- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:276.28-278.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘通过指出天体与地上物种都对应于单一范型来驳斥亚历山大对柏拉图的批评,并进一步审查和驳斥了亚历山大提出的支持存在多个宇宙的三条论证。
” ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος θαυμάζω, πῶς οὐκ ἐπέστησεν, ὅτι οὐ πάντα αἰσθητὰ ζῷα οὕτως ἔχει, ὥστε καθ’ ἕκαστον νοητὸν ζῷον πολλὰ εἶναι αἰσθητά· οὐ γὰρ πολλοὶ ἥλιοι οὐδὲ πολλαὶ σελῆναι, ἀλλὰ πάντα μοναδικὰ τὰ οὐράνια ζῷα. ῥητέον οὖν, ὅτι ἕκαστον τῶν ἐν τῷ κόσμῳ ἑστώτων εἰδῶν οὐ μόνον τῶν ἐν οὐρανῷ, ἀλλὰ καὶ τῶν ὑπὸ σελήνην ἓν ἑνός ἐστι παραδείγματος· οὐ γὰρ ἥλιος μόνος εἷς καὶ σελήνη μία, ἀλλὰ καὶ ἄνθρωπος εἷς ὁ ἀεὶ ἑστὼς ἐν τῷ κόσμῳ εἰκονικῶς καὶ ἵππος εἷς ἐν τοῖς γινομένοις καὶ φθειρομένοις τὸ εἶναι ἔχοντες, καὶ ταῦτά ἐστι κοινὰ καὶ ἀχώριστα εἴδη τῆς ὕλης, ἅπερ καὶ Ἀριστοτέλης ὁμολογεῖ ἀίδια εἶναι, οὐκ ὄντα δηλονότι πρωτότυπα· οὐδὲν γὰρ τῶν ἐνύλων πρωτουργόν, εἴπερ ἡ ὕλη μετέχουσα τῶν εἰδῶν μορφοῦται, ὄντος δὲ τοῦ μετέχοντος ἀνάγκη ἄλλην μὲν εἶναι τὴν μέθεξιν, ἄλλο δὲ τὸ ἀφ’ οὗ ἡ μέθεξις ἐνδίδοται· διὸ οὐκ ἔστι πρωτότυπα τὰ ἐν τῇ ὕλῃ, ἀλλὰ καθ’ ὁμοίωσιν τῶν πρωτοτύπων ἐν τοῖς ἐσχάτοις ἐκτυπωθέντα. τῶν δὲ γινομένων καὶ φθειρομένων ἕκαστον τὸ μὲν κοινόν, οἷον τὸ ἄνθρωπος εἶναι, ἀπὸ τοῦ ἑνὸς ἔχει παραδείγματος, τὸ δὲ ἴδιον ἀπὸ τῆς τῶν οὐρανίων καὶ τῶν ὑπὸ σελήνην ἄλλοτε ἄλλης γινομένης διαθέσεως, ἀφ’ ἧς ὑφίσταται τὰ ἄτομα, ἀτόμου καὶ αὐτῆς οὔσης, εἰ καὶ πολλῶν οἰστικῆς,1 καὶ πρὸς ἣν ὁμοιοῦται· διόπερ οἱ ταῦτα σοφοὶ καὶ γένη καὶ εἴδη καὶ μορφὰς τῶν γεννωμένων διαγράφουσιν εἰς τοὺς οὐρανίους σχηματισμοὺς ἀποβλέποντες καὶ τὰς πρὸς ἐκείνους ἀνιχνεύοντες ὁμοιότητας τῶν ἐκεῖθεν παραγομένων. ὥστε καὶ τῶν ἀιδίων ἕκαστον καὶ τῶν γενητῶν καὶ φθαρτῶν τὸ ἓν τῷ ἀριθμῷ πρὸς ἓν ἀριθμῷ τὸ προσεχὲς παράδειγμα ἀφομοιοῦται, καὶ καλῶς ὁ Πλάτων ἀπὸ τοῦ ἓν εἶναι τὸ τοῦ κόσμου παράδειγμα τὸ παντελὲς νοητὸν ζῷον ἕνα εἶναι τὸν κόσμον ἀπέδειξεν. Ὁ δὲ Ἀλέξανδρος καὶ ἄλλα προστίθησιν ἐπιχειρήματα, οὐ μόνον ὅτι ἐνδέχεται, ἀλλ’ ὅτι ἀνάγκη πλείονας εἶναι κόσμους λέγοντα, οἷς οὐκ ἐπήγαγε τὰς λύσεις, εἰ μὴ ἄρα τὴν Ἀριστοτέλει ἐπαχθησομένην καὶ ταύτας λύειν νομίζει.2 λέγει τοίνυν, ὅτι ὁ κόσμος ἢ ὑπὸ δημιουργοῦ γέγονεν ἢ ὑπὸ φύσεως· εἴτε δὲ ὑπὸ δημιουργοῦ, εὔλογον ἐκεῖνον καὶ ἄλλους δύνασθαι ποιεῖν, ὡς ὁρῶμεν ἐπὶ τῶν τεχνητῶν, εἴτε ὑπὸ φύσεως, ταὐτὸν ἔστι λέγειν. ῥητέον δέ, ὅτι, εἰ πολλοὺς ὁ ποιῶν ἐποίει, ἢ πάντῃ ὁμοίους ἢ πῃ καὶ ἀνομοίους· ἀλλ’, εἰ πάντῃ ὅμοιοι, μάτην ἂν ἦσαν πολλοί, εἰ δέ πῃ ἀνόμοιοι, εἷς ἂν ἦν ὁ ἐκ πάντων τέλειος.3 δεύτερόν φησιν· εἰ ἐπὶ τῶν ἄλλων τῶν ἀτελῶν καὶ ὀλίγον τοῦ ὄντος μετεχόντων ὁρῶμεν τὸ εἶδος πλειόνων ὂν ἀποτελεστικόν, εἰκὸς μᾶλλον ἐπὶ τοῦ ἀρίστου καὶ τελείου τοῦτο εἶναι. ἀλλὰ τῶν πλειόνων ἕκαστον οὐκ ἂν εἴη παντέλειον, εἴπερ ἄλλα παρ’ ἑαυτὸ ἔχει. τρίτον φησίν· εἰ ἄμεινον τὰ ἄριστα πλείω εἶναι, ἄριστον δὲ ὁ κόσμος καὶ ὑπὸ τοῦ ἀρίστου γεγονώς, εὔλογον πλείους εἶναι κόσμους. ἀλλὰ τὰ πλείω οὐ δύναται τὸ ἄριστον εἶναι, εἰ μὴ ἑνὶ περιλαμβάνοιτο, διότι τὸ πάντων ἄριστον καὶ τἀγαθὸν ἕν ἐστιν.
