- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:292.8-293.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德在论证宇宙不生不灭之前先行考察前人观点的理由,即洞察疑难、增强论证的可信度以及避免缺席裁判。
" Τούτων δὲ διωρισμένων ἕως τοῦ τοὺς μέλλοντας τἀληθὲς κρίνειν καλῶς." Δύο προθέμενος δεῖξαι περὶ τοῦ κόσμου, καὶ ὅτι εἷς ἐστι καὶ ὅτι ἀγένητος καὶ ἄφθαρτος, δείξας τὸ πρότερον μέτεισι νῦν ἐπὶ τὸ λοιπὸν καὶ πρῶτον, ὥσπερ εἴωθε, τὰς τῶν ἄλλων περὶ τοῦ προκειμένου δόξας ἐπισκέπτεται πολυειδεῖς οὔσας, ὡς δοκοῦσι. καὶ γὰρ οἱ μὲν γενητὸν καὶ ἄφθαρτον δοκοῦσι λέγειν, οἱ δὲ ἀγένητον καὶ ἄφθαρτον, οἱ δὲ γενητὸν καὶ φθαρτόν· τὸ γὰρ ἀγένητον μὲν αὐτὸν φθαρτὸν δὲ εἶναι οὐδεὶς οὐδὲ μέχρι δοκήσεως ἐτόλμησεν εἰπεῖν. τοῦτο δὲ τὸ τὰς προκειμένας δόξας τῶν ἄλλων προεξετάζειν ἀεὶ μὲν φαίνεται ποιῶν ὁ Ἀριστοτέλης, νῦν δὲ καὶ τὰς χρείας, ἃς ἡμῖν ἔχει τοῦτο, προστέθεικε τρεῖς ἢ τέσσαρας οὔσας· πρώτην μὲν καὶ κυριωτάτην, ὅτι οὐκ ἔστι τῆς ἀληθείας εὐπορῆσαι μὴ πρότερον πολυειδῶς ἀπορήσαντα, ὡς καὶ τοῦτο ἐν ἄλλοις αὐτὸς διδάσκει. αἱ δὲ τῶν ἐναντίων δογμάτων ἀποδείξεις ἀπορίαι περὶ τῶν ἐναντίων εἰσίν· οἱ γὰρ ἀποδεικνύναι δοκοῦντες λόγοι, ὅτι γενητὸς ὁ κόσμος, ἀπορίαι γίνονται πρὸς τοὺς ἀγένητον δεικνύντας· ὥστε ὁ βουλόμενος ἀποριῶν εὐπορεῖν τὰς ἐναντίας ἀλλήλων δόξας ἐπισκεπτέσθω καὶ τοὺς κατασκευαστικοὺς αὐτῶν λόγους. δεύτερον δὲ ὄφελος τὸ τὰ παρ’ ἡμῶν λεχθησόμενα καὶ μᾶλλον πιστὰ φανήσεσθαι τοῖς ἀκούουσιν, ὅταν μὴ τὰ παρ’ ἡμῶν, ἀλλ’ ἀμφοῖν τῶν ἀμφισβητουμένων καὶ ζητουμένων λόγων τῶν τε ἡμετέρων καὶ τῶν ἐναντίων αὐτοῖς τὰς δικαιολογίας, τουτέστι τὰς ἀποδείξεις, ἀκούσωσι. τοῦτο δὲ τοῖς μὲν τῶν ἡμετέρων λόγων ἀκουσομένοις καὶ μάθησιν ἀκριβεστέραν ἐμποιεῖ διὰ τὴν τῶν ἀποριῶν εὐπορίαν καὶ πειθὼ βεβαιοτέραν, ὡς μηδὲ ἐκεῖνα ἀγνοούντων ἡμῶν, ἡμῖν δὲ ἧττον ἂν ὑπάρχοι τὸ δοκεῖν ἐρήμην