← 辛普里丘

亚里士多德《论天》注释

§280.32-282.2

作为整个宇宙的天之定义与天外无物体的论证

辛普利丘讨论了综合前两种含义作为整个永恒第五实体的天,阐释了涵盖所有自然物体的整个宇宙作为“天”的第三种含义,并由此引出亚里斯多德接下来关于天外不存在物体的证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.95#2

διῃρημένως δὲ τὴν ὀνομασίαν ἐπί τε τοῦ ἀπλανοῦς καὶ τοῦ πλανωμένου παραδοὺς δέδωκεν ἐννοεῖν, ὅτι καὶ πᾶν τὸ κυκλοφορητικὸν καὶ ἀΐδιον τὸ πρὸς τὸ γενητὸν καὶ φθαρτὸν ἀντιδιῃρημένον οὐρανὸν λέγομεν. καὶ γὰρ καὶ αὐτὸς ὡς μίαν ἔχοντος τοῦ ὅλου φύσιν1 καὶ μίαν κίνησιν τὴν κυκλοφορίαν κοινῶς ἀπέδειξε περὶ αὐτοῦ, καὶ ὅτι ἄλλη παρὰ τὰ ὑπὸ σελήνην στοιχεῖα πέμπτη τίς ἐστιν οὐσία τοῦ οὐρανίου σώματος οὔτε βάρος ἔχουσα οὔτε κουφότητα, καὶ ὅτι ἀγένητον τοῦτο καὶ ἄφθαρτόν ἐστι, κοινῶς ἔδειξε καὶ πάλιν ἀποδείξει· ὥστε καὶ ἑνὶ ὀνόματι καὶ τὸ ὅλον φαίνεται καὶ αὐτὸς καλῶν. Τρίτον δὲ τοῦ οὐρανοῦ σημαινόμενον λέγει τὸ περιεχόμενον σῶμα ὑπὸ τῆς ἐσχάτης περιφορᾶς σὺν αὐτῇ δηλονότι τῇ ἐσχάτῃ περιφορᾷ· τὸ γὰρ ὅλον καὶ τὸ πᾶν εἰώθαμεν λέγειν οὐρανόν, ὥστε τὸ περιεχόμενον εἰλῆφθαι σὺν τῷ περιέχοντι, καὶ κατὰ τοῦτο τὸν ὅλον κόσμον οὐρανὸν λέγεσθαι. καὶ ἐστι καὶ τοῖς πρὸ τοῦ Ἀριστοτέλους τὸ ὄνομα σύνηθες· πολλαχοῦ γοῦν καὶ ὁ Πλάτων οὐρανὸν τὸν κόσμον καλεῖ ὥσπερ καὶ ἐν τῷ Πολιτικῷ λέγων “ὃν δὲ οὐρανὸν καὶ κόσμον ἐπωνομάκαμεν” καὶ ἐν Τιμαίῳ “ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος ἢ καὶ ἄλλο, ὅ τι ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω”. λέγεται δὲ καὶ ὁ κόσμος οὐρανός, ἢ ὅτι κατὰ τὸ κυριώτατον τῶν ἐν αὐτῷ καλῶς εἶχεν αὐτὸν ὀνομάζεσθαι, ὡς καὶ ὁ ἄνθρωπος κατὰ τὴν ψυχὴν καὶ τῆς ψυχῆς τὸ λογιζόμενον ἄνθρωπος λέγεται διὰ τὸ ἀναθρεῖν, ἃ ὄπωπεν,2 καὶ τὰ πολλὰ εἰς ἓν συνάγειν· μόνος γὰρ τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος τὰ ἐκ πολλῶν ἰόντα αἰσθήσεων ἀναλογιζόμενος εἰς ἓν συναιρεῖ. εἰ δὲ καὶ τὴν ἐτυμολογίαν τις ἐννοήσει τοῦ οὐρανίου σώματος, ἣν ὁ Πλάτων ἐν τῷ Κρατύλῳ παραδέδωκεν, ὅτι ὁ οὐρανὸς ὁ τὸ ἄνω ὁρῶν ἐστιν ὡς εἰς τὰ αἴτια τὰ ἑαυτοῦ ἐστραμμένος καὶ μένων ἐν αὐτοῖς, εἰκότως ἂν καὶ ὁ κόσμος οὐρανὸς λέγοιτο τῶν ἑαυτοῦ αἰτίων ἐξηρτημένος. τριχῶς δὴ τοῦ οὐρανοῦ λεγομένου τὸ τρίτον τοῦτο σημαινόμενον, καθ’ ὃ καὶ ὁ κόσμος ὅλος οὐρανὸς λέγεται, τοῦτο εἶναί φησιν, ὅπερ ἐξ ἅπαντος εἴρηται συνεστάναι τοῦ φυσικοῦ καὶ αἰσθητοῦ σώματος· καὶ τὴν αἰτίαν προστέθεικεν· διὰ γὰρ τὸ μήτε εἶναι σῶμα ἔξω τοῦ οὐρανοῦ μήτε ἐνδέχεσθαι γενέσθαι. εἰ γὰρ μηδέν ἐστιν ἐκτὸς αὐτοῦ σῶμα, δῆλον, ὅτι ἐξ ἁπάσης ἂν εἴη τοῦτο τῆς σωματικῆς συστάσεως. τοῦτο οὖν λοιπὸν δεικτέον, ὅτι οὔτε ἔστι τι σῶμα ἔξω τοῦ οὐρανοῦ οὔτε ἐνδέχεται γενέσθαι.

