- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:278.3-279.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里斯多德如何借助“全部质料”与“不可解体性”的论据驳斥关于宇宙多元性的大前提(即形式与复合体有别者可有多具),并检视与批评了亚历山大关于“底层质料中的形式”的表述及灵魂地位的相关注解。
" Τὸ μὲν οὖν ἕτερον εἶναι τὸν λόγον ἕως τοῦ λείπεται ἄρα τοῦτο δεῖξαι, διότι ἐξ ἅπαντος τοῦ φυσικοῦ καὶ τοῦ αἰσθητοῦ συνέστηκε σώματος." Ἐντεῦθεν λύειν ἄρχεται τὴν ἀπορίαν. δύο δὲ προτάσεις τῆς ἀπορίας λαβούσης, μίαν μὲν τὴν λέγουσαν τοῦ οὐρανοῦ ἄλλο μὲν τὸ εἶδος εἶναι, ἄλλο δὲ τὸ συναμφότερον, διότι αἰσθητὸς καὶ ἔνυλος καὶ τῶν καθ’ ἕκαστά ἐστιν, ἑτέραν δὲ τὴν λέγουσαν, ὧν ἄλλη μὲν ἡ μορφὴ καὶ τὸ εἶδος, ἄλλο δὲ τὸ συναμφότερον, τούτων ἤτοι ἔστιν ἢ ἐνδέχεται πλείω γενέσθαι τὰ καθ’ ἕκαστα,1 τὴν μὲν ἐλάττονα πρότασιν ἀποδέχεται, διαβάλλει δὲ τὴν μείζονα ὡς οὐκ ἀναγκαίως τὸ καθόλου τιθεῖσαν. οὐ γάρ, ὧν ἄλλη ἡ μορφὴ καὶ ἄλλο τὸ συναμφότερον, ἀνάγκη πλείω τῷ ἀριθμῷ εἶναι. καὶ γάρ, εἰ ἕν τι ἐξ ἁπάσης τῆς ὕλης συνέστηκεν, οἷον εἰ ἡ τῆς ῥινὸς μορφὴ κατὰ τὸ γρυπὸν αὐτῆς ἢ σιμὸν ἐν σαρκὶ πεφυκυῖα γίνεσθαι μία οὖσα τῷ ἀριθμῷ ἐν πάσῃ γίνοιτο τῇ σαρκί, ὁμοίως δὲ καὶ εἰ τῷ ἀνθρώπῳ ὕλη σάρκες καὶ ὀστᾶ, εἰ ἐκ πάσης τῆς σαρκὸς καὶ πάντων τῶν ὀστῶν ἄνθρωπος γίνοιτο, τὸ μὲν ἄλλο τὸ εἶδος εἶναι καὶ ἄλλο τὸ συναμφότερον ἐπ’ αὐτῶν ἀληθές, οὐκέτι μέντοι ἀνάγκη πλείονα τῷ ἀριθμῷ εἶναι τὰ τοῦ εἴδους τούτου μετέχοντα, εἰ ἐξ ἁπάσης τῆς ὕλης εἴη τὸ συναμφότερον· ὥστε οὔτε γρυπὰ πολλὰ οὔτε ἀνθρώπους πολλοὺς ἀνάγκη εἶναι, διὰ τὸ τὴν μείζονα πρότασιν μὴ ἀναγκαίως τὸ καθόλου τιθέναι. πάνυ δὲ ἀκριβῶς προσέθηκε τὸ ἀδυνάτων ὄντων διαλυθῆναι·2 κἂν γὰρ ἐξ ἁπάσης τῆς σαρκὸς καὶ πάντων τῶν ὀστῶν ἄνθρωπος συνεστήκει, διαλύοιτο δὲ ταῦτα, οὐδὲν κωλύει συντιθεμένων πάλιν αὐτῶν καὶ ἄλλοτε ἄλλου γινομένου ἀνθρώπου πολλοὺς τῷ ἀριθμῷ γενέσθαι ἀνθρώπους· ἀδιαλύτων μέντοι μενόντων οὐκ ἂν ἐνδέχοιτο ἄλλον εἶναι ἄνθρωπον, εἴπερ ἔνυλος μὲν ὁ ἄνθρωπος, ἄλλη δὲ ὕλη μὴ ἔστι παρὰ τὴν τῷ ἑνὶ ἀνθρώπῳ ὑποκειμένην· ὥστε καὶ ὁ οὐρανὸς κἂν ἔνυλος καὶ αἰσθητός ἐστι καὶ διὰ τοῦτο τῶν καθ’ ἕκαστα, ἄλλο μὲν ἐν αὐτῷ παρὰ τὸ σύνθετον τὸ οὐρανῷ εἶναι καὶ οὐχ ἁπλῶς οὐρανῷ, ἀλλὰ τῷδε τῷ οὐρανῷ, τουτέστι τῷ καθ’ ἕκαστα· ἄλλο γὰρ καὶ ἐν αὐτῷ τὸ εἶδος καὶ ἄλλο τὸ συναμφότερον· οὐ μέντοι διὰ τοῦτο εἴη ἂν ἄλλος οὐρανὸς οὔτ’ ἂν ἐνδέχοιτο γενέσθαι πλείους διὰ τὸ πᾶσαν τὴν ὕλην περιειληφέναι τοῦτον. εἰπόντος δὲ τοῦ Ἀριστοτέλους ὅλως γὰρ ὅσων ἔστιν ἡ οὐσία ἐν ὑποκειμένῃ τινὶ ὕλῃ σημειωτέον, φησὶν Ἀλέξανδρος, ὅτι τὸ εἶδος ἐν ὑποκειμένῃ τῇ ὕλῃ λέγει κοινότερον ὡς ὑποκειμένου τινὸς δεόμενον· συνήθης γὰρ ἡ χρῆσις αὐτῷ· ἢ εἴρηται, φησίν, ἀντὶ τοῦ οἷς τὸ εἶναι σὺν ὕλῃ ἔστι; καὶ ταῦτα μὲν δῆλα καὶ εἴρηται μετρίως. ἀλλ’ εἴπερ, φησί, τὸ εἶδος ἐν ὑποκειμένῃ τῇ ὕλῃ ἐστίν, ἔσται οὕτως καὶ ἡ ψυχὴ ἐν ὑποκειμένῳ· πῶς οὖν τὸ οὐδεμία οὐσία ἐν ὑποκειμένῳ εἴρηται ἐν Κατηγορίαις; καὶ τοῦτο μὲν λύει καλῶς· ἡ γὰρ συναμφότερος, φησίν, οὐσία ἡ ἔνυλος καὶ αὐτὴ ἐφ’ ἑαυτῆς οὖσα, αὕτη λέγεται ἐκεῖ μὴ εἶναι ἐν ὑποκειμένῳ· τὸ δὲ τῆς ψυχῆς παράδειγμα μάτην, ὡς οἶμαι, παρέθετο τούτου μόνου ἕνεκεν τοῦ δεῖξαι, ὅτι καὶ κατὰ Ἀριστοτέλην ἐντελέχεια καὶ εἶδος οὖσα ἡ ψυχὴ ἐν ὑποκειμένῳ ἐστί. καίτοι καὶ ἐν τῷ Περὶ ψυχῆς διττὴν τὴν ἐντελέχειαν καὶ τὸ εἶδός φησιν ὁ Ἀριστοτέλης, τὴν μὲν χωριστήν, τὴν δὲ ἀχώριστον, καὶ περὶ τοῦ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως σαφῶς εἶπεν, ὅτι ἔοικε ψυχῆς γένος ἕτερον εἶναι καὶ τοῦτο μόνον ἐνδέχεσθαι χωρίζεσθαι, καθάπερ καὶ τὸ ἀίδιον τοῦ φθαρτοῦ· καὶ ἐν τῷ τρίτῳ δὲ περὶ τοῦ κατ’ ἐνέργειαν νοῦ τῆς ψυχῆς λέγων “οὗτος, φησίν, ὁ νοῦς χωριστὸς καὶ ἀπαθὴς καὶ ἀμιγὴς τῇ οὐσίᾳ ὢν ἐνέργεια”· ἐνταῦθα μέντοι σαφῶς περὶ τῶν σωματικῶν εἰδῶν ὁ λόγος, καὶ περὶ τούτων εἶπεν, ὅτι, ὅσων ἐστὶν ἡ οὐσία ἐν ὑποκειμένῃ τινὶ ὕλῃ, τούτων οὐδὲν ἐνδέχεται γίνεσθαι μὴ ὑπαρχούσης τινὸς ὕλης. εἰπὼν τοίνυν λύεσθαι τὴν ἀπορίαν τῷ ἐξ ἁπάσης τῆς ὕλης συνεστάναι τὸν κόσμον εἰκότως λοιπόν, ὅτι ἐξ ἁπάσης τῆς ὕλης συνέστηκεν ὁ οὐρανὸς ἤτοι ὁ κόσμος, προτίθεται δεικνύναι διοριζόμενος πρῶτον, ποσαχῶς ὁ οὐρανὸς λέγεται, καὶ ὅτι καθ’ ἓν τῶν σημαινομένων οὐρανὸν λέγομεν τὸν κόσμον, ὃν πρόκειται δεῖξαι νῦν ὅτι ἐξ ἁπάσης τῆς ὕλης συνέστηκεν.
