- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:289.4-290.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐述了源自柏拉图《理想国》的关于神圣者不可变性的证明以及天体圆周运动的永恒性,随后批判了将全篇解释为关于天体的亚历山大观点和将其完全解释为关于不动可知原因的后代注家观点,指出了兼顾两者的必要性。
εἰ οὖν τὸ μεταβάλλον ἢ ὑπ’ ἄλλου μεταβάλλει ἢ ὑφ’ ἑαυτοῦ, καὶ εἰ ὑπ’ ἄλλου, ἢ κρείττονος ἢ χείρονος, εἰ δὲ ὑφ’ ἑαυτοῦ, ἢ ὡς πρός τι χεῖρον1 ἢ ὡς καλλίονός τινος ἐφιέμενον, τὸ δὲ θεῖον οὔτε κρεῖττόν τι ἔχει ἑαυτοῦ, ὑφ’ οὗ μεταβληθήσεται· ἐκεῖνο γὰρ ἂν ἦν θειότερον· οὔτε ὑπὸ χείρονος τὸ κρεῖττον πάσχειν θέμις ἐστί· καὶ μέντοι, εἰ ὑπὸ χείρονος, φαῦλον ἄν τι προσελάμβανεν, οὐδὲν δὲ ἐν ἐκείνῳ φαῦλον· ἀλλ’ οὐδὲ ἑαυτὸ μεταβάλλει ὡς καλλίονός τινος ἐφιέμενον· οὐδὲ γὰρ ἐνδεές ἐστι τῶν αὑτοῦ καλῶν οὐδενός· οὐ μέντοι οὐδὲ πρὸς τὸ χεῖρον, ὅτε μηδὲ ἄνθρωπος ἑκὼν ἑαυτὸν χείρω ποιεῖ, μήτε δὲ ἔχει τι φαῦλον μηδέν, ὅπερ ἂν ἐκ τῆς εἰς τὸ χεῖρον μεταβολῆς προσέλαβε. † καὶ ταύτην δὲ ἀπὸ τοῦ δευτέρου τῆς Πλάτωνος Πολιτείας Ἀριστοτέλης μετέλαβε τὴν ἀπόδειξιν· λέγει γὰρ ἐν ἐκείνοις ὁ Πλάτων· “Οὐκ ἀνάγκη, εἴπερ τι ἐξίσταιτο τῆς αὑτοῦ ἰδέας, ἢ αὐτὸ ὑφ’ ἑαυτοῦ μεθίστασθαι ἢ ὑπ’ ἄλλου; Ἀνάγκη. Οὐκοῦν ὑπὸ μὲν ἄλλου τὰ ἄριστα ἔχοντα ἥκιστα ἀλλοιοῦταί τε καὶ κινεῖται, οἷον σῶμα ὑπὸ σιτίων τε καὶ ποτῶν καὶ πόνων;” εἶτα τοῦτο δείξας ἐπάγει· “Ἀλλ’ ἆρ’ αὐτὸς αὑτὸν μεταβάλλοι ἂν καὶ ἀλλοιοῖ; Δῆλον, ἔφη, ὅτι εἴπερ ἀλλοιοῦται. Πότερον οὖν ἐπὶ τὸ βέλτιόν τε καὶ κάλλιον μεταβάλλει ἑαυτὸν ἢ ἐπὶ τὸ χεῖρον καὶ τὸ αἴσχιον ἑαυτοῦ; Ἀνάγκη, ἔφη, ἐπὶ τὸ χεῖρον, εἴπερ ἀλλοιοῦται· οὐ γάρ που ἐνδεᾶ γε φήσομεν τὸν θεὸν κάλλους ἢ ἀρετῆς εἶναι.” καὶ δείξας, ὅτι οὐδεὶς ἑκὼν ἑαυτὸν χείρονα ποιεῖ, ἐπήγαγεν· “ἀλλ’, ὡς ἔοικε, κάλλιστος καὶ ἄριστος ὢν εἰς τὸ δυνατὸν ἕκαστος αὐτῶν μένει ἁπλῶς ἐν τῇ ἑαυτοῦ μορφῇ”. εὐλόγως δέ φησιν αὐτοῦ καὶ τὴν κίνησιν ἀίδιον εἶναι· ἅπαντα γὰρ παύεται κατὰ φύσιν κινούμενα, ὅταν ἔλθῃ εἰς τὸν οἰκεῖον τόπον ἐξ ἄλλου, καί ἐστιν ἡ μὲν ἀρχὴ τῆς κινήσεως αὐτοῖς ἐν ἀλλοτρίῳ τόπῳ οὖσι, τὸ δὲ τέλος2 ἐν τῷ οἰκείῳ γενομένοις, τοῦ δὲ κύκλῳ κινουμένου σώματος ὁ αὐτὸς τόπος καὶ ἀρχὴ καὶ τέλος ἐστὶ κινήσεως, καὶ διὰ μὲν τὸ ἀεὶ ἐν τέλει εἶναι ἀεὶ ἐν τῷ οἰκείῳ τόπῳ καὶ ἐν τῷ οἰκείῳ ἀγαθῷ ἐστι, διὰ δὲ τὸ ἀεὶ ἐν ἀρχῇ, ἄπαυστον ἔχει τὴν κίνησιν· οὐδὲν γὰρ ἐν ἀρχῇ παύεται. Ταῦτα, ὅπερ εἶπον, πάντα ἀπ’ ἀρχῆς τῆς ῥήσεως μέχρι τέλους ἐπὶ τοῦ κυκλοφορητικοῦ σώματος ἀκούειν μᾶλλον ἀξιοῖ ὁ Ἀλέξανδρος, οἱ δὲ νεώτεροι τῶν ἐξηγητῶν πάντα ὡς ἐπὶ τῶν ἀκινήτων αἰτίων τῶν τὰ οὐράνια κινούντων εἰρημένα παραινοῦσιν ἀκούειν. ἀλλ’ ὅτι μὲν οὐ πάντα ἐπὶ τοῦ οὐρανίου σώματος ἀκούειν δυνατόν, φανερόν, οἶμαι, ἐκ τῶν προσεχῶς εἰρημένων. δείξας γάρ, ὅτι οὐδὲν ἔστι σῶμα ἔξω τοῦ οὐρανοῦ οὔτε ἁπλοῦν οὔτε σύνθετον, ἐπήγαγεν “ἅμα δὲ δῆλον, ὅτι οὔτε τόπος οὔτε κενὸν οὔτε χρόνος ἔστιν ἔξω τοῦ οὐρανοῦ·” καὶ δείξας καὶ ταῦτα καὶ συμπερανάμενος ἐν τῷ “φανερὸν ἄρα, ὅτι οὔτε τόπος οὔτε κενὸν οὔτε χρόνος ἔστιν ἔξω” τότε ὥσπερ πορίσματα ἐκ τῶν εἰρημένων ἐπάγει· διόπερ οὔτε ἐν τόπῳ τἀκεῖ πέφυκεν οὔτε χρόνος αὐτὰ ποιεῖ γηράσκειν καὶ τὰ ἑξῆς, δηλονότι τἀκεῖ λέγων τὰ ἔξω τοῦ οὐρανοῦ. πῶς οὖν ἂν ὁ οὐρανὸς ἔξω τοῦ οὐρανοῦ λέγοιτο; πῶς δὲ τῶν οὐρανίων ἔλεγεν οὐδενὸς οὐδεμίαν εἶναι μεταβολὴν ἄπαυστον αὐτῶν τὴν κατὰ τόπον κίνησιν ὁρῶν; ἀλλ’ οὐδὲ τὰ ὑπὲρ τὴν ἐξωτάτω τεταγμένα φορὰν τὰ οὐράνια ἂν εἶπε· καὶ γὰρ τὸ “κύκλῳ φερόμενον” λέγει πολλάκις καὶ οὐκ ἀεὶ “περιφέρεσθαι”· λέγει γοῦν ἐν τοῖς φθάσασιν “ἄλλος δὲ ὁ τοῦ κύκλῳ φερομένου, ὅσπερ ἐστὶν ἔσχατος”. πῶς δὲ “τὸ πρῶτον καὶ ἀκρότατον θεῖον” τὸν οὐρανὸν ἔλεγεν; ἢ πῶς οὐκ ἂν εἴη τι κρεῖττον ἄλλο τοῦ οὐρανοῦ, ὅ τι κινήσει αὐτό, εἴπερ τὸ ἀκίνητον αἴτιον κρεῖττόν ἐστιν τὸ τῆς ἀϊδίου κινήσεως αὐτῷ αἴτιον; ὅτι δὲ οὐδὲ πάντα περὶ τῶν νοητῶν αἰτίων ἀκούειν δυνατόν, δῆλον ἐκ τοῦ κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ τὸ τοῦ παντὸς οὐρανοῦ τέλος· καὶ ἔτι μᾶλλον τὰ ἐπὶ τέλει τὰ δεικνύντα εὐλόγως ἄπαυστον κίνησιν κινεῖσθαι τὸν οὐρανόν.
