- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:284.15-285.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明了亚里士多德借助第二格三段论证明天之外既无场所、亦无虚空与时间,并考察了斯多亚学派企图确立天外虚空的思维实验(在天界伸出手臂论证),结合亚历山大的反驳探讨了反事实假定的合理性。
" Ἅμα δὲ δῆλον, ὅτι οὐδὲ τόπος ἕως τοῦ οὔτε τόπος οὔτε κενὸν οὔτε χρόνος ἐστὶν ἔξω." Δείξας, ὅτι οὐκ ἔστι σῶμα οὐδὲν ἔξω τοῦ οὐρανοῦ, ἐκ τούτου δείκνυσιν, ὅτι οὐδὲ τόπος οὐδὲ κενὸν οὐδὲ χρόνος ἔστιν ἐκεῖ, ἐν δευτέρῳ σχήματι συνάγων τὰ συμπεράσματα·1 ἐν παντὶ τόπῳ δυνατὸν ὑπάρξαι σῶμα, ἔξω τοῦ οὐρανοῦ ἀδύνατον ὑπάρξαι σῶμα, ἔξω ἄρα τοῦ οὐρανοῦ οὐκ ἔστι τόπος. καὶ πάλιν· εἰ κενόν ἐστιν, ἐν ᾧ μὴ ὑπάρχει σῶμα, δυνατὸν δὲ γενέσθαι, ἔξω δὲ τοῦ οὐρανοῦ οὐ μόνον οὐκ ἔστι σῶμα, ἀλλ’ οὐδὲ δυνατὸν γενέσθαι, ἔξω ἄρα τοῦ οὐρανοῦ οὐκ ἔστι κενόν. κἀκ τρίτου πάλιν· ὁ χρόνος κινήσεως ὢν ἀριθμὸς ἐκεῖ πάντως ἔστιν, ὅπου κίνησις· κίνησις δέ, ὅπου κινούμενον σῶμα· εἰ οὖν χρόνος μὲν ὅπου καὶ σῶμα, ἔξω δὲ τοῦ οὐρανοῦ οὐδὲν ἔστι σῶμα οὐδὲ γενέσθαι δύναται, ἔξω ἄρα τοῦ οὐρανοῦ οὐκ ἔστι χρόνος οὐδὲ γενέσθαι δύναται. Οἱ δὲ ἀπὸ τῆς Στοᾶς ἔξω τοῦ οὐρανοῦ κενὸν εἶναι βουλόμενοι διὰ τοιαύτης αὐτὸ κατασκευάζουσιν ὑποθέσεως. ἔστω, φασίν, ἐν τῷ ἐσχάτῳ τῆς ἀπλανοῦς ἑστῶτά τινα ἐκτείνειν πρὸς τὸ ἄνω τὴν χεῖρα· καὶ εἰ μὲν ἐκτείνει, λαμβάνουσιν, ὅτι ἔστι τι ἐκτὸς τοῦ οὐρανοῦ, εἰς ὃ ἐξέτεινεν, εἰ δὲ μὴ δύναιτο ἐκτεῖναι, ἔσται τι καὶ οὕτως ἐκτὸς τὸ κωλῦσαν τὴν τῆς χειρὸς ἔκτασιν. κἂν πρὸς τῷ πέρατι πάλιν ἐκείνου στὰς ἐκτείνῃ, ὁμοία ἡ ἐρώτησις· εἶναι γὰρ δειχθήσεται κἀκείνου τι ἐκτὸς ὄν. “ὅτι δέ, φησὶν Ἀλέξανδρος, μὴ ὑγιὲς τοῦτο, οὕτως ἂν δειχθείη· εἰ ἔστιν ὁ κόσμος τὸ πᾶν, καὶ μηδὲν ἔστι τοῦ παντὸς ἐκτός, οὐδ’ ἂν τοῦ κόσμου τι ἐκτὸς εἴη· οὐ γὰρ ἂν ἔτι πᾶν εἴη, εἴ τι εἴη ἐκτὸς ἄλλο αὐτοῦ· ὥστε οὐδ’ ἂν δύναιτό τις