← 辛普里丘

亚里士多德《论天》注释

§290.24-292.7

万古的阶层与推动天界的知性原因

辛普利丘调解了关于亚里士多德文本究竟是指天体还是指不动可知原因的争论,阐明了“万古”概念从月下到天界并最终上升至超宇宙原因的过程。此外,通过引入抄本异读“引起运动”(kinei),他论证了可知本原的不动性与天界不息的圆周运动能够得到融贯一致的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.99#3

ἀλλ’ ὅτι μὲν μεμέλανται1 τὸ ῥητόν, πρόδηλον· οὐ γὰρ ἂν ἄνδρες κλεινοὶ τοσαύτην ἔσχον περὶ αὐτὸ διαφωνίαν. μήποτε δὲ περὶ μὲν τῶν νοητῶν εἴρηται ὡς ὑπὲρ τὴν σωματικὴν ὄντων φύσιν καὶ οὕτως ἔξω λεγομένων αὐτῆς· καὶ γάρ, ὅταν ἐζήτει, εἰ ἔστι τι ἔξω τοῦ οὐρανοῦ, οὐχ ὡς τόπον τοῦ ἔξω σημαίνοντος ἔλεγε· παραδοὺς δὲ τὸ τοῦ αἰῶνος σημαινόμενον τὸ προσεχὲς ἡμῖν τὸ περιέχον τὸν τῆς ἑκάστου ζωῆς χρόνον ἀνέβη ἀπ’ ἐκείνου ἐπὶ τὸν οὐράνιον αἰῶνα λέγων κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ τὸ τοῦ παντὸς οὐρανοῦ τέλος2 καὶ διὰ τοῦτο νῦν τοῦ οὐρανοῦ ἐμνημόνευσεν· εἶτα ἀπὸ τούτου ἐπὶ τὸν ὑπερκόσμιον αἰῶνα, ὅταν λέγῃ· καὶ τὸ τὸν πάντα χρόνον καὶ τὴν ἀπειρίαν περιέχον τέλος αἰών ἐστι· καὶ ὅ γε κυριώτατος οὗτος, ἀφ’ οὗ καὶ τὸ εἶναι καὶ τὸ ζῆν ἀκριβέστερον μὲν τοῖς οὐρανίοις ἔπεισιν, ἀμυδρότερον δὲ τοῖς ὑπὸ σελήνην. καὶ τὸ ἀμετάβλητον δὲ παντὶ τῷ θείῳ μαρτυρῶν τῷ πρώτῳ καὶ ἀκροτάτῳ περὶ τῶν νοητῶν καὶ ἀκινήτων ἀρχῶν ἔοικε λέγειν τῶν τὰς οὐρανίους σφαίρας κινουσῶν· καὶ γὰρ ὅτι μὲν περὶ πολλῶν λέγει, δηλοῖ τὸ πᾶν, ὅτι δὲ ἀκίνητον τὸ ἀμετάβλητον, ὅτι δὲ ὑπὲρ τὸν οὐρανὸν τὸ πρῶτον καὶ ἀκρότατον. ἀλλὰ καὶ τὸ μηδὲν εἶναι κρεῖττον, ὃ κινήσει αὐτό, ἐκείνῳ μᾶλλον ἢ τῷ οὐρανῷ προσήκει· τὸν γὰρ οὐρανὸν κινεῖ3 τὸ ἀκίνητον αἴτιον κρεῖττον ὑπάρχον αὐτοῦ. καὶ εἴπερ ἐκεῖνο περὶ τῶν νοητῶν εἴρηται τὸ οὐδὲ ἔστιν οὐδενὸς οὐδεμία μεταβολὴ τῶν ὑπὲρ τὴν ἐξωτάτω τεταγμένων φοράν, ἐκείνοις μαρτυρεῖν φησι τὸ ἐν τοῖς ἐγκυκλίοις φιλοσοφήμασι πολλάκις προφαινόμενον, ὅτι τὸ θεῖον ἀμετάβλητον ἀναγκαῖον εἶναι πᾶν τὸ πρῶτον καὶ ἀκρότατον. τὸ δὲ καὶ ἄπαυστον δὴ κίνησιν κινεῖται εὐλόγως λέγεται μὲν σαφῶς περὶ τοῦ οὐρανοῦ, εἴπερ οὕτως γέγραπται, καὶ δοκεῖ συνῆφθαι τοῖς πρὸ αὐτοῦ ὡς περὶ τοῦ αὐτοῦ καὶ τοῦτο λεγόμενον, ὅτι μὴ πρόσκειται, τί τὸ τὴν ἄπαυστον κινούμενον κίνησιν. περὶ τοῦ αὐτοῦ λέγεσθαι δοκεῖ, πῶς δὲ ἂν εἴη περὶ τοῦ αὐτοῦ λεγόμενον, εἴπερ ἐκεῖνο μὲν ἀμετάβλητον δέδεικται καὶ μηδὲ εἶναι ἄλλο κρεῖττον, ὅ τι κινήσει αὐτό, τοῦτο δὲ ἄπαυστον κίνησιν κινεῖσθαι εὐλόγως; εἰ δὲ νομίζει τις ἀμετάβλητον ἐκεῖνο λέγεσθαι κατὰ τὰς ἄλλας μεταβολὰς πλὴν τῆς κατὰ τόπον, θαυμάζω, εἰ τῆς Ἀριστοτέλους ἀκριβείας ἦν εἰπεῖν περὶ τῶν κατὰ τόπον κινουμένων, ὅτι οὐδὲ ἔστιν οὐδενὸς οὐδεμία μεταβολή. ἀλλ’ ὅτι μὲν τὸ ποιῆσαν καὶ τὰ πρότερα περὶ τῶν οὐρανίων ὑπονοεῖσθαι τοῦτο μάλιστα τὸ ῥητόν ἐστι τὸ καὶ ἄπαυστον δὴ κίνησιν κινεῖται εὐλόγως καὶ τὰ συνεχῆ αὐτῷ, πρόδηλον. εἰ μέντοι οὕτως ἔχοι ἡ γραφή, ὡς ἔν τισιν ηὗρον ἀντιγράφοις, καὶ ἄπαυστον δὴ κίνησιν κινεῖ εὐλόγως, ἀλλ’ οὐχὶ κινεῖται, ὡς Ἀλεξάνδρῳ δοκεῖ, καὶ τοῦτο καὶ τὰ πρὸ αὐτοῦ πάντα δυνατὸν ἀβιάστως ἐπὶ τὰ νοητὰ καὶ ἀκίνητα αἴτια καὶ ἔξω τοῦ κόσμου λεγόμενα ὡς ὑπερκόσμια ἀνάγειν. διότι γὰρ ἀμετάβλητα καὶ ἀκίνητά ἐστιν ἐκεῖνα, διὰ τοῦτο ἄπαυστον κίνησιν κινεῖται προσεχῶς ὑπ’ αὐτῶν κινούμενα τὰ οὐράνια· τοῦ γὰρ κινοῦντος ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος καὶ τὸ προσεχῶς ὑπ’ αὐτοῦ κινούμενον δι’ ἄκρας ἐπιτηδειότητος αὐτῷ συνημμένον ἀπαύστως κινεῖται. συνεχὴς δὲ καὶ ἀΐδιος ἡ κυκλικὴ μόνη δέδεικται κίνησις ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως. ἀλλὰ καὶ διότι κύκλῳ κινεῖται ὁ οὐρανὸς εἰς νοῦν ἐστραμμένος καὶ τῆς ἐκείνου ταυτότητος ἐφιέμενος καὶ τῆς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἐνεργείας μετέχων, διὰ τοῦτο ἄπαυστον κινεῖται κίνησιν. τὰ μὲν γὰρ ἐπ’ εὐθείας κινούμενα ἄλλην ἀρχὴν ἔχοντα τῆς κινήσεως καὶ ἄλλην τελευτὴν κινεῖται μὲν ἀπὸ τῆς ἀρχῆς, παύεται δὲ εἰς τὸ τέλος καὶ τὸν οἰκεῖον ἐλθόντα τόπον, τοῦ δὲ κύκλῳ κινουμένου σώματος, ἐπειδὴ ὁ αὐτὸς τόπος ἐστίν, ὅθεν τε ἄρχεται καὶ εἰς ὃν τελευτᾷ, διότι μὲν ἀεὶ ἐν τέλει, ἀεὶ ἐν τῷ οἰκείῳ τόπῳ ἐστί, διότι δὲ ἀεὶ ἐν ἀρχῇ ἀεὶ κινεῖται πρὸς τὸ τέλος.

