← 辛普里丘

亚里士多德《论天》注释

§287.17-289.4

天外存在与永恒的涵义及第一原因的不可变性

辛普里丘注解了亚里士多德《论天》279a18关于天之外既无场所亦无时间的论述,探讨了亚历山大的两种解说(关于第一推动者或恒星天球)。随后他剖析了“万古(aiōn)”的词源及其意义层次的提升,并援引公开著作《论哲学》中的论证来证实第一原因的不可变性与永恒性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.99#1

" Διόπερ οὔτε ἐν τόπῳ τἀκεῖ πέφυκεν ἕως τοῦ ὅθεν ἤρξατο καὶ εἰς ὃν τελευτᾷ." Ὁ Ἀλέξανδρος τὰ ἐνταῦθα λεγόμενα ἤτοι περὶ τοῦ πρώτου κινοῦντος λέγεσθαί φησιν, ὅπερ ἔξω δοκεῖ εἶναι παντὸς τοῦ σώματος τῷ ἐν μηδενὶ εἶναι, οὐκ ἐν τόπῳ· ἀσώματον γάρ· ἢ περὶ τῆς τῶν ἀπλανῶν σφαίρας· καὶ μᾶλλον περὶ ταύτης ἀκούει πάντα ἕως τοῦ τοῦ δὲ κύκλῳ σώματος ὁ αὐτὸς τόπος, ὅθεν ἤρξατο καὶ εἰς ὃν τελευτᾷ. δέδειχε γάρ, φησίν, ἐν τῇ Φυσικῇ ἀκροάσει, ὅτι οὐκ ἔστιν ἐν τόπῳ, διὰ τὸ τόπον μὲν εἶναι τὸ πέρας τοῦ περιέχοντος, μὴ περιέχεσθαι δὲ ταύτην ὑπ’ ἄλλου σώματος· καὶ ἐν χρόνῳ δὲ ταῦτα, ἃ περιέχει ὁ χρόνος, ὡς ἐν μέρει χρόνου ὑφεστάναι. εἰ οὖν μήτε τι σῶμά ἐστιν ἐκτὸς αὐτῆς μήτε χρόνος περιέχων αὐτῆς τὸ εἶναι, οὔτε ἐν τόπῳ ἂν εἴη οὔτε ὑπὸ χρόνου ἂν γηράσκοι. καί ἐστι καὶ τοῦτο τῷ ὑπὸ τοῦ Πλάτωνος εἰρημένῳ οἰκεῖον· “τέλειον, γάρ φησι, καὶ ἀγήρων καὶ ἄνοσον αὐτὸ ἐτεκτήνατο”. ὑπὲρ δὲ τὴν ἐξωτάτω φορὰν εἰ μὲν λέγοι, φησί, περὶ τοῦ πρώτου αἰτίου, εἴη ἂν λέγων τὸ ὑπὲρ τὴν περιφορὰν τῆς ἀπλανοῦς σφαίρας· εἰ δὲ λέγοι περὶ τοῦ θείου σώματος ταῦτα, ἐξωτάτω φορὰν ἂν λέγοι τὴν ὑστάτην τῶν ἐπ’ εὐθείας κινήσεων·1 τὴν γὰρ τῶν ἐπ’ εὐθείας κίνησιν εἴωθε λέγειν φοράν, τὴν δὲ ἐγκύκλιον περιφοράν. ὑπὲρ οὖν τὴν ἐξωτάτω φορὰν τὸ κυκλοφορητικὸν ἔστι πᾶν σῶμα, ὅπερ μήτε ἐν τόπῳ μήτε ἐν χρόνῳ ὂν ἀΐδιον καὶ ἀγήρων φησί. καὶ γὰρ σύμπαν μὲν τὸ θεῖον σῶμα οὐκ ἐν τόπῳ, μόρια δὲ αὐτοῦ ἐν τόπῳ, αἱ τῶν πλανήτων σφαῖραι ἐν τόπῳ. εἰπὼν δὲ τὴν ἀρίστην καὶ αὐταρκεστάτην ζωὴν ἔχοντα τὰ θεῖα διατελεῖν τὸν ἅπαντα αἰῶνα βούλεται καὶ ἀπὸ τοῦ ὀνόματος τοῦ αἰῶνος συστῆσαι τὴν ἀθανασίαν αὐτῶν καὶ τὴν ἀϊδιότητα καὶ πρῶτον τὴν ὁλοσχερῆ τοῦ αἰῶνος σημασίαν διαρθρώσας ἀπὸ ταύτης ἐπὶ τὴν κυρίως λεγομένην ἄνεισιν. αἰῶνα γὰρ ἑκάστου λέγομεν τὴν περιεκτικὴν τελειότητα τοῦ χρόνου τῆς ἑκάστου ζωῆς, οὗ μηδέν ἐστιν ἔξω κατὰ φύσιν·2 “ἆνερ, ἀπ’ αἰῶνος νέος ὤλεο”, φησὶν Ὅμηρος, τουτέστι πρὸ τῆς τοῦ κατὰ φύσιν ἐπιβάλλοντός σοι χρόνου τελειότητος. κυριώτερον δὲ αἰῶνα λέγεσθαί φησιν Ἀριστοτέλης τὴν ὁλότητα καὶ τελειότητα τὴν συναιροῦσαν τὸν ἄπειρον χρόνον τοῦ παντὸς οὐρανοῦ· οὗτος γὰρ δικαίως ἀπὸ τοῦ ἀεὶ εἶναι τὴν ἐπωνυμίαν λαβὼν ἀθάνατος καὶ θεῖός ἐστιν καὶ τοῖς μὲν προσεχῶς καὶ κυρίως αὐτοῦ μετέχουσιν ἀθανασίας καὶ ἀϊδιότητός ἐστιν αἴτιος, ἔχων καὶ περιέχων ἐν ἑαυτῷ τὸν σύμπαντα χρόνον, τοῖς δὲ ἄλλοις μερικὴν τῆς ζωῆς παράτασιν χορηγεῖ· πᾶσι γὰρ ἀπ’ αὐτοῦ χορηγεῖται τὸ εἶναί τε καὶ ζῆν, τοῖς μὲν ἀκριβέστερον, τοῖς δὲ ἀμυδρότερον. οἶδε δὲ καὶ πρὸ τούτου αἰῶνα ὁ Ἀριστοτέλης ἐν τῇ Μετὰ τὰ φυσικὰ δύναμιν ὄντα τοῦ πρώτου παρ’ αὐτῷ νοῦ, ὃν ὁ Πλάτων “παράδειγμά” φησι τοῦ χρόνου· τούτου γὰρ ἐν ἑνὶ μένοντος κατ’ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα τὸν χρόνον ὑφίστασθαι. ἀπὸ δὲ τοῦ οὐρανίου αἰῶνος ἐξηρτῆσθαί φησι τὸ εἶναι πᾶσι, διότι ἡ ἐκείνου κίνησις τοῖς ἐν γενέσει πᾶσιν αἰτία τοῦ εἶναι. ὅτι δὲ ἀΐδιον τὸ θεῖον, μαρτυρεῖ, φησί, καὶ τὰ ἐν τοῖς ἐγκυκλίοις φιλοσοφήμασι πολλαχοῦ προφαινόμενα ἐν τοῖς λόγοις, ὅτι τὸ θεῖον ἀμετάβλητον ἀναγκαῖον εἶναι πᾶν τὸ πρῶτον καὶ ἀκρότατον· εἰ γὰρ ἀμετάβλητον, καὶ ἀΐδιον. ἐγκύκλια δὲ καλεῖ φιλοσοφήματα τὰ κατὰ τάξιν ἐξ ἀρχῆς τοῖς πολλοῖς προτιθέμενα, ἅπερ καὶ ἐξωτερικὰ καλεῖν εἰώθαμεν,3 ὥσπερ καὶ ἀκροαματικὰ καὶ συνταγματικὰ τὰ σπουδαιότερα· λέγει δὲ περὶ τούτου ἐν τοῖς Περὶ φιλοσοφίας. καθόλου γάρ, ἐν οἷς ἐστί τι βέλτιον, ἐν τούτοις ἐστί τι καὶ ἄριστον· ἐπεὶ οὖν ἔστιν ἐν τοῖς οὖσιν ἄλλο ἄλλου βέλτιον, ἔστιν ἄρα τι καὶ ἄριστον, ὅπερ εἴη ἂν τὸ θεῖον.