ἐκτεῖναι τὴν χεῖρα γενόμενος ἐπὶ τῷ ἐσχάτῳ τοῦ οὐρανοῦ· καὶ γὰρ τὸ ὅλως ἐκεῖ γενέσθαι τινὰ ἀδύνατον καὶ πρὸς ὑπόθεσιν·2 τὸ γὰρ σῶμα τὸ κύκλῳ κινούμενον τὸ θεῖον ἀπαθὲς καὶ μηδὲν τοιοῦτον ἐν αὑτῷ δέξασθαι δυνάμενον.” ἀλλ’ αὕτη μὲν ἴσως οὐκ ἀναγκαία ἡ ἔνστασις· πολλάκις γὰρ ὑποτιθέμεθα τὰ ἀδύνατα διὰ τὴν ἐφεξῆς ἀκολουθίαν τοῦ λόγου· καὶ ὁ Πλάτων γοῦν ὑπέθετό τινα ἐν τῷ ὑπεκκαύματι ἑστῶτα, καθ’ ὃ ἡ τοῦ πυρὸς μάλιστα φύσις, καὶ πρὸς τῇ γῇ νεύουσαν ἔχοντα τὴν κεφαλὴν καὶ δύναμιν λαβόντα ὥστε τοῦ πυρὸς ἀφαιρούμενον ἱστάναι εἰς πλάστιγγας καὶ ἕλκειν τὸν ζυγὸν ἐπὶ τὸν ἀέρα. καίτοι καὶ τοῦτο ἀδύνατον, ἀλλ’ ἵνα δείξῃ μὴ φύσει ὂν τὸ κάτω καὶ τὸ ἄνω καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον ἐπὶ τῆς σφαίρας, τοῦτο ὑπέθετο. ἐπάγει γοῦν τῇ ὑποθέσει· “ῥώμῃ γὰρ μιᾷ δυοῖν ἅμα μετεωριζομένοιν τὸ μὲν ἔλαττον μᾶλλον, τὸ δὲ πλέον ἧττον ἀνάγκη που κατατεινόμενον ξυνέπεσθαι τῇ βίᾳ, καὶ τὸ μὲν βαρὺ καὶ κάτω φερόμενον κληθῆναι, τὸ δὲ σμικρὸν ἐλαφρὸν καὶ ἄνω”. καὶ ὁ Ἀριστοτέλης δὲ ἐν τῷ τετάρτῳ βιβλίῳ μετατιθεμένην τὴν γῆν εἰς τὸν τοῦ πυρὸς τόπον ὑποθήσεται. ἀλλ’ ἐκεῖνο μᾶλλον ῥητέον, ὅπερ καὶ αὐτὸς ὁ Ἀλέξανδρος ἐνεδείξατο, ὅτι, εἰ ἔστιν ὁ κόσμος τὸ πᾶν, καὶ μηδὲν ἔστιν ἐκτὸς τοῦ παντός, ὁμοία ἡ ὑπόθεσις, ὡς εἴ τις εἰς τὸ μὴ ὂν ἐκτείνειν ἐπιχειροίη τὴν χεῖρα· εἴτε γὰρ ἐκτείνοι, ἔστι τις τόπος ὁ δεχόμενος καὶ οὐκέτι τὸ μὴ ὄν, εἴτε μὴ δύναιτο ἐκτείνειν, ἔστι τὸ κωλῦον. ἄτοπος οὖν ἡ ὑπόθεσις καὶ τὸ ζητούμενον προλαμβάνουσα τῇ φαντασίᾳ, ὅτι ἔστι τι τοῦ παντὸς ἐκτὸς ἢ κενὸν ἢ στερέμνιον. “καὶ ἐξ αὐτοῦ δέ, φησὶν Ἀλέξανδρος, οὗ ὑποτίθενται κενοῦ,3 ἀναιροῦσι τὸ εἶναι κενόν. ἔστω γάρ, εἰ δυνατόν, ἐκτὸς τοῦ κόσμου κενόν· τοῦτο δὴ ἤτοι πεπερασμένον ἐστὶν ἢ ἄπειρον. ἀλλ’ εἰ μὲν πεπερασμένον, ὑπό τινος περατοῦται, καὶ πάλιν ἐπὶ τοῦ πέρατος τοῦ κενοῦ ὁ αὐτὸς ἐρωτηθήσεται λόγος, καὶ ἐκτενεῖ τις τὴν χεῖρα ἢ οὐκ ἐκτενεῖ· τί γὰρ φήσουσιν;
