- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:275.22-276.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
围绕亚里士多德依据包括相论在内的形式学说对宇宙唯一性提出的疑难(278a16),辛普利丘阐释了疑难的要点,审视了亚历山大关于属和种的见解,并讨论了该论证旨在针对柏拉图从单一范型推导唯有一宇宙这一论断的解释,同时引用了亚历山大对柏拉图的批评。
" Εἴτε γὰρ ἔστιν εἴδη, καθάπερ φασί τινες ἕως τοῦ τί τούτων λέγεται καλῶς καὶ τί οὐ καλῶς." Ἀπὸ τῆς τοῦ εἴδους κοινότητος τὴν ἀπορίαν κρατύνας, ἐπειδὴ τὸ κοινὸν οἱ μὲν χωριστὸν ἔλεγον καὶ ἐξῃρημένον, ὥσπερ οἱ Πυθαγόρειοι καὶ ὁ Σωκράτης καὶ Πλάτων, νομίζοντες δεῖν πρὸ τῶν πολλῶν ὁμοίων εἶναί τι τὸ τῆς ὁμοιότητος αὐτοῖς αἴτιον ἐξῃρημένον αὐτῶν, οἱ δὲ ἀχώριστον τῶν πολλῶν ὑπάρχειν, εἴτε οὕτως, φησίν, εἴτε ἐκείνως, ἐπὶ πάντων ὁρῶμεν1 τὸ αὐτὸ εἶδος πλείοσιν ἐνύλοις καὶ ὁμοειδέσιν ὑπάρχον· καὶ γὰρ ἄνθρωποι πολλοὶ τοῦ ἀνθρωπείου μετέχοντες εἴδους καὶ ἵπποι πολλοὶ καὶ τῶν ἄλλων ἕκαστον. εἰ δὲ καὶ μὴ ἔστι πολλά, ἀλλ’ ἐνδέχεται γε εἶναι διὰ τὴν τοῦ εἴδους κοινότητα, ὥστε καὶ οὐρανοὶ ἢ εἰσὶ πλείους ἢ ἐνδέχεταί γε εἶναι, ταὐτὸν δὲ εἰπεῖν κόσμοι· γένος γάρ, φησὶν ὁ Ἀλέξανδρος, ἢ εἶδος ὁ κόσμος ἔσται χωρὶς τῆς ὕλης λαμβανόμενος, τὰ δὲ γένη καὶ εἴδη ἀεὶ κατὰ πλειόνων κατηγορεῖται. πρὸς ὃν τάχα ἄν τις εἴποι· τί οὖν; τὸ τοῦ Σωκράτους εἶδος, καθ’ ὃ τὸ εἶναι Σωκράτει ὑπάρχει, τὸ χωρὶς τῆς ὕλης νοούμενον, γένος ἢ εἶδός ἐστιν; ἢ οὐκ ἔστι Σωκράτους εἶδος τῇ ἐπινοίᾳ χωριζόμενον, ἀλλὰ τὸ συναμφότερόν ἐστιν ὁ Σωκράτης καθ’ ἕκαστα ὑπάρχων εἷς καὶ οὐχ οὕτως ὑφεστώς, ὡς ὁ ἄνθρωπος; διὸ καὶ Ἀριστοτέλης οὐκ ἀτόμων τινῶν ὀνόματα τέθεικεν, οἷον τὴν κρονίαν σφαῖραν ἢ κύκλον τὸν ζῳδιακόν, ἀλλὰ σφαῖραν