← 辛普里丘

亚里士多德《论天》注释

§283.16-284.14

天外物体不可生成及论证原因之探讨

辛普里丘注解了亚里士多德关于天之外不仅没有物体而且也不可能生成的论证,并就究竟是由全部质料构成还是外无物体作为论证原因这一问题,评析了亚历山大的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.97

" Ἀλλὰ μὴν οὐδὲ γενέσθαι δυνατὸν ἕως τοῦ ἀλλ’ εἷς καὶ μόνος καὶ τέλειος ὁ οὐρανός ἐστιν οὗτος." Δείξας, ὅτι οὐδέν ἐστιν ἔξω τοῦ οὐρανοῦ σῶμα, ἐφεξῆς, ὅτι οὐδὲ γενέσθαι δυνατόν, ἀποδείκνυσι. τοῦτο γὰρ ἦν μάλιστα τὸ προσεχῶς προτεθέν, ὅτι οὐ μόνον εἷς ἐστιν ὁ κόσμος, ἀλλὰ καὶ ἀδύνατον γενέσθαι πλείους, ὅπερ δείκνυται διὰ τοῦ μὴ μόνον μὴ εἶναί τι σῶμα ἐκτὸς τοῦδε τοῦ κόσμου, ἀλλὰ καὶ ἀδύνατον γενέσθαι. ὅτι οὖν οὐδὲ γενέσθαι δυνατόν, διὰ τῆς αὐτῆς ἐφόδου δείκνυσιν· οὔτε γὰρ ἁπλοῦν οὔτε σύνθετον οὔτε κυκλοφορητικὸν οὔτε εὐθυπορούμενον1 διὰ τὸ ἓν εἶναι τὸ μέσον καὶ ἓν τὸ ἔσχατον καὶ τῶν κατὰ φύσιν ἕκαστον μὴ τῷ εἴδει μόνον ἀλλὰ καὶ τῷ ἀριθμῷ ἓν εἶναι. Λέγει δὲ ὁ Ἀλέξανδρος, ὅτι τοῦ μὴ εἶναί τι ἔξω σῶμα αἰσθητὸν τοῦδε τοῦ κόσμου μήτε δύνασθαι γενέσθαι αἰτίαν ἀποδέδωκε τὸ ἐξ ἁπάσης εἶναι αὐτὸν τῆς οἰκείας ὕλης.2 μήποτε δὲ τοὐναντίον τοῦ ἐξ ἁπάσης εἶναι τῆς ὕλης τόνδε τὸν κόσμον αἴτιον ἀποδέδωκε τὸ μηδὲν ἐκτὸς αὐτοῦ σῶμα εἶναι μήτε ἁπλοῦν μήτε σύνθετον. καὶ γὰρ τὴν ἀπορίαν τὴν πολλοὺς εἶναι κόσμους κατασκευάζουσαν λύσας διὰ τοῦ ἐξ ἁπάσης τῆς ὕλης τόνδε τὸν κόσμον συνεστάναι λείπεσθαί φησι τοῦτο δεῖξαι, ὅτι ἐξ ἁπάσης, ὅπερ δείκνυσι διὰ τοῦ μήτε εἶναι μηδὲν ἔξω τοῦ οὐρανοῦ σῶμα μήτε ἐνδέχεσθαι γενέσθαι. τοῦτο οὖν ἐκείνου αἴτιον, εἴπερ διὰ τοῦ αἰτίου ἡ ἀπόδειξις· κἂν γὰρ ἀκολουθῇ ἀλλήλοις τό τε ἐξ ἁπάσης τῆς ὕλης εἶναι καὶ τὸ μηδὲν ἔξω περιλείπεσθαι, ἀλλὰ προηγεῖσθαι δοκεῖ τὸ μηδὲν περιλείπεσθαι τοῦ ἐξ ἁπάσης εἶναι· καὶ γὰρ τὸ πᾶν ὁριζόμενοι λέγομεν ᾧ μηδὲν ἐλλείπει. Καλῶς δὲ εἶπε μηδὲν διαφέρειν σκοπεῖν, εἰ ἔστιν ἢ γενέσθαι δυνατόν· τὰ γὰρ δυνάμενα γενέσθαι καὶ μάλιστα τὰ φυσικὰ καὶ μὴ ἐμποδιζόμενα καὶ γένοιτο ἄν ἢ μάτην ἔχει τὸ δύνασθαι, τὰ δὲ κατὰ προαίρεσιν δυνάμενα γενέσθαι πολλάκις οὐκ ἂν γένοιτο μεθισταμένης τῆς προαιρέσεως ἢ ποθεν κωλυόμενα. οὐ παρέργως δὲ ἤκουσεν ὁ Ἀλέξανδρος τοῦ ὁ πᾶς κόσμος·3 σημεῖον γὰρ τοῦ ἐκ πάσης τῆς ὕλης εἶναι τὸ πᾶν λέγεσθαι τὸν κόσμον φησίν· οὐδὲ γὰρ οὕτως ὁ αἰσθητὸς ἄνθρωπος πᾶς λέγεται οὐδὲ ἄλλο τι αἰσθητὸν παρὰ τὸν κόσμον.