“同时显而易见的是,既无场所”至“外既无场所,亦无虚空,亦无时间”。 在表明天之外没有任何物体之后,他由此表明那里既无场所,亦无虚空,亦无时间,并在第二格中得出结论:在每一个场所中都可能存在物体,在天之外不可能存在物体,因此在天之外没有场所。再者:如果虚空是其内不存在物体、但可能生成物体的[间隔],而天之外不仅没有物体,甚至不可能生成物体,那么在天之外就没有虚空。第三又次:时间既然是运动的数目,就必然存在于有运动之处;而运动存在于有运动的物体之处;因此,如果时间存在于物体亦在之处,而天之外没有任何物体也不能生成物体,那么天之外就没有时间,也不能生成时间。 然而斯多亚派的人由于想要天之外存在虚空,便通过这样一种假定来确立它:他们说,假定有人站在恒星天的最边缘向上伸出手;如果他确实伸出了,他们就判定在天之外有他将手伸入其中的某种东西;而如果他不能伸出,那么即便如此,在天外也有阻碍手伸出的某种东西。即使他再次站在那东西的界限处伸出手,问题也是相同的;因为将表明那东西之外也存在某种东西。“然而这一论点是不健全的,”亚历山大说,“可以这样表明:如果宇宙是全体,而全体之外无物存在,那么宇宙之外也不会有任何东西存在;因为如果宇宙之外还有某种别的东西,它就不再是全体了;因此,即使有人来到天的最边缘,他也不可能伸出手;因为根本有人来到那里,即使作为假定也是不可能的;因为作圆周运动的神圣物体是不可受影响的,不可能在自身中接纳任何此类事物。” 然而这一反驳或许并非必要;因为为了随后的论证推论,我们常常假定不可能的事物。例如柏拉图就曾假定有人站在燃素层——火之本性最显现之处,头偏向大地,并获得力量得以取下一部分火置于秤盘上,将天秤拖向空气中。尽管这也是不可能的,但他为了表明在球体上上下与轻重并非依本性存在,才假定了这一点。他在假定之后接着说:“因为当两个物体被同一种力量同时提升到高处时,较小者必然更顺从受强力拉拽,而较大者顺从得较少,一者〔较大者〕被称为沉重且向下运动,小者被称为轻盈且向上[运动]。”亚里士多德在第四卷中也将假定大地被移置到火的场所。毋宁应当说亚历山大自己也指出的那一点:如果宇宙是全体,而全体之外无物存在,那么这种假定就如同有人企图向“非存在”伸出手一样;因为若是他伸出手,就存在着接纳它的某个场所因而已不再是非存在,若是他不能伸出手,就存在着阻碍它的东西。因此,这一假定是荒谬的,并且通过想象预先设定了所探究的前提,即全体之外存在某种东西,无论是虚空还是坚实物体。“而且,”亚历山大说,“根据他们所假定的虚空本身,他们就取消了虚空的存在。因为假定在宇宙之外存在虚空,如果可能的话;那么这虚空要么是有限的,要么是无限的。但如果是有限的,它就受某种东西所限定,于是在虚空的界限处,同样的论证将被再次提出:是否有人会伸出手,还是不会伸出手?因为他们能说什么呢?”
- 1.98ἐν δευτέρῳ σχήματι συνάγων τὰ συμπεράσματα
明确指出紧随其后的三个论证(否定天外存在场所、虚空与时间)均按照第二格三段论(具体为 Camestres 形式:全称肯定大前提与全称否定小前提推导全称否定结论)构成。
- 1.98ἀδύνατον καὶ πὸς ὑπόθεσιν
副词性短语,意为“即使作为假定(为了论证的设定)也是不可能的”,而非表示朝向假定的目的;亚历山大主张这种反事实设想本身都是不能被容许的。
- 1.98καὶ ἐξ αὐτοῦ δέ, φησὶν Ἀλέξανδρος, οὗ ὑποτίθενται κενοῦ
关系代词 οὗ 受其先行词 κενοῦ 的属格同化(吸引)。其基本句法结构等同于 ἐξ αὐτοῦ τοῦ κενοῦ, ὃ ὑποτίθενται(“根据他们所假定的那个虚空本身”)。