”当亚历山大说出这些话时,我感到惊讶,他怎么没有注意到,并非所有的受感知动物都处于“对应于每一个可知动物都有许多受感知动物”的状态;因为太阳并没有许多个,月亮也没有许多个,而是所有的天体动物都是独一的。因此应当说,在宇宙中确立的每一个形式,不仅是在天上的形式,而且在月下的形式,都是源自单一范型的单一形式;因为不仅太阳是一个,月亮是一个,而且作为影像在宇宙中恒常确立的人也是一个,马也是一个,它们在生成与消灭的事物中具有其存在,这些是质料的共通且不可分离的形式,亚里斯多德也承认它们是永恒的,尽管显而易见它们并不是原型;因为具质料之物中没有什么是原始产生者,既然质料是通过分有形式而得以成形的,而在分有者存在时,分有必然是一回事,赋予分有之来源则是另一回事;因此质料之中的事物并不是原型,而是按照对原型的摹仿而在最底层的存在中被模印出来的。生成与消灭的事物中的每一个,其共通之物(例如作为人)是来自单一的范型,而其个别特征则是来自天上事物与月下事物在不同时刻形成的各异状态,个体便由此状态而成立,尽管这一状态能产生多种事物,但它本身也是个别的,个体正是在向这一状态摹仿;正因如此,通晓这些事情的智者们也是通过仰观天象格局,追寻从那里产生的事物对那些天象的相似性,来描绘受生之物的属、种与构形。因此,永恒之物中的每一个,以及在受生且可消灭之物中数目上为一个的每一个,都是被摹仿向一个数目上为一的直接范型,柏拉图由宇宙的范型(即完全的可知动物)是一个而证明宇宙是一个,是完全正确的。但亚历山大还补充了其他论证,不仅说世界可以有多个,而且说必然有多个,但他对这些论证并没有附上解答,除非他当真认为亚里斯多德将要引出的解答也化解了这些论证。于是他说,宇宙要么是由造物主生成的,要么是由自然生成的;如果是由造物主生成的,正如我们在人工制品上所看到的那样,合乎情理的是他也能够制造其他宇宙;如果是由于自然,亦可以作同样的说法。但应当说,如果制造者制造了多个宇宙,它们要么在一切方面都相似,要么在某些方面不相似;但如果一切方面都相似,它们有多个便是徒然的,而如果某些方面不相似,那么由一切事物所构成的单一宇宙才将是完全的。其次他说:如果在不完全且仅微弱分有存在状态的其他事物上,我们看到其形式能够产生出多个事物,那么在最善且完全的事物上发生这种情况显然更为合理。但是,如果这多个事物中的每一个在自身之外还拥有其他事物,它就不可能是全然完全的。第三,他说:如果最善的事物有多个是更好的,而宇宙是最善的且由最善者所生成,那么宇宙有多个便是合乎情理的。但是,多个事物不可能成为最善者,除非被包容在单一者之中,因为万物中最善者即善本身乃是一。
- 1.93εἰ καὶ πολλῶν οἰστικῆς
εἰ καί 表示让步(“即使……”)。οἰστικός 源自动词 φέρω,意为“能够带来/产生的”或“承载的”。它表明,尽管此状态(διάθεσις)能够产生诸多事物,但该状态本身是个别的、独特的(ἄτομος)。
- 1.93εἰ μὴ ἄρα τὴν Ἀριστοτέλει ἐπαχθησομένην καὶ ταύτας λύειν νομίζει
εἰ μὴ ἄρα 引导带讽刺意味的保留条件(“除非他当真认为……”)。在“宾格加不定式”结构中,承前文的 τὰς λύσεις 省略了单数名词 λύσιν,从而 τὴν Ἀριστοτέλει ἐπαχθησομένην [sc. λύσιν] 作为不定式 λύειν 的主语宾格,而 ταύτας(这些论证/疑难)作为不定式 λύειν 的直接宾语。
- 1.93εἷς ἂν ἦν ὁ ἐκ πάντων τέλειος
由未完成过去时直陈式加 ἄν 构成的与过去/现在事实相反的归结分句。ὁ ἐκ πάντων τέλειος 意为“由一切构成的完全之单一者”。其归谬逻辑在于:如果多个宇宙相互不相似,则每个宇宙都是不完全的,唯有包含一切的单一宇宙才是完全的。