“而且也不可能生成”至“毋宁说,这重天是一、唯一且完全的”。 在表明天之外没有任何物体之后,他紧接着论证[物体]也不可能生成。因为这正是刚才特别提出的论点,即宇宙不仅是一,而且不可能生成多个;而这一点是通过不仅在这宇宙之外没有任何物体,而且也不可能生成而得到表明的。因此,他通过同样的方法表明也不可能生成;因为由于中心是一而最外者是一,并且依自然的各物不仅在形式上是一,而且在数目上也是一,所以单纯物和复合体、作圆周运动者和作直线运行者[都不可能生成]。 亚历山大说,对于这宇宙之外既不存在任何可感觉的物体也不可能生成,他给出的“原因”是它由其固有的全部质料构成。然而难道不反倒是,对于这宇宙由全部质料构成,他给出的“原因”是其外没有任何物体,既无单纯物也无复合体吗?因为在借助这宇宙由全部质料构成而解决了确立存在多个宇宙的疑难之后,他说剩下的正是表明这一点:它是从全部[质料]构成的;而他正是通过天之外既没有任何物体也不可能生成来表明这一点的。因此,如果论证确实是通过原因进行的,那么这一项就是那一项的原因;因为即便由全部质料构成与没有任何东西遗留在外二者互为推论,但在先的似乎是没有遗留任何东西,而非由全部质料构成;因为我们在定义“整体”时说,它是“无所欠缺者”。 而且他说考察存在还是可能生成毫无分别,这说得很好;因为能够生成的事物,尤其是自然事物且不受阻碍时,也是会生成的,否则它拥有这种潜能就是徒劳的;而依抉择能够生成的事物,往往在抉择发生转变或在某处受阻时就不会生成。 亚历山大没有随意地理解“整个宇宙”这一说法;因为他说宇宙被称为“整个”,是它由全部质料构成的表征;因为可感觉的人并不以此种方式被称为“整个”,宇宙之外的任何其他可感觉事物也不被这样称呼。

语法注3 条
  1. 1.97οὔτε γὰρ ἁπλοῦν οὔτε σύνθετον οὔτε κυκλοφορητικὸν οὔτε εὐθυπορούμενον

    此处省略了紧接前文的谓词“可能生成”(γενέσθαι δυνατόν)的否定,需补足理解为“因为单纯物和复合体、作圆周运动者和作直线运行者[都不可能生成]”。

  2. 1.97τοῦ μὴ εἶναί τι ἔξω σῶμα αἰσθητὸν τοῦδε τοῦ κόσμου μήτε δύνασθαι γενέσθαι αἰτίαν ἀποδέδωκε τὸ ἐξ ἁπάσης εἶναι αὐτὸν τῆς οἰκείας ὕλης

    带属格冠词的不定式短语 τοῦ μὴ εἶναι... μήτε δύνασθαι... 用作表关涉/对象的属格,说明是“对于何事”给出原因;而 ἀποδέδωκε 的直接宾语则是带宾格冠词的不定式短语 τὸ ἐξ ἁπάσης εἶναι...,αἰτίαν 为宾语补足语。辛普里丘在后一句中颠倒了这一属格与宾格项的关系以反驳亚历山大。

  3. 1.97οὐ παρέργως δὲ ἤκουσεν ὁ Ἀλέξανδρος τοῦ ὁ πᾶς κόσμος

    动词 ἤκουσεν 支配属格宾语,此处由属格定冠词 τοῦ 直接统摄引语主格短语 ὁ πᾶς κόσμος,将其作为整体名词性短语处理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:283.16-284.14