- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:280.1-280.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐释亚里斯多德在《论天》278b11中论及的“天”的前两种含义(恒星天球与行星天球),辨析了将最高处和最外层称为天的习惯,并化解了有关神圣者居所的疑问。
" Ἕνα μὲν οὖν τρόπον οὐρανὸν λέγομεν ἕως τοῦ μήτε ἐνδέχεται γενέσθαι." Τριχῶς λέγεσθαι τὸν οὐρανόν φησι· καὶ γὰρ τὴν ἀπλανῆ σφαῖραν οὐρανὸν ἐξαιρέτῳ καλοῦμεν ὀνόματι, ἣν αὐτὸς διχῶς ἀφωρίσατο οὐσίαν λέγων αὐτὴν τῆς ἐσχάτης τοῦ παντὸς περιφορᾶς, τουτέστιν ἡ ἐσχάτη κυκλοφορουμένη οὐσία,1 ἢ σῶμα φυσικὸν τὸ κατὰ τὴν ἐσχάτην τοῦ παντὸς περιφοράν, ἀντὶ τῆς οὐσίας κοινοτέρας οὔσης τὸ φυσικὸν σῶμα μεταλαβὼν προσεχέστερον ὑπάρχον τοῦ προκειμένου γένος. καὶ μαρτύρεται τὴν συνήθειαν οὐρανὸν τὸ ἄνω μάλιστα καὶ τὸ ἔσχατον καλοῦσαν· εἰ γὰρ ἐν οὐρανῷ τὸ θεῖον πᾶν ἱδρῦσθαί φαμεν, ὡς ἀνωτάτω δὲ πάντων ἱδρυμένον αὐτὸ προσκυνοῦμεν (ἔλεγε γοῦν καὶ κατ’ ἀρχάς, ὅτι πάντες τὸν ἄνω τόπον τῷ θείῳ ἀποδιδόασι), δῆλον, ὅτι τὸ ἔσχατον καὶ ἀνωτάτω μάλιστα οὐρανὸν καλεῖσθαι νομίζομεν, κἂν χρώμεθα τῷ ὀνόματι καὶ ἐπὶ ἄλλων. ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος, ὅτι οὐχ ὡς τοῦ αὐτοῦ ὄντος τοῦ ἄνω καὶ τοῦ πέριξ ἤτοι τοῦ ἐσχάτου οὕτως εἶπε τὸ ἔσχατον καὶ τὸ ἄνω, ἀλλ’ ὡς ἐν ἔθει ὂν2 τὸ ἔσχατον ἐκεῖνο ἄνω καλεῖν, ἐπεὶ αὐτὸς τὸ ἄνω πρὸς τὸ κάτω ἀντιτιθεὶς καὶ τὸ μὲν κοῦφον πρὸς τὸ ἄνω κινεῖσθαι λέγων, τὸ δὲ βαρὺ πρὸς τὸ κάτω, τῷ κοίλῳ τῆς σεληνιακῆς σφαίρας ὁρίζει τὸ ἄνω· μέχρι γὰρ ἐκείνου φέρεται τὸ πάντων ἐπιπολαστικόν τε καὶ κουφότατον τὸ πῦρ. “εἴη δὲ ἄν, φησί, καὶ τὸ ἔσχατον ἄνω, εἴπερ ὑπὲρ τὸ κουφότατόν ἐστιν.” ἀλλὰ πῶς ἐν τῇ ἀπλανεῖ πᾶν ἱδρῦσθαι τὸ θεῖον λέγομεν, εἰ θείας καὶ τὰς πλανωμένας νομίζομεν; ἢ ὅτι τῷ θείῳ πανταχοῦ τὸ ἀκρότατον