καὶ κύκλον, ἅπερ καὶ χρυσοῖς καὶ χαλκοῖς καὶ οὐρανίοις ἐφαρμόττει. καὶ ἐγὼ μὲν οἶμαι τῶν ἰδεῶν αὐτὸν νῦν μνησθῆναι τὴν ἀπορίαν ἐκ διαιρέσεως βουληθέντα κρατύνειν· εἴτε γὰρ χωριστὰ τὰ εἴδη, ὡς οἱ τὰς ἰδέας λέγοντες, εἴτε ἀχώριστα, πλείονα φαίνεται τὰ ἑκάστου εἴδους μετέχοντα. τινὲς δὲ τῶν Πλάτωνος φίλων πρὸς τὸν Πλάτωνά φασιν αὐτὸν ἀποτείνεσθαι, ὅτι ὅσον ἐκ τῶν παραδειγμάτων πολλοὶ ὤφελον εἶναι κόσμοι,2 εἴπερ πρὸς ἕκαστον παράδειγμα πολλὰς ὁρῶμεν γινομένας εἰκόνας· ὁ δὲ Πλάτων ἐκ τοῦ ἓν εἶναι τὸ παράδειγμα ἕνα τὸν κόσμον ἀποδεικνύναι νομίζει. ταύτης δὲ καὶ Ἀλέξανδρος ἐγένετο τῆς ὑπονοίας καὶ ἐγκαλεῖ τῷ Πλάτωνι διὰ τὸ ἓν εἶναι τὸ παράδειγμα ἕνα τὸν κόσμον λέγοντι. “καὶ γὰρ τῶν ἄλλων, φησίν, ἁπάντων, ὅσων ἰδέαι κατ’ αὐτόν, ἡ ἰδέα μία καὶ τὸ παράδειγμα· οὐ γὰρ δὴ πολλοὶ οἱ αὐτοάνθρωποι· καὶ ὅμως πολλὰ τὰ πρὸς ἐκεῖνο τὸ εἶναι ἔχοντα· τοὐναντίον γὰρ ἴσως μᾶλλον ἔκ γε τούτου ἢ ὃ βούλεται δείκνυται.3 εἰ μὲν γὰρ ἦν ὥσπερ τῶν νοητῶν ζῴων ἕκαστον ἓν τῷ ἀριθμῷ, οὕτως δὲ καὶ τῶν αἰσθητῶν, τὸ γινόμενον πρὸς παράδειγμα, ὃ ἐν αὑτῷ περιέχει πάντα τὰ νοητὰ ζῷα, ἓν ἂν ἦν καὶ αὐτὸ ἐν αὑτῷ πάντα περιέχον ὁμοίως ἐκείνῳ τὰ ζῷα τὰ αἰσθητά, εἰ δὲ καθ’ ἕκαστον τῶν νοητῶν ζῴων ἄπειρά ἐστιν αἰσθητὰ ζῷα, οὐκέτι ἀνάγκη τὸ πρὸς παράδειγμα γινόμενον τὸ πάντα τὰ νοητὰ περιέχον ζῷα περιέχειν πάντα τὰ αἰσθητά· πάντα μὲν γὰρ κατὰ τὸ εἶδος δεήσει εἶναι ἓν τὰ πρὸς ἐκεῖνο γινόμενα, οὐκέτι δὲ καὶ πάντα ἓν τῷ ἀριθμῷ. ὡς δὲ πολλὰ καθ’ ἕκαστον ζῷον νοητὸν αἰσθητὰ ζῷα, οὕτως ἀκολουθήσει καὶ κόσμους αἰσθητοὺς εἶναι πολλοὺς ἑνὸς ὄντος τοῦ παραδείγματος.
