- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:282.3-283.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘在对《天论》278b25的注释中,阐述了亚里斯多德关于最外层天之外既不可能存在圆周运动物体也不可能存在作直线运动的单纯物体、从而复合物体亦不可能存在的证明,指出了先行注家亚历山大解释的缺陷,并澄清了基于自然处所唯一性的论证结构。
" Εἰ γὰρ ἔστιν ἔξω τῆς ἐσχάτης περιφορᾶς ἕως τοῦ ἀνάγκη γὰρ εἶναι καὶ τὰ ἁπλᾶ τοῦ μικτοῦ ὄντος." Εἰ ἔστι τι σῶμα ἐκτὸς τοῦ ἐσχάτου οὐρανοῦ, ἀνάγκη αὐτὸ ἢ ἁπλοῦν εἶναι ἢ σύνθετον. ἁπλᾶ δὲ σώματα, ὡς ἐκ τῶν ἁπλῶν κινήσεων ἐδείχθη, τό τε κύκλῳ κινούμενόν ἐστι καὶ τῶν ἐπ’ εὐθείας τό τε ἀπὸ τοῦ μέσου τὸ κοῦφον καὶ ἐπιπολαστικὸν καὶ τὸ πρὸς τὸ μέσον τὸ βαρύ τε καὶ ὑφιστάμενον. ἀλλὰ τὸ μὲν κύκλῳ κινούμενον οὐχ οἷόν τε ἔξω εἶναι τοῦδε τοῦ κόσμου, διότι δέδεικται, φησὶν Ἀλέξανδρος, ὅτι οὐδὲ κινηθῆναί τινα παρὰ φύσιν κίνησιν οἷόν τε αὐτό· εἰ δὲ τοῦτο, δῆλον, ὡς οὐδὲ ἐν ἄλλῳ τόπῳ οἷόν τε αὐτὸ ἢ εἶναι ἢ γενέσθαι παρὰ τὸν κύκλῳ, ἐν ᾧ ἔστιν. ἀλλὰ δῆλον, ὅτι ὁ λέγων ἔξω τῆς ἐσχάτης περιφορᾶς εἶναι σῶμα φυσικὸν κύκλῳ φερόμενον οὐ τοῦτον τὸν οὐρανὸν ἐκτὸς ἑαυτοῦ εἶναι ἢ γενέσθαι λέγει, ἀλλὰ ἄλλον ἄλλου κόσμου περιεκτικόν. μήποτε οὖν ῥητέον, ὅτι δέδεικται ἐν τοῖς ἔμπροσθεν ἓν εἶναι τὸ μέσον καὶ ἓν τὸ ἔσχατον, τὸ δὲ ἔσχατον κυκλοφορητικόν ἐστι σῶμα· οὐκ ἂν οὖν εἴη ἐκτὸς τοῦ ἐσχάτου ἄλλο κυκλοφορητικόν, εἴπερ μηδὲ ἄλλο μέσον· ὥστε οὐκ ἐνδέχεται τὴν τοῦ ἐσχάτου φύσιν ἐν ἄλλῳ τόπῳ γενομένην μεταλλάξαι τοῦτον τὸν τόπον,1 ὥστε μὴ ἐν τούτῳ εἶναι πᾶν ἔσχατον, ἀλλὰ καὶ ἐν ἐκείνῳ. τὸ δὲ μεταλλάξαι τὸν αὑτοῦ τόπον οὐκ ἐπὶ τῆς τοῦ κυκλοφορητικοῦ καὶ ἐσχάτου φύσεως ἐκδεξάμενος ὁ Ἀλέξανδρος,2 ἀλλ’ ἐπὶ τούτου τοῦ κυκλοφορητικοῦ, φησὶν αὐτὸ μὴ δύνασθαι ἐν ἄλλῳ τόπῳ ἢ εἶναι ἢ γενέσθαι παρὰ τὸν ἐν ᾧ ἔστι. καίτοι, ὅπερ εἶπον, οὐ τοῦτο προὔκειτο δεῖξαι, ὅτι οὗτος ὁ οὐρανὸς ἐκτὸς ἑαυτοῦ οὐκ ἔστιν, ἀλλ’ ὅτι ἐκτὸς τοῦ ἐσχάτου κυκλοφορητικοῦ σώματος τοῦδε οὐκ ἔστιν ἄλλο ἐγκύκλιον σῶμα, ὥσπερ οὐδὲ κοῦφον οὐδὲ βαρὺ ἄλλο ἐκτὸς εἶναι τοῦδε τοῦ κόσμου δείκνυσιν, ἀλλ’ οὐχ ὅτι τὰ ἐν τούτῳ οὐκ ἔστιν ἐκτὸς αὐτοῦ. ὅτι δὲ οὐδὲ βαρὺ οὐδὲ κοῦφον οὐδὲ ὅλως τῶν ἐπ’ εὐθείας τι κινουμένων ἐστὶν ἔξω τοῦ οὐρανοῦ, δείκνυσιν οἰκείῳ πάλιν τρόπῳ τῆς ἀποδείξεως χρώμενος. εἰ γὰρ ἔστιν, ἢ κατὰ φύσιν ἐστὶν ἢ παρὰ φύσιν· ἑκατέρως γὰρ εἶναι ταῦτα πέφυκεν ἐν τόπῳ· 〈ἀλλὰ κατὰ φύσιν μὲν οὐκ ἔστιν〉· ἄλλοι γὰρ αὐτῶν ἐδείχθησαν οἱ κατὰ φύσιν τόποι καὶ ἐν τῷδε τῷ κόσμῳ, εἰς ὃν κατὰ φύσιν ἕκαστον φέρεται, εἴπερ ἓν ἐδείχθη τὸ μέσον καὶ ἓν τὸ ἔσχατον. εἰ δὲ παρὰ φύσιν ἐκεῖ τις εἶναι λέγοι τι τῶν εὐθυπορουμένων σωμάτων, δῆλον, ὅτι ἄλλοις σώμασιν ἔσονται κατὰ φύσιν ἐκεῖνοι οἱ τόποι· ὁ γὰρ ἄλλῳ παρὰ φύσιν τόπος ἄλλῳ πάντως κατὰ φύσιν ἐστίν· οὐδὲν δέ ἐστιν ἄλλο σῶμα παρὰ ταῦτα ἁπλοῦν· ὥστε οὐδὲ τόπος ἔσται, ἐν ᾧ τι ἄλλο σῶμα παρὰ ταῦτα ἔσται ἁπλοῦν. εἰ δὲ μηδὲν ἁπλοῦν σῶμα οἷόν τε ἐκτὸς εἶναι τοῦδε τοῦ οὐρανοῦ, οὐδὲ τῶν μικτῶν ἂν εἴη· τὰ γὰρ μικτὰ ἐκ τῶν ἁπλῶν σύγκειται, καὶ ὄντων μικτῶν ἀνάγκη καὶ ἁπλᾶ εἶναι. Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι πᾶσαν ταύτην τὴν ἀπόδειξιν ἠρτημένην τῶν πρόσθεν ἀποδεδειγμένων προήγαγεν,3 ἐν οἷς ἐδείκνυε τὸν κατὰ φύσιν ἑκάστου τῶν σωμάτων τόπον οὐ μόνον τῷ εἴδει, ἀλλὰ καὶ τῷ ἀριθμῷ ἕνα ὄντα ἐν τούτῳ τῷ κόσμῳ εἶναι, διόπερ καὶ τὸ κυκλοφορητικὸν σῶμα ἀποδεδεῖχθαί φησι μὴ ἐνδέχεσθαι μεταλλάξαι τὸν αὑτοῦ τόπον καὶ τῶν εὐθυπορουμένων ἐνταῦθα τοὺς οἰκείους εἶναι τόπους· τοῦτο γὰρ δηλοῖ τὸ ἄλλοι γὰρ αὐτῶν οἰκεῖοι τόποι.