因此,如果发生变化的事物要么因他者而变,要么因自身而变,若因他者,则要么因更优者,要么因更劣者;若因自身,则要么作为朝向更劣之事,要么作为企求更美之物;然而神圣者自身之上没有任何更优者会使其改变——因为若有,那就会更加神圣——而且更优者受更劣者作用也是不被允许的;况且,若因更劣者,它就会染上某种卑劣之物,但在那[神圣者]之中没有任何卑劣之物;然而它也不会作为企求更美之物而改变自身,因为在属于其自身的善好之物中它无一匮乏;更不用说它也不会朝向更劣者,因为就连人也不会自愿使自身变劣,而且它也没有任何会从朝向更劣的变化中染上的卑劣之物。亚里士多德乃是从柏拉图《理想国》第二卷中也借取了这一论证;因为柏拉图在那些篇章中说:“假若有任何事物脱离其自身的理念,它要么因自身移位,要么因他者,这岂不是必然的吗?”“必然如此。”“那么,处于最好状态的事物岂不是最少因他者而被变异和运动吗,正如身体因食物、饮水和劳苦那样?”随后在证明了这一点后,他接着说:“但是它自身难道会改变并变异自身吗?”他说:“显然会,如果它确实变异的话。”“那么它是把自身转变为更好且更美,还是转变为比自身更劣且更丑呢?”他说:“如果变异的话,必然是向更劣转变;因为我们无论如何也不能说神缺乏美或德性。”并且在证明了没有人自愿使自身变劣之后,他接着说:“但是,看来他们之中的每一个既在可能范围内是至美至善的,就单纯地驻留于自身的形态之中。” 并且他很有理由说,这[天体]的运动也是永恒的;因为一切依本性运动的事物,当它们从别处到达本己的场所时就会止息,对于处于异己场所之中的事物而言,处于其中乃是运动的开端,而到达本己场所之中则是终点;但对于作圆周运动的物体而言,同一个场所既是运动的开端也是终点,并且由于始终处于终点之中,它始终处于本己的场所和本己的善好之中,而由于始终处于开端之中,它具有不息的运动;因为没有任何事物在开端处止息。 正如我所说,关于这一切,亚历山大主张更应当从言论的开端直到终结,都理解为关于作圆周运动的物体说的;但后起的一派解释者则劝告将这一切都理解为关于推动天界的那些不动的原因说的。然而,不可能将全部内容都理解为关于天上物体说的,我认为这从刚刚所说的事情中是显而易见的。因为在证明了天之外没有任何物体(无论简单的还是复合的)之后,他接着说:“同时显然,天之外既没有场所,也没有虚空,也没有时间;”并且在证明了这些,并以“因此显而易见,外部既没有场所,也没有虚空,也没有时间”作结之后,他随即犹如从上述结论中引申推论般地接着说:“因此那里的事物本性上既不在场所中,时间也不使它们变老”以及下文,显而易见,所谓“那里的事物”是指天之外的事物。那么,天怎么能被称为在天之外呢?他又怎么能说天界事物没有任何一种变化,眼见它们的空间位置运动是永不停息的呢?而且他也绝不会把排列在“最外的移动之上”的事物称为天界事物;因为他多次说“作圆周移动”,而并非总是说“运转”;至少他在前面的讨论中说过:“作圆周移动之物的则是另一个,这正是最后的。”况且他怎么能把天称为“第一且最高峰的神圣者”呢?或者,若那不动的原因即作为其永恒运动的原因更为优越,怎么会没有某种高于天的其他事物来推动它呢?但是,不可能将全部内容都理解为关于可知原因说的,这一点从“按照同样的论说,整个天的终结[也是万古]”也是显然的;而末尾那些证明天很有理由作不停息之运动的论辩,则更加表明了这一点。
- 1.99εἰ οὖν τὸ μεταβάλλον ἢ ὑπ’ ἄλλου μεταβάλλει ἢ ὑφ’ ἑαυτοῦ, καὶ εἰ ὑπ’ ἄλλου, ἢ κρείττονος ἢ χείρονος, εἰ δὲ ὑφ’ ἑαυτοῦ, ἢ ὡς πρός τι χεῖρον ἢ ὡς καλλίονός τινος ἐφιέμενον, τὸ δὲ θεῖον οὔτε κρεῖττόν τι ἔχει ἑαυτοῦ... οὔτε ὑπὸ χείρονος... ἀλλ’ οὐδὲ ἑαυτὸ μεταβάλλει... οὐ μέντοι οὐδὲ πρὸς τὸ χεῖρον
该句由多层二分法(因他者/因自身;因更优者/因更劣者;朝向更劣/企求更美)构成的条件从句(前件),对应以 τὸ θεῖον 为主语的并列否定句(οὔτε ... ἔχει、οὔτε ... θέμις ἐστί、ἀλλ’ οὐδὲ ... μεταβάλλει、οὐ μέντοι οὐδὲ ...)构成的归结从句(后件),逐一排除了所有分支。
- 1.99ὅτι δὲ οὐδὲ πάντα περὶ τῶν νοητῶν αἰτίων ἀκούειν δυνατόν, δῆλον ἐκ τοῦ κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ τὸ τοῦ παντὸς οὐρανοῦ τέλος
介词短语 ἐκ τοῦ... 之后直接引述了亚里士多德原文 279a25–26 的语句(κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ τὸ τοῦ παντὸς οὐρανοῦ τέλος...)。中性定冠词 τοῦ 将这整句引文(或包含省略的 λέγειν)名词化,意为“从[亚里士多德所说的]‘按照同样的论说,整个天的终结[也是万古]’中也是显然的”。