“因此定义是不同的”至“于是剩下的就是证明这一点,即它是从全部自然的且可感知的物体构成的”。 从这里他开始化解这一疑难。这一疑难曾采用两个前提:其一称天的形式是一回事,而复合体是另一回事,因为它是可感的、具质料的且是个别事物之一;另一前提则称,凡形状即形式是一回事而复合体是另一回事的事物,它们的个别事物要么存在多个,要么可能产生出多个。他接受了小前提,却驳斥了大前提,理由是它并非必然地设定了全称判断。因为形状是一回事而复合体是另一回事的事物,在数目上并不必然是多个。事实上,如果某一事物是由全部质料构成的——例如,依其鹰钩状或扁塌状的鼻子形状天生生成于肉中,在数目上为单一的它若生成于全部的肉之中;又或者同样地,如果对人而言质料是肉和骨骼,而一个人由全部的肉和全部的骨骼生成——,那么在它们身上,形式是一回事而复合体是另一回事固然是真的,然而,如果复合体是由全部质料构成的,分有这一形式的事物在数目上为多个便不再是必然的;因此,既不必然有许多鹰钩状的鼻子,也不必然有许多人,这正是由于大前提并未必然地设定全称。他极为审慎地补充了“它们不可能被解体”一句;因为纵使一个人是由全部的肉和全部的骨骼构成的,但如果这些东西会被解体,随着它们被重新组合且在不同时刻生成不同的人,就完全不妨碍在数目上产生出许多人;然而,如果它们保持不可解体,既然人是具质料的,且在支撑这单一人的质料之外没有其他质料,就不可能再有另一个人存在。因此,天也是如此,即使它是具质料的、可感的,并因此是个别事物之一,且在它之中,除了复合体之外,“作为天之所是”——并非单纯地作为天,而是作为这特定的天,即作为个别事物——是另一回事(因为在它之中形式也是一回事而复合体是另一回事),然而并不因此就会有另一个天存在,也不可能产生出更多的天,因为这一个天已经包罗了全部的质料。当亚里斯多德说“总之,凡其实体存在于某种底层质料中的事物”时,亚历山大说:应当注意到,他说形式在底层质料中,是在更为宽泛的意义上说的,意即需要某种基底(因为这种用法对他而言是惯常的);或者,他说,这是用来代替“那些其存在是与质料并存的事物”吗?这些话是明白的,且说得适度。“然而,”他说,“如果形式在底层质料中,那么依此灵魂也将在基底中了;那么在《范畴篇》中怎么又说‘没有任何实体在基底中’呢?” 而这一点他化解得很好;因为他说,在那里被说成不在基底中的,是具质料且自存的复合实体;但我认为,他举出灵魂的例子是徒劳的,仅仅是为了表明即便根据亚里斯多德,灵魂作为隐德来希和形式也是在基底中的。尽管在《论灵魂》中亚里斯多德也说隐德来希和形式有两种,一种是可分离的,一种是不可分离的,且关于理智和观照能力,他明确说过它似乎是灵魂的另一种属,并且只有它能够被分离,正如永恒者与可消灭者相分离一样;在第三卷中谈到灵魂的现实理智时,他说:“这一理智是可分离的、不受动的、不混杂的,在其本质上是现实。” 然而,此处的论述显然是关于身体形式的,而关于这些形式他说的是:凡其实体存在于某种底层质料中的事物,如果不存在某种质料,这些事物就绝不可能生成。既然他说过这一疑难是通过宇宙由全部质料构成而得以化解的,那么接下来他合理地着手证明天即宇宙是由全部质料构成的,他首先界定了天有几种说法,并且按照其含义之一我们称宇宙为天,而如今正要证明的正是这个宇宙是由全部质料构成的。
- 1.94ἄλλο μὲν ἐν αὐτῷ παρὰ τὸ σύνθετον τὸ οὐρανῷ εἶναι καὶ οὐχ ἁπλῶς οὐρανῷ, ἀλλὰ τῷδε τῷ οὐρανῷ, τουτέστι τῷ καθ’ ἕκαστα
句子的核心骨架是 ἄλλο μὲν [ἐστιν] ἐν αὐτῷ ... τὸ οὐρανῷ εἶναι,其中表语 ἄλλο 由介词短语 παρὰ τὸ σύνθετον(“在复合体之外/不同于复合体”)所修饰。主语是 τὸ οὐρανῷ εἶναι(“作为天之所是”,即本质),而其后同位性地补充了“并非单纯地作为天,而是作为这特定的天,即作为个别事物”。
- 1.94ἀδυνάτων ὄντων διαλυθῆναι
ἀδυνάτων ὄντων 是没有明确主语的中性复数属格绝对结构,此处指代承受解体的质料构成成分(如肉与骨骼),或指“它们不可能被解体”这一事态。带有定冠词的中性形式 τὸ 将整个短语(τὸ ἀδυνάτων ὄντων διαλυθῆναι)名词化,作为动词 προσέθηκε 的直接宾语。