“因为如果在最外层周转之外存在”至“因为如果混合物存在,单纯物也必然存在”。 如果最外层天之外存在某种物体,它必然要么是单纯的,要么是复合的。正如从单纯运动中所表明的那样,单纯物体是作圆周运动的物体,以及在作直线运动的物体中,既有离开中心、轻且浮于表面的物体,又有朝向中心、重且沉于底部的物体。然而,作圆周运动的物体不可能存在于这宇宙之外,因为亚历山大说,已经证明它甚至不能作任何反自然的运动;如果这样,显而易见,除了它所在的圆周处所之外,它既不可能存在也不可能生成于任何其他处所。但是显而易见,说在最外层周转之外存在作圆周运动的自然物体的人,并不是在说这重天自身存在或生成于自身之外,而是在说存在着包容另一个宇宙的另一重天。那么,难道不应当说,在前面的论述中已经表明中心是一,最外者也是一,而最外者是作圆周运动的物体吗?因此,如果并没有另一个中心,那么在最外者之外就不可能存在另一个作圆周运动的物体;以至于最外者的本性不可能生成于另一个处所而改变这个处所,从而使所有的最外者不在这处所之中,而也在那一处所之中。然而亚历山大并没有将“改变自身的处所”理解为就作圆周运动者及最外者的本性而言,而是理解为就这个[特定的]作圆周运动者而言,从而声称它除了所在的处所之外不可能存在或生成于任何其他处所。然而正如我所说的,摆在他面前的任务并不是证明这重天不在自身之外,而是证明在这最外的作圆周运动的物体之外不存在另一个圆周形物体,正如他也表明在这个宇宙之外不存在另一个轻的或重的物体,而不是表明这之中的事物不在它之外。至于重的、轻的或总体上任何作直线运动的物体都不在天之外,他再次运用了固有的论证方式予以阐明。因为如果存在,它要么是顺乎自然的,要么是反乎自然的;因为这些物体在自然上就是以这两种方式之一存在于处所之中的;[然而并不是顺乎自然的];因为如果已经表明中心是一而最外者是一,那么它们的自然处所已经被证明是各不相同的并且是在这宇宙之中的,各个物体正是顺乎自然地移向这宇宙。如果有人说作直线运行的物体中的某物是反自然地存在于那里,显而易见,那些处所对于其他物体来说将是顺乎自然的;因为对于一物而言反自然的处所,对于另一物而言必定是顺乎自然的;但是在这些物体之外并没有其他单纯物体;因此也不会存在一个处所,在其中会有除了这些物体之外的某种其他单纯物体。而如果没有任何单纯物体能够存在于这重天之外,那么混合物体也就不可能存在;因为混合物是由单纯物构成的,并且混合物存在时,单纯物也必然存在。值得注意的是,他推进这整个论证时是将其依附于先前已获证明的事物之上的,在那些论述中他曾表明,各个物体的自然处所不仅在形式上是一,而且在这个宇宙中在数目上也是一;正因如此,他也说作圆周运动的物体已被证明不可能改变自身的处所,并且作直线运行的物体的本己处所就在这里;因为“因为它们的本己处所是另一些处所”所表明的正是这一点。
- 1.96ὥστε οὐκ ἐνδέχεται τὴν τοῦ ἐσχάτου φύσιν ἐν ἄλλῳ τόπῳ γενομένην μεταλλάξαι τοῦτον τὸν τόπον
这是作为无人称动词 οὐκ ἐνδέχεται(不可能)之后续从属成分的带对格的不定式结构。不定式 μεταλλάξαι 的逻辑主语是对格短语 τὴν τοῦ ἐσχάτου φύσιν,其直接宾语是 τοῦτον τὸν τόπον。与之同格一致的分词 γενομένην 充当副词性分词,表方式、手段或条件(“在另一处所生成从而……”)。
- 1.96τὸ δὲ μεταλλάξαι τὸν αὑτοῦ τόπον οὐκ ἐπὶ τῆς τοῦ κυκλοφορητικοῦ καὶ ἐσχάτου φύσεως ἐκδεξάμενος ὁ Ἀλέξανδρος
这是一个倒置结构,句首的定冠词带不定式短语 τὸ δὲ μεταλλάξαι τὸν αὑτοῦ τόπον(改变自身的处所)作后随分词 ἐκδεξάμενος 的宾语。主句的核心骨架为 ὁ Ἀλέξανδρος... φησὶν αὐτὸ μὴ δύνασθαι...(“亚历山大……声称它不能……”),而介词短语 ἐπὶ τῆς... φύσεως 表示理解或适用的对象范围(“就……的本性而言”)。
- 1.96πᾶσαν ταύτην τὴν ἀπόδειξιν ἠρτημένην τῶν πρόσθεν ἀποδεδειγμένων προήγαγεν
受动态分词 ἠρτημένην(依附于、依赖于)作为谓语性分词修饰主句动词 προήγαγεν(推进)的直接宾语 πᾶσαν ταύτην τὴν ἀπόδειξιν。分词 ἠρτημένην 支配表示依存对象的属格补足语 τῶν πρόσθεν ἀποδεδειγμένων(“先前已获证明的事物”)。