ἀποδιδόντες καὶ τὸν ὅλον οὐρανὸν θεῖον νομίζοντες κατὰ τὸ ἀκρότατον αὐτοῦ χαρακτηρίζομεν, καὶ ἡ ἐπιστροφὴ ἡμῶν ἡ πρὸς τὸ θεῖον ἐπὶ τὸ ἄνω τεινομένη μέχρι τοῦ ἀνωτάτω χωρεῖ; ἢ διότι πάντα τὰ θεῖα τῆς πρώτης ἀρχῆς ἐξημμένα καὶ ὑπερκόσμια ὄντα τῇ ἑαυτῶν φύσει ὑπὸ τοῦ πρώτου καὶ καλλίστου τῶν σωμάτων μάλιστα μετέχεται; Δεύτερον σημαινόμενον τοῦ οὐρανοῦ λέγει, καθ’ ὃ καὶ τὸ πλανώμενον οὐρανὸν λέγομεν· τοῦτο γάρ ἐστι τὸ συνεχὲς ἤτοι προσεχὲς σῶμα τῇ ἐσχάτῃ περιφορᾷ τοῦ παντός, ἐν ᾧ σελήνη καὶ ἥλιος καὶ τὰ ἄλλα ἄστρα τὰ πλανᾶσθαι λεγόμενα. καὶ ὅτι καὶ τοῦτον οὐρανὸν λέγομεν, πιστοῦται ἐκ τοῦ καὶ ταῦτα τὰ ἄστρα ἐν οὐρανῷ λέγειν ἡμᾶς.
“因此,以一种方式我们说天”至“也不可能生成”。 他说天有三种说法。因为我们以特称将恒星天球称为天,而他自己以两种方式界定了它,称它为整个宇宙最外层周转的实体——即最外层作圆周运动的实体——,或者是整个宇宙最外层周转中的自然物体;他用作为当前论题更切近之属的自然物体,代替了更为普遍的实体。他还引证了将最上和最外之处称为天的习惯。因为如果我们说全部神圣者都安座在天中,并将它作为安座在万物最高处者来敬拜(无论如何,他在开头也曾说过,所有人都将上方的处所归于神圣者),那么显然,即使我们也将这名称用于其他事物,我们仍认为最外和最高者最主要被称为天。但亚历山大提请注意,他之所以说最外和上方,并非因为上方与周围即最外是同一的,而是因为照习惯将那个最外者称为上方;因为〔亚里斯多德〕自己将上方与下方相对立,并说轻者向上运动而重者向下运动,他是用月球天球的凹面来界定上方的;因为万物中最趋向表层且最轻的火,乃是运动至那里的。“不过,”他说,“既然最外者处于最轻者之上,最外者也可以说是上方。” 但是,如果我们认为行星也是神圣的,我们又怎能说全部神圣者都安座在恒星天中呢?这是不是因为我们处处将顶峰归于神圣者,并将整个天视为神圣的,依其顶峰来表征它,且我们朝向神圣者的归向向上伸展,一直达到最高处呢?抑或是因为依赖于第一原理且依其自身本性而言是超世界的一切神圣者,尤其被诸物体中最在先且最美好的物体分有着呢?他谈到了天的第二种含义,依此我们也称行星天为天;因为这是与整个宇宙最外层周转相连续即相临近的物体,在其中有月亮、太阳以及被称为漫游的其他星体。而我们也称此为天,这由我们也说这些星体“在天中”得到了证实。
- 1.95τουτέστιν ἡ ἐσχάτη κυκλοφορουμένη οὐσία
该句是对前面宾格短语 οὐσίαν λέγων αὐτὴν τῆς ἐσχάτης τοῦ παντὸς περιφορᾶς 的转述说明,但由 τουτέστιν(即)引出后转回主格(主格同位解释)。
- 1.95ἀλλ’ ὡς ἐν ἔθει ὂν
基于无人称表达(ἔστιν ἐν ἔθει)的中性分词 ὄν 构成的宾格绝对结构(accusativus absolutus)。通过 ὡς 与前文的属格绝对结构 ὡς τοῦ αὐτοῦ ὄντος τοῦ ἄνω καὶ τοῦ πέριξ 构成并列,表达亚历山大所指出的解释理由。
