- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:285.32-287.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修引用亚历山大,通过揭示相对概念的矛盾以及缺乏留存或运动的原因,驳斥了斯多亚派关于宇宙之外存在无限虚空的观点。随后,他引述柏拉图《蒂迈欧篇》关于宇宙唯一性的两个原因(范型的单一性与全部元素的穷尽),表明亚里士多德的主张与柏拉图完全一致。
εἰ δὲ ἄπειρον εἴη, ὥσπερ Χρυσίππῳ δοκεῖ, κενὸν δὲ τοῦτό φασι διάστημα, ὃ οἷόν τε ὂν σῶμα δέξασθαι μὴ δέδεκται, τῶν δὲ πρός τι ἀναγκαῖον, εἰ θάτερον ἔστι, καὶ θάτερον εἶναι,1 εἰ ἔστι τὸ οἷόν τε δέξασθαι, εἴη ἂν καὶ τὸ δεχθῆναι δυνάμενον ἢ ἐνδέχεται εἶναι· σῶμα δὲ οὔτε αὐτοὶ λέγουσιν οὔτε ἔστιν ἄπειρον, ὃ οἷόν τέ ἐστι δεχθῆναι ὑπὸ τοῦ ἀπείρου κενοῦ· οὐδ’ ἄρα τὸ οἷόν τε δέξασθαι ἔστιν αὐτό. Ξέναρχος δὲ τὸ οἷόν τε δέξασθαι μετέβαλεν εἰς τὸ δεκτικόν, ὡς οὕτως λύσων τὴν ἐκ τοῦ πρός τι ἐπιφερομένην ἀτοπίαν τῇ θέσει· οὐ μὴν πλέον τι ἡ μετάληψις ἐποίησε. τὸ γὰρ δεκτικὸν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ οἷόν τε δέξασθαι, τοιοῦτον δὲ ὂν μένει πρός τι ὄν. “ἔτι, φησίν, εἰ ἐν κενῷ ἀπείρῳ ὁ κόσμος, τίς ἡ αἰτία τοῦ μένειν αὐτῷ, ἔνθα ἔστιν; οὐδὲν γὰρ σῶμα ῥοπὴν ἔχον οἷόν τέ ἐστι μένειν μὴ κωλύοντός τινος ἐκτός, εἰ μὴ ἐν οἰκείῳ εἴη τόπῳ· τῷ δὲ κενῷ οὐδεμία διαφορά, ὡς εἶναι αὐτοῦ τόδε μὲν οἰκεῖον τῷ ἐν αὐτῷ σώματι, τόδε δὲ μή. εἰ δὲ μὴ μένει ὁ κόσμος, ἀλλὰ φέρεται, τί μᾶλλον ἐπὶ τάδε ἢ τάδε οἰσθήσεται ἀδιαφόρου ὄντος τοῦ κενοῦ; εἰ δὲ πάντῃ φέροιτο, διασπασθείη ἄν· οὐδὲ γὰρ ὁ θεὸς αὐτοῖς εὐλόγως 〈ἂν〉 ἀνθιστὰς ἑαυτὸν εἴη·2 πῦρ γὰρ ὢν φέροιτο ἂν καὶ αὐτὸς τὴν κίνησιν τοῦ πυρός.” ἢ “οὐ τοιοῦτον λέγομεν αὐτὸν πῦρ ἄφθαρτον αὐτὸν ὑποτιθέμενοι” φαῖεν ἂν πρὸς τὸν Ἀλέξανδρον;3 “τὸ δὲ λέγειν”, φησίν, “ὑπὸ πνεύματος συνεχόμενον τὸν κόσμον τεταμένου διὰ παντὸς αὐτοῦ κατέχεσθαι, ἔνθα ἔστι τοῦ κενοῦ, κενολογεῖν ἐστιν· ἔδει γὰρ καὶ τῶν ἄλλων ἕκαστον σωμάτων ὑπὸ πνεύματος καὶ αὐτὸ συνεχόμενον μὴ κινεῖσθαι κατὰ τόπον. ἔτι τὸ πνεῦμα πρὸς μὲν τὸ μὴ διασπᾶσθαι τὰ μόρια τοῦ ἐν ᾧ ἔστι συνεργοῖ ἂν συνέχον αὐτό, οὐκέτι μέντοι καὶ πρὸς τὸ μὴ φέρεσθαι, καὶ αὐτὸ κινητὸν ὂν καὶ οὐδενὶ σώματι πρὸς τὴν κατὰ φύσιν ῥοπὴν ἐμποδίζον, πρὸς τῷ καὶ τὸ λέγειν ἕκαστον τῶν σωμάτων ὑπὸ πνεύματός τινος συνέχεσθαι ψεῦδος εἶναι, ὡς ἐν ἄλλοις, φησίν, ἡμῖν δέδεικται.” διαβάλλει δὲ ὁ Ἀλέξανδρος καὶ τὸ τῇ φαντασίᾳ τῆς χειρὸς ἀκολουθοῦντας ἀληθὲς ἡγεῖσθαι τὸ λεγόμενον. “πολλῶν γάρ, φησί, καὶ ἀδυνάτων φαντασίας ἴσχομεν· καὶ γὰρ ἕκαστος ἑαυτὸν ἔξω τοῦ ἄστεος φαντασθείη ἂν καὶ τὸ μέγεθος πολλαπλάσιον ἢ βραχύτατον καὶ κεγχριαῖον.” Ταῦτα καὶ περὶ τούτων· τοῦ δὲ Πλάτωνος δύο αἰτίας ἀποδεδωκότος τοῦ ἕνα μόνον εἶναι τὸν κόσμον, μίαν μὲν τὴν ἀπὸ τοῦ παραδείγματος· “ἵνα γάρ”, φησί, “κατὰ τὴν μόνωσιν ὅμοιον ᾖ τῷ παντελεῖ ζῴῳ, διὰ ταῦτα οὔτε δύο οὔτε ἀπείρους ἐποίησεν ὁ ποιῶν κόσμους, ἀλλ’ εἷς ὅδε μονογενὴς οὐρανὸς ἐστί τε καὶ ἔσται”. εἰ γὰρ μετ’ ἄλλων ἦν, οὐκ ἂν ἦν παντέλειος οὗτος ἐν τοῖς αἰσθητοῖς, ὥσπερ ἐν τοῖς νοητοῖς τὸ παράδειγμα, οὐδὲ ἓν ἂν ἦν τὸ τοῦ κόσμου παράδειγμα, εἴπερ, ὡς πρὸ ὀλίγου δεικνύειν ἐπειράθην, ἑνὸς ἀεὶ παραδείγματος μία ἐστὶν εἰκών, πρὸς ὃ προσεχῶς τε καὶ προηγουμένως ἀφομοιοῦται. ἑτέραν δὲ αἰτίαν ὁ Πλάτων ἀποδίδωσι τοῦ ἕνα τὸν κόσμον εἶναι ταύτην, ἣν καὶ Ἀριστοτέλης ἠσπάσατο, τὸ ἐκ πάσης αὐτὸν εἶναι τῆς σωματικῆς συστάσεως. ἵνα δὲ κἀν τούτοις ἡ συμφωνία φανῇ τοῦ Ἀριστοτέλους πρὸς τὸν διδάσκαλον καὶ μέχρι τῶν ὀνομάτων αὐτῶν ἀπαράλλακτος, καὶ ταῦτα τοῦ Πλάτωνος τὰ ῥήματα παραθήσομαι· “τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου σύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπών, τόδε διανοηθείς, πρῶτον μέν, ἵνα ὅλον ὅ τι μάλιστα ζῷον τέλεον ἐκ τελέων τῶν μερῶν εἴη, πρὸς δὲ τούτῳ ἕν, ἅτε οὐχ ὑπολελειμμένων, ἐξ ὧν ἄλλο τοιοῦτο γένοιτο ἄν, ἔτι δὲ ἵνα ἀγήρων καὶ ἄνοσον.” εἶτα ὀλίγα προσθεὶς ἐπάγει· “διὰ δὴ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε ἓν ὅλον ἐξ ὅλων ἁπάντων τέλεον καὶ ἀγήρων καὶ ἄνοσον αὐτὸ ἐτεκτήνατο.” ταῦτα καὶ ὁ Ἀριστοτέλης αὐτοῖς λέγει τοῖς ῥήμασιν, ὅτι ἐξ ἁπάσης τῆς οἰκείας ὕλης ὢν ὁ κόσμος εἷς καὶ μόνος καὶ τέλειος ὁ οὐρανός ἐστιν οὗτος.