καταψηφίζεσθαι τῶν ἐναντίων, ἐὰν αὐτῶν τὰς ἀποδείξεις ἐκθώμεθα καὶ κρατύνωμεν αὐτὰς κατὰ δύναμιν, ὅπερ ὁ Πλάτων μάλιστα ποιεῖ· οὐδεὶς γὰρ Καλλικλῆς ἢ Θρασύμαχος ἢ Πρωταγόρας οὕτως ἂν πιθανῶς τοῖς ἑαυτοῦ συνηγόρησε λόγοις, ὡς ὁ Πλάτων αὐτοῖς συνηγορεῖ. τὸ δὲ καταδικάζεσθαι ἀντὶ τοῦ καταψηφίζεσθαι εἴρηται ταὐτὸν σημαῖνον τῷ καταδικάζειν παθητικὸν ἀντὶ ἐνεργητικοῦ ῥηθέν.1 ἀλλὰ καὶ τοῦ μὴ δεῖν ἐρήμην καταψηφίζεσθαι τὴν αἰτίαν ἐπάγει καλῶς· διαιτητὰς γὰρ δεῖ, φησίν, ἀλλ’ οὐκ ἀντιδίκους εἶναι τοὺς μέλλοντας τἀληθὲς κρίνειν ἱκανῶς. πῶς δὲ διαιτᾶν δυνατὸν μὴ καὶ τοὺς ἐναντίους λόγους ἀκούοντα;
“在规定了这些之后”直至“那些将要恰当地判定真理的人”。 〔亚里士多德〕立意要证明关于宇宙的两件事,即它是一,以及它是无始(不生)且不灭的;在证明了前者之后,他现在转向其余的部分,并且首先照例考察其他人关于摆在眼前之论题的意见,这些意见在表面看来是多样的。实际上,一些人似乎主张宇宙是生成的且不灭的,另一些人主张它是无始且不灭的,还有一些人主张它是生成的且可灭的;因为宇宙无始而可灭,这一点甚至在虚妄见解的程度上也无人敢于说出。至于预先审视其他人摆在眼前的意见,亚里士多德显然始终在这样做,而现在他也补充了这对我们所具有的用处,这些用处有三到四种。首先也是最重要的一点是,若不预先经历各种方式的疑难,就不可能充足地获得真理,正如他本人在别处也教导了这一点一样。而对立教义的证明,正是关于对立事物的疑难;因为那些看似证明宇宙是生成的论证,对于那些证明它是无始的人来说便成了疑难;因此,凡想要拥有丰富疑难的人,都应当考察相互对立的意见以及建立它们的论证。第二种益处是,对听众而言,当他们不仅听取我们这方面的主张,而且听取争论与探究着的两派论证——即我们自己的论证和与之对立的论证——的辩解,亦即证明时,我们这方面将要说的话也会显得更为可信。这一做法对于将要听取我们论证的人而言,凭借疑难的充足而产生了更精确的领会,并凭借我们并非不知晓对立论证这一事实而产生了更坚定的确信;而对于我们自身而言,如果我们摆出对立者的证明并尽力加强它们,那么我们显得像是对对立者作缺席判决的情况就会较少发生,而这正是柏拉图最为擅长做的;因为绝没有任何一个卡利克勒斯、色拉叙马霍斯或普罗泰戈拉,能像柏拉图为他们辩护那样,如此有说服力地为自己的论证辩护。至于“被宣判有罪(katadikazesthai)”一词,是用来代替“投票判决有罪(katapsēphizesthai)”的,与“定罪(katadikazein)”具有相同意义,是以被动形式代替主动形式而被说出的。此外,他也妥当地引出了不应当作缺席判决的理由;因为他说,“那些将要充分判定真理的人,应当是仲裁者,而不是诉讼当事人。”但是,若非也听取对立的论据,又怎能进行仲裁呢?
- 1.100τὸ δὲ καταδικάζεσθαι ἀντὶ τοῦ καταψηφίζεσθαι εἴρηται ταὐτὸν σημαῖνον τῷ καταδικάζειν παθητικὸν ἀντὶ ἐνεργητικοῦ ῥηθέν
针对亚里士多德原文(279b10)中 καταδικάζεσθαι 语态的语法注解。该词虽然在形式上为被动相(中相),但在此被解释为表达与主动语态 καταδικάζειν(定罪、判决有罪)或中动动词 καταψηφίζεσθαι 同义的主动含义。