“因此那里的事物本性上既不在场所中”至“从它开始之处以及到它终结之处”。 亚历山大说,这里所说的话,要么是关于第一推动者说的——由于它不在任何事物之内,因而似乎处于一切物体之外,而不在场所中,因为它是无物体的;要么是关于恒星天球说的;并且他更愿意将直至“对于作圆周运动的物体而言,从它开始之处以及到它终结之处的场所是相同的”为止的一切内容理解为关于后者[恒星天球]说的。因为他说,《物理学》中已经证明它不在场所中,因为场所是包容者的界限,而这个天球并没有被另一物体所包容;并且,被时间所包容的事物才在时间中,即作为在时间的一部分中存立者。因此,如果既没有任何物体在其外部,也没有时间包容它的存在,它就既不会在场所中,也不会受时间影响而变老。这也与柏拉图所说的话相合,因为柏拉图说:“他把它制作为完全的、不老的且不病的”。 关于“在最外的移动之上”,他说,如果[亚里士多德]是在谈论第一原因,那么他所说的就是“在恒星天球的运转之上”;但如果他是关于神圣物体说这些话,他所说的“最外的移动”就是直线运动中的最后一种;因为他习惯将直线运动称为“移动”,而将圆周运动称为“运转”。因此,在最外的移动之上的,乃是作圆周运动的全体物体,他说它既不在场所中也不在时间中,是永恒且不老的。因为神圣物体作为一个整体确实不在场所中,但它的各部分在场所中,各行星的天球在场所中。 在说了神圣事物具有最好且最自足的生命而“度过全部万古”之后,他也想从“万古”这个名称来确立它们的不朽性与永恒性,并且在首先阐明了“万古”的粗略含义之后,由此上升到严格意义上所说的万古。因为我们把各事物的万古称为各事物生命的全部时间的包容性完全,按照本性而言其外部没有任何事物:“夫君啊,你年轻时就离弃了寿命而亡,”荷马说,也就是在你按照本性所应得的时间完满之前。但亚里士多德说,更严格意义上的万古乃是指总揽整个天的无限时间的完整性与完全性;因为这正是恰当地由“永远存在”而得名的,是不朽且神圣的,并且对于直接且首要分有它者而言是不朽与永恒的原因,将全部时间持留并包容在自身之中,而对于其他事物则供给生命的局部的延续;因为对所有事物而言,存在与生活都是由此供给的,对一些事物更明晰,对另一些事物则更晦暗。但亚里士多德在《形而上学》中也知道在此之前的万古,即在他看来居于首位的心智的力量,柏拉图将这心智称为时间的“范型”;因为当它在单一中驻留时,时间作为依数目而运移的永恒摹相而存立。并且他说,所有事物的存在都依存天上的万古,因为那天的运动是生成中一切事物存在的原因。 他说,神圣者是永恒的,这也得到了通俗哲学著作中的论辩在多处所显明之事的见证,即凡是居首位与最高峰的神圣者都必然是不可变的;因为如果不可变,也就必然永恒。他把那些从一开始按部就班向大众提出的著作称为通俗哲学著作,我们习惯将这些著作称为公开著作,正如我们把更严肃的著作称为讲义著作与体系著作一样;而他在《论哲学》中论述了这一点。因为普遍而言,在有较好之物存在的事物中,也必然有某种最好之物存在;既然在诸存在者中存在着一物比另一物更好,那么也就存在着某种最好之物,这也就是神圣者。