然而,这篇文字已被遮蔽晦涩,乃是显而易见的;因为若非如此,显赫的名士们就不会对此产生如此巨大的分歧。不过,这或许是关于可知事物说的,因为它们超越了物体性的本性,并由此被说成是在其之外;实际上,当他探究天之外是否有任何事物时,他并非作为“之外”意味着场所而说的;在阐明了与我们最切近的、包容着每个生命时间的“万古”(aiōn)的含义之后,他从那一含义上升到了天界的万古,说道“按照同样的论说,整个天的终结[也是万古]”,并且正因如此他现在提到了天;随后从这一含义上升到了超宇宙的万古,当他说:“包容全部时间和无限性的终结即是万古”;而这乃是最本真的万古,存在与生命正是由此更精确地赋予天界事物,而更暗淡地赋予月下事物。 并且在向第一且最高峰的一切神圣者证明其不可变易性时,他似乎是在谈论推动各天球的那些可知且不动之本原;因为“一切”表明他在谈论复数的事物,“不可变易”表明是不动的,而“第一且最高峰的”表明是超越天的。不仅如此,没有任何更优越的事物会推动它,这也更适于那[可知本原]而非天;因为不动的原因推动着天,且本性上高于天。而且,假若“在被排列于最外移动之上的事物中没有任何一种变化”这句话是关于可知事物说的,那么他说在通俗的哲学讨论中经常阐明的道理——即“一切第一且最高峰的神圣者都必然是不可变易的”——乃是为那些可知事物作证。 然而,“并且它很有理由作不停息的运动”这句话,若确实是这样写的,显然是关于天说的,并且由于没有附加指明究竟是什么在作不停息的运动,这似乎与它前面的文句相联结,犹如这也是关于同一个对象说的一样。它似乎是关于同一个对象说的;但是,假若前者已被证明是不可变易的且没有任何更优越的事物会推动它,而后者却很有理由作不停息的运动,这怎么可能是关于同一个对象说的呢?但如果有人认为前者是被说成除空间位置变化之外在其他变化方面不可变易,我怀疑对于作空间位置运动的事物说“没有任何一种变化”,是否符合亚里士多德的严谨。然而,正是这句“并且它很有理由作不停息的运动”及其相连的文句,尤其使得人们猜想前面的话也是关于天界事物说的,这乃是显然的。 但是,如果文本真如我在某些抄本中见到的那样写作“并且它很有理由引起(kinei)不停息的运动”,而不是像亚历山大所认为的“运动(kineitai)”,那么把这句话以及在此之前的一切,毫无勉强地归结为可知且不动的原因,即作为超宇宙之物而被说成在宇宙之外的事物,就是可能的。因为由于那些原因是不可变易且不动的,正因如此,直接受它们推动的天界事物才作不停息的运动;因为当推动者始终处于相同状态且以同样方式存在时,直接受其推动且以最高适应性与之相联结的事物也会不停息地运动。而且只有圆周运动在《物理学》第八卷中被证明是连续且永恒的。然而也因为天作圆周运动,转向理智并企求那理智的同一性,且分有着它那始终处于相同状态且以同样方式存在的现实活动,正因如此天作不停息的运动。因为作直线运动的事物具有运动的各异开端与各异终点,因而从开端运动,并在到达终点和本己场所时止息;但对于作圆周运动的物体而言,由于它所由开始的场所与它所终结的场所乃是同一个,所以由于始终处于终点之中,它始终处于本己场所之中,而由于始终处于开端之中,它始终朝向终点运动。