然而,如果虚空是无限的,正如克律西波所认为的那样,而他们说虚空是这样一种间隔:它能够容纳物体却没有容纳,并且在相对物中,如果一方存在,另一方必然也存在,那么如果能够容纳的事物存在,能够被容纳的事物也就会存在或可能存在;但能够被无限虚空所容纳的无限物体,他们自己既没有主张,也不存在;因此,能够容纳它的事物也就不存在。色纳尔库斯将“能够容纳”改为“可容受的”,以为这样就能消除由相对物给该主张带来的荒谬;但这词语的置换并没有带来任何更多的效用。因为“可容受的”无非就是“能够容纳”,既然是这样的东西,它就依然是一个相对物。“此外,”[亚历山大]说,“如果宇宙处在无限的虚空中,它留存在其现所在之处的原因是什么?因为任何具有重量倾向的物体,除非有外物阻碍,若不在其固有的场所中就不可能留存;而在虚空中没有任何差异,以至于虚空的这部分对于其中的物体是固有的,而那部分则不是。如果宇宙并不留存,而是运移,那么既然虚空毫无差异,它凭什么向这个方向运移而不向那个方向运移?如果它向四面八方运移,它就会被撕裂;因为在他们看来,即使神也不可能合理地与自身抗衡;因为既然是火,神自身也会随着火的运动而被运移。”或者他们会对亚历山大说:“我们假定神是不朽的,并不说祂是这样的火”?“而主张,”他说,“宇宙由贯穿其全域的精气所维系,因而被拘留在虚空的现存之处,这是空谈;因为其他每个物体自身也由精气维系,理应不在场所上发生运动。此外,精气为了维系其所在之物的各部分不被撕裂,固然能够协同维系它,但对于不发生运移却不再能协同,因为精气自身也是可动的,且不阻碍任何物体的本性倾向;更不用说,主张每个物体都由某种精气所维系本身就是虚假的,正如我们在别处已经证明的那样,”他说。亚历山大还驳斥了他们顺从手的想象而认为所说之话为真的做法。“因为,”他说,“我们对许多不可能的事物也拥有想象;实际上每个人都可以想象自己身处城外,也可以想象自己的体积大上许多倍或极其微小如一粒粟米。” 关于这些事情就谈到这里。柏拉图给出了宇宙仅有一个的两个原因,其一是源于范型的:“因为,”他说,“为了在唯一性上类似于完全的活物,由于这个缘故,创造者既没有造出两个也没有造出无限个宇宙,而是这个独一无二的天现存且将存。”因为如果它与其他事物并存,它在可感觉之物中就不会是完全的,正如范型在可知之物中是完全的那样;宇宙的范型也不会是一个,如果真如我不久前试图表明的那样,对于一个范型而言永远只有一个直接且首要地类似于它的摹相。而柏拉图给出宇宙为一个的另一个原因,也是亚里士多德所赞同的,即宇宙是由全部的物体结构构成的。为了表明亚里士多德在这些事情上与其老师的一致甚至在字句上也别无二致,我将引述柏拉图的这些言辞:“宇宙的构成取尽了四种元素中每一种的全部;因为构成者是由所有的火、水、空气和大地构成它,没有在外部留下任何元素的任何部分或力量,他考虑了这一点:首先,为了使它成为由完全的部分构成的尽可能完全的整体活物;此外成为一个,因为没有留下任何可以由此生成另一个此类宇宙的质料;再者为了使它不老不病。”随后,在补充了少许内容后,他接着说:“正是出于这个原因和这番考量,他把它制作为由所有整体构成的一个完全的整体,并且是不老不病的。”亚里士多德也用完全相同的言辞表明:宇宙由于是由其所有的固有质料构成的,因此这个天是单一的、唯一的且完全的。
- 1.98τῶν δὲ πρός τι ἀναγκαῖον, εἰ θάτερον ἔστι, καὶ θάτερον εἶναι
名词短语 τῶν πρός τι 作为表示范围或限定的属格,修饰无人称结构 ἀναγκαῖον [ἐστι],指明随后的条件句(“如果一方存在,另一方也必然存在”)所适用的范围。
- 1.98οὐδὲ γὰρ ὁ θεὸς αὐτοῖς εὐλόγως 〈ἂν〉 ἀνθιστὰς ἑαυτὸν εἴη
由带有潜在含义的希求法 εἴη ἂν 与分词 ἀνθιστάς 构成的迂说法,意为“神合理地与自身抗衡也是不可能的”。与格 αὐτοῖς 是表示判断的与格,指斯多亚派(“在他们看来”或“根据他们的学说”)。
- 1.98ἢ “οὐ τοιοῦτον λέγομεν αὐτὸν πῦρ ἄφθαρτον αὐτὸν ὑποτιθέμενοι” φαῖεν ἂν πρὸς τὸν Ἀλέξανδρον;
这是辛普里修在引述亚历山大的批判之中插入的疑问句。主动词 φαῖεν ἂν 的主语是斯多亚派学者,介词短语 πρὸς τὸν Ἀλέξανδρον 表明注疏者在此提出了斯多亚派针对亚历山大的一种设想的反驳。
