἐν μέρει μεταβολὴ καὶ ὁ τοιοῦτος κόσμος οὐκ ἤρξατό ποτε, ἀλλ’ ἦν ἀεί.

“因此,所有人都说它是生成的”直至“以及以弗所的赫拉克利特”。 他在陈述了先哲意见中的共同点之后,便这样引出了区分。因为他说,无论神学家还是自然哲学家,在宇宙已经生成这一问题上都是一致的;但在那些声称宇宙已经生成的人当中,一些人声称它是永恒的,如奥菲斯和赫西俄德,以及在他们之后的柏拉图,正如亚历山大所说;而在声称它是生成的人当中,有些人声称它是可灭的,这又有两种方式:因为一些人主张它是可灭的,就像组合而成的不可分个体中的任何其他个体一样,比如苏格拉底,灭亡一次之后就不再复返;而另一些人则主张同一个宇宙交替地生成与灭亡,再次生成后又再次灭亡,且这样的演替是永恒的,正如恩培多克勒主张爱与争交替处于统治地位,爱将万物汇聚为一,摧毁争的宇宙并从中造成球体,而争又再次分离各个元素并造成这样的宇宙。恩培多克勒用如下诗句指明了这些: “有时万物因爱而聚合为一, 有时各自又因争的仇恨而分散流散, 当一再度分裂开来,它们便演变为多, 在此意义上它们生成,且没有恒固的生命期限; 但由于它们无休止地交替转变而永不停息, 在此意义上它们依据圆环始终是不动的。” 赫拉克利特也主张宇宙时而被大火焚尽,时而又按照某种时间周期重新由火构成,在这些论述中他说:“依照尺度点燃,依照尺度熄灭。” 后来斯多亚派也持有这种观点。不过暂且将这些人置于一旁;显然,神学家所说的宇宙之生成,并非源于时间的开端,而是源于动力因,并且正如其他事物一样,他们是以神话的方式述说这生成的。至于恩培多克勒指明了两个宇宙——一个是统一的可理知宇宙,另一个是分离的可感宇宙——以及他也在这后一个宇宙中看到了统一与分离,我认为自己在其他地方已根据他本人的字句适度地予以证明了。赫拉克利特也是通过谜语来表达自己的智慧,他所指的并非大众所认为的那样;无论如何,这位看似就宇宙生成说出那些话的人也写下了这些话:“这个宇宙,既无神亦无人造就,而是始终存在。” 只是亚历山大由于意图让赫拉克利特主张宇宙是生成的且可灭的,现在对“宇宙”一词作了不同的理解。 “因为他并非如某些人所想的那样在自相矛盾,”他说,“因为他在此时所说的宇宙并非指这一世界秩序,而是泛指一切存在者及其配置,依照这一配置,整体的变迁交替地转入各方,时而进入火,时而进入这样的宇宙;因为这些事物交替的这种变迁以及这样的宇宙绝未曾开始,而是始终存在。”

语法注2 条
  1. 1.101Ἐμπεδοκλῆς δὲ ὅτι δύο κόσμους ἐνδείκνυται ... ἐν ἄλλοις οἶμαι μετρίως ἐκ τῶν αὐτοῦ δεδειχέναι ῥημάτων

    句首的 Ἐμπεδοκλῆς 采用了提前构式(prolepsis),置于连词 ὅτι 之前,在语义上作从属节动词 ἐνδείκνυται 的主语。整句的主谓骨干为后置的 οἶμαι δεδειχέναι(我认为我已证明),基本句式骨架实为 οἶμαι δεδειχέναι ὅτι Ἐμπεδοκλῆς ἐνδείκνυται...

  2. 1.101οὐ γὰρ μαχόμενα, φησί, λέγει ὡς ἄν τῳ δόξαι

    短语 ὡς ἄν τῳ δόξαι 是由 ἄν 与希求法 δόξαι 构成的表示潜能或推测的样态从句,意为“如可能在某些人看来那样”。μαχόμενα(相冲突之事、自相矛盾之事)为中性复数宾格分词,作 λέγει 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:293.9-294.23