“因为无论像某些人所说的那样存在形式……”至“……关于这些说法,哪些说得对,哪些说得不对”。 在从形式的共通性强化了这一疑难之后——既然关于共通之物,一部分人(如毕达哥拉斯派、苏格拉底和柏拉图)认为它是分离且超越的,认定在诸多相似事物之前必有某种超越于它们并作为它们相似性原因的东西,而另一部分人则认为它不与诸多事物相分离而存在——他说,无论是照前一种方式还是照后一种方式,我们在所有事物上都看到同一形式属于多个具质料且同种的事物;因为确实有许多人分有人类的形式,许多马以及其他每一个事物也是如此。即使它们并没有很多,但由于形式的共通性,它们至少有可能有很多,以致于天要么有多个,要么至少有可能有多个,换言之,宇宙也是如此。因为亚历山大说,不包含质料而被把握的宇宙将是一个属或种,而属与种总是被述说于多个事物。对此或许有人会说:“那么怎样呢?苏格拉底的形式(苏格拉底作为其自身的存在依之而属于他,且该形式是不包含质料而被设想的)是一个属还是一个种?抑或并没有在思想中被分离出来的苏格拉底的形式,而苏格拉底是由两者构成的复合物,作为个体而单一地存在,并非像人那样存在?”正因如此,亚里斯多德也没有举出某些个别个体的名称,例如土星天球或黄道带圆环,而是举了球与圆,这些既适用于金制的、青铜制的,也适用于天体。而我个人认为,他现在提及相,是因为想要通过区分来强化这一疑难;因为无论形式是分离的(如主张相的人所言),还是不可分离的,分有各个形式的事物显现出来的都不仅是一个。然而柏拉图的一些友人却说,他是针对柏拉图发言的,理由是仅就范型而言本应当有许多宇宙,既然我们看到对应于每一个范型都会生成许多影像;但柏拉图却认为由范型是一个便证明了宇宙是一个。亚历山大也持这种看法,并且责难柏拉图因范型是一个便说宇宙是一个。他说:“因为在他看来凡有相的其他所有事物,相与范型也只有一个——因为‘人自身’绝非有多个——然而与它相关而具有存在的事物却有很多;因为从这里所证明的,或许反而恰好与他的意图相反。因为如果受感知的动物中的每一个都像可知动物中的每一个在数目上是一个那样也是一个,那么对应于那在其自身中包含所有可知动物的范型而生成的事物,本身也会是一个,并如同那个〔范型〕一样在其自身中包含所有的受感知动物;但如果在每一个可知动物之下有无数受感知的动物,那么对应于那包含所有可知动物的范型而生成的事物,就绝非必然包含所有的受感知动物;因为对应于那一范型而生成的事物在形式上必须全部是一个,但在数目上却不再也是全部为一个。正如对应于每一个可知动物有许多受感知的动物一样,由此推出的结论也将是:尽管范型是一个,受感知的宇宙却有多个。”
- 1.93Ἀπὸ τῆς τοῦ εἴδους κοινότητος τὴν ἀπορίαν κρατύνας, ἐπειδὴ ... εἴτε οὕτως, φησίν, εἴτε ἐκείνως, ἐπὶ πάντων ὁρῶμεν
句首分词 κρατύνας 缺乏与之相呼应的主动词,在经过 ἐπειδὴ 引导的原因从句后,结构转入概括亚里士多德论证的动词 φησίν(“他说”,构成破格文法 anacoluthon)。由动词 φησίν 引导出陈述 εἴτε οὕτως ... εἴτε ἐκείνως, ἐπὶ πάντων ὁρῶμεν(“无论照这种方式还是照那种方式,我们在所有事物上都看到”)。
- 1.93ὅτι ὅσον ἐκ τῶν παραδειγμάτων πολλοὶ ὤφελον εἶναι κόσμοι
ὤφελον 后接不定词 εἶναι,表示未能实现的期待或假设性的必然(“仅就范型而言本应当有许多宇宙”),在此用于对柏拉图观点的反驳与归谬。
- 1.93τοὐναντίον γὰρ ἴσως μᾶλλον ἔκ γε τούτου ἢ ὃ βούλεται δείκνυται
含有倒装与紧缩的比较句构。句子的核心结构是 τοὐναντίον ... δείκνυται(“恰恰显示出相反之物”),中间插入了 μᾶλλον ... ἢ ὃ βούλεται(“与其说符合其意图,不如说……”),整句意为“因为从这里所证明的,或许反而恰好与他的意图相反”。