语法注3 条
  1. 1.99ὑπὲρ δὲ τὴν ἐξωτάτω φορὰν εἰ μὲν λέγοι, φησί, περὶ τοῦ πρώτου αἰτίου, εἴη ἂν λέγων τὸ ὑπὲρ τὴν περιφορὰν τῆς ἀπλανοῦς σφαίρας· εἰ δὲ λέγοι περὶ τοῦ θείου σώματος ταῦτα, ἐξωτάτω φορὰν ἂν λέγοι τὴν ὑστάτην τῶν ἐπ’ εὐθείας κινήσεων

    句首的介词短语 ὑπὲρ δὲ τὴν ἐξωτάτω φοράν 作为主题前置,统摄其后两个平行的条件句。两个带有希求法的条件句(εἰ μὲν λέγοι ... εἴη ἂν λέγων / εἰ δὲ λέγοι ... ἐξωτάτω φορὰν ἂν λέγοι)并列展示了亚历山大对亚里士多德此语的两种假设性解释。

  2. 1.99αἰῶνα γὰρ ἑκάστου λέγομεν τὴν περιεκτικὴν τελειότητα τοῦ χρόνου τῆς ἑκάστου ζωῆς, οὗ μηδέν ἐστιν ἔξω κατὰ φύσιν

    关系代词 οὗ 的先行词是其前紧邻的 τοῦ χρόνου(或以此为核心的“时间的完全性”),指代按照本性而言在该生命的时限“之外”别无剩余的完满存续期间。

  3. 1.99ἐγκύκλια δὲ καλεῖ φιλοσοφήματα τὰ κατὰ τάξιν ἐξ ἀρχῆς τοῖς πολλοῖς προτιθέμενα, ἅπερ καὶ ἐξωτερικὰ καλεῖν εἰώθαμεν

    此处为动词 καλεῖ 带双宾格的结构:τὰ ... προτιθέμενα 为直接宾语,ἐγκύκλια φιλοσοφήματα 为宾语补足语(谓词宾格)。在随后的关系从句中,ἅπερ 充当 καλεῖν 的直接宾语,与补足语 ἐξωτερικά 构成同类结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:287.17-289.4