语法注3 条
  1. 1.99μεμέλανται

    动词 μελαίνω(弄黑、使变暗)的完成时被动态直陈式第三人称单数。此处用作比喻义,意为“被遮蔽晦涩”、“含糊不清”,与其主语 τὸ ῥητόν(文句/文辞)一致。

  2. 1.99τοῦ δὲ κύκλῳ κινουμένου σώματος, ἐπειδὴ ὁ αὐτὸς τόπος ἐστίν, ὅθεν τε ἄρχεται καὶ εἰς ὃν τελευτᾷ, διότι μὲν ἀεὶ ἐν τέλει, ἀεὶ ἐν τῷ οἰκείῳ τόπῳ ἐστί, διότι δὲ ἀεὶ ἐν ἀρχῇ ἀεὶ κινεῖται πρὸς τὸ τέλος.

    句首的属格短语 τοῦ δὲ κύκλῳ κινουμένου σώματος 作为全句的关涉属格(“对于作圆周运动的物体而言”),总括后文的从属从句 ἐπειδὴ ὁ αὐτὸς τόπος ἐστίν... 以及成对的原因从句 διότι μὲν ... διότι δὲ ...。此乃将主述对象以属格形式前置的主题化破格结构。

  3. 1.99κινεῖ

    现在时能动态直陈式第三人称单数。此处作为通常流传的被动/中间态 κινεῖται(运动)的抄本异读被提出。若读作能动态 κινεῖ(使运动、推动),则主语成为可知的不动原因,意为“推动[天]作不停息的运动”,从而解决了该句与前文在陈述对象上的不协调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:290.24-292.7