此外,他分别将该名称赋予恒星天球与行星天球,这便使人领会到,我们也把那与可生成和可毁灭者相对立的、整体作圆周运动且永恒者称为天。因为他自己也把整体当作具有单一的本性和单一的运动——即圆周运动——,就此作了共同的证明;并且天体有不同于月下诸元素的某种第五实体,既无重量也无轻量,且它是无生而不可毁灭的,这些他也作了共同的阐明,并且还将再次予以证明;因此看来他自己也用一个单一的名称来称呼这整个整体。他提到的天的第三种含义,是被最外层周转所包容的物体,显然是与最外层周转本身一起被提及的;因为我们习惯于将整体和全部称为天,以至于被包容者与包容者一起被把握,并且根据这一点,整个宇宙被称为天。而且这个名称对于亚里斯多德之前的人来说也是习见的;无论如何,柏拉图在许多地方也把宇宙称为天,正如在《政治家》中说“我们称为天与宇宙的那个东西”,以及在《蒂迈欧》中说“凡整个天,或宇宙,或无论它在受称时最愿接受的其他什么名称,就让我们用这名称来称呼它吧”。宇宙之所以被称为天,或者是因为按照其中最主导的部分来命名它是恰当的,正如同人按照灵魂以及灵魂的推理部分被称为人,是由于考察其所见之物并将众多归入于一;因为在其他动物中,唯有人通过对来自诸多感觉的事物进行推理而将其综摄为一。如果有人进一步领会柏拉图在《克拉底鲁》中所传达的天体的词源学,即天是向上观看者,仿佛转向其自身的原因并停留在它们之中,那么宇宙作为依存于其自身的原因者,顺理成章地也可以被称为天。既然天有这三种说法,他说这第三种含义——依此整个宇宙也被称为天——正是被说成由全部自然和可感物体所构成的;并且他补充了原因:因为天之外既没有物体,也不可能生成任何物体。因为如果其外没有任何物体,显而易见,这就将是由全部物体构架所构成的。因此,接下来必须证明这一点:天之外既没有任何物体存在,也不可能生成任何物体。

语法注2 条
  1. 1.95ὡς μίαν ἔχοντος τοῦ ὅλου φύσιν

    带有连词 ὡς 的属格绝对结构,其中 τοῦ ὅλου 作主语。它表示主语亚里斯多德进行共同证明(ἀπέδειξε)时所依据的前提或视角(“既然整体具有单一本性”)。

  2. 1.95διὰ τὸ ἀναθρεῖν, ἃ ὄπωπεν

    前置词 διὰ 接带有冠词的不定词 τὸ ἀναθρεῖν 表示原因。关系从句 ἃ ὄπωπεν(含完成时动词)作不定词 ἀναθρεῖν 的宾语,这一结构承袭了柏拉图在《克拉底鲁》中对“人”(ἄνθρωπος)的词源学解释(“考察其所见之物者”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:280.32-282.2