- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:274.8-275.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘结合亚历山大的注解,阐明亚里士多德在论证宇宙不仅是唯一且必然不可为其他状态时,首先提出了依据质料与形式的区分而推导宇宙复数可能性的疑难。
" Ὅτι δὲ οὐ μόνον εἷς ἐστιν ἕως τοῦ ἤτοι ἔστιν ἢ ἐνδέχεται πλείω γενέσθαι τὰ καθ’ ἕκαστα." Πολλαχοῦ τὸ μὲν οὕτως ἔχειν τι, ὡς ἔχει, πρόδηλόν ἐστι, τὸ δὲ ἀδύνατον ἄλλως ἔχειν, ὥστε, εἰ νῦν μὴ ἔστι, μηδὲ γενέσθαι ἄν, οὐκέτι φανερόν· καὶ γὰρ ὅτι μὲν πενταδάκτυλος κατὰ φύσιν ὁ ἄνθρωπος, πρόχειρον ἰδεῖν, ὅτι δὲ ἀδύνατον ἄλλως ἔχειν τὸ κατὰ φύσιν οὐκέτι παντὸς ἐπιστῆσαι.1 δείξας οὖν, ὅτι εἷς ἐστιν ὁ κόσμος καὶ οὐ πλείους, προστίθησιν ἐπιστημονικῶς, ὅτι καὶ ἀδύνατον ἄλλως ἔχειν, ὥστε οὐ μόνον ἐστὶν εἷς, ἀλλ’ οὐδ’ ἂν γένοιντο πλείους· τάχα γὰρ ἄν τις εἶπε νῦν μὲν ἕνα εἶναι, μηδὲν δὲ κωλύειν καὶ πλείονας γενέσθαι. καὶ ὅτι ἀΐδιος οὗτός ἐστιν ὁ κόσμος ὡς ἀγένητος ὢν καὶ ἄφθαρτος, μέλλων δι’ ἄλλων ἐπιχειρημάτων δεικνύναι παρὰ τὰ πρότερα πρῶτον ἐκτίθεται πιθανὸν λόγον κατασκευάζειν δοκοῦντα, ὅτι ἀδύνατον ἕνα καὶ μόνον εἶναι τὸν κόσμον, ἢ μᾶλλον, ὅτι ἀδύνατον τὸ ἐξ ἀνάγκης ἕνα καὶ μόνον αὐτὸν εἶναι· τοῦτο γὰρ ἡ ἀπορία συνάγει, ὅτι ἢ εἰσι πλείους κόσμοι ἢ ἐνδέχεται πλείους γενέσθαι τοὺς καθ’ ἕκαστα. διόπερ ὁ Ἀλέξανδρος προσυπακούειν ἀξιοῖ τῷ δόξειε γὰρ 〈ἂν〉 ἀδύνατον τὸ “ἐξ ἀνάγκης” ἕνα καὶ μόνον εἶναι.2 ἡ δὲ ἀπορία τοιαύτη· ἐν πᾶσι, φησί, καὶ τοῖς φύσει καὶ τοῖς τέχνῃ συνεστῶσι καὶ ὅλως τοῖς ἐξ ὕλης καὶ εἴδους ἕτερόν ἐστι τὸ εἶδος αὐτὸ καθ’ αὑτὸ λαμβανόμενον καὶ ἕτερον τὸ συναμφότερον τὸ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, ὅπερ ἐν πᾶσι τοῖς καθ’ ἕκαστα, εἰ πλείονα εἴη, ἐμφαινόμενον κοινὸν λέγεταί τε καὶ ἔστι· κἂν μὴ πλείονα δὲ εἴη τὰ καθ’ ἕκαστα, ἀλλ’ ἓν μόνον, οἷον εἷς ὁ φοῖνιξ τὸ ὄρνεον ἢ εἷς ὁ κύκλος, οὐδὲν ἔλαττον ἄλλο τὸ εἶδος αὐτὸ καὶ ἄλλο τὸ συναμφότερον· καὶ γὰρ τῷ κύκλῳ ἄλλο ἐστὶ τὸ κύκλῳ εἶναι, ὅπερ κατὰ τὸ εἶδος τοῦ κύκλου θεωρεῖται, καὶ ἄλλο ὁ αἰσθητὸς οὗτος κύκλος ὁ μετὰ τῆς ὕλης ὑφεστηκώς. ἐφ’ ὧν δέ ἐστι μορφή τις καὶ εἶδος χωρίζεσθαι τῆς ὕλης τῇ ἐπινοίᾳ δυνάμενον, ἐπὶ τούτων κοινοφυές ἐστι τὸ εἶδος, καὶ ἢ ἔστιν ἢ ἐνδέχεται πλείονα εἶναι τὰ μετέχοντα αὐτοῦ ἔνυλα καὶ αἰσθητά. εἰκότως οὖν καὶ ὡς ἕνα τῷ ἀριθμῷ τὸν κύκλον ὑποθέμενος καὶ ἐπὶ τούτου τὴν αὐτὴν ἔδειξεν οὖσαν διαφορὰν τοῦ εἴδους τοῦ κατ’ ἐπίνοιαν χωριζομένου καὶ τοῦ συναμφοτέρου· κἂν γὰρ εἷς ὁ κόσμος ἐστίν, ἀλλ’ ἐπειδὴ ἔνυλος καὶ αἰσθητός, καὶ ἄλλο παρὰ τὸ συναμφότερόν ἐστι τὸ κόσμῳ εἶναι καὶ τὸ εἶδος αὐτοῦ χωρίζεσθαι τῇ ἐπινοίᾳ πεφυκός, καὶ διὰ τοῦτο πολλοῖς τὸ αὐτὸ ἐφαρμόττειν ἐνδέχεται καὶ πλείονας εἶναι κόσμους, ὥσπερ, κἂν εἷς ἦν ὁ κύκλος, διὰ τὴν αὐτὴν αἰτίαν ἐνεδέχετο καὶ πλείονας εἶναι. καὶ γὰρ ἐφ’ ὧν μὲν πλείονα τὰ αἰσθητά, σαφὴς ἡ τοῦ ἑνὸς εἴδους τοῦ ἐπὶ πᾶσι κοινότης· κἂν ἓν δὲ τὸ αἰσθητὸν ᾖ, καὶ διὰ τοῦτο μὴ δυνάμεθα νοῆσαι κοινόν τι καὶ ἄλλο παρὰ τὸ καθ’ ἕκαστον, ὡς εἰ μόνος εἷς ληφθείη κύκλος, καὶ τότε οὐδὲν ἧττον τὸ εἶδος τὸ κατ’ ἐπίνοιαν χωριζόμενον τῆς ὕλης καὶ μὴ κατεχόμενον ὑπ’ αὐτῆς κοινὴν ἐμφαίνει φύσιν καὶ δυναμένην πολλοῖς ἐφαρμόττειν τοῖς καθ’ ἕκαστα γεγονόσι διὰ τὴν ὕλην.
“它不仅是一个……”至“个别事物要么存在多个,要么可能生成多个”。 在很多情况下,某物如其所是的那样存在,是显而易见的;但它不可能为其他状态——以致于若现在不存在,也不可能生成——则不再是明显的。因为人依自然有五指,这是显而易见的,但依自然之物不可能为其他状态,则不再是人人都能领会的。因此,在证明了宇宙是一个而非多个之后,他又科学地补充道:它不可能为其他状态,从而它不仅是一个,而且也不可能生成多个;因为或许有人会说,现在固然是一个,但没有任何东西阻止生成多个。并且,在准备通过有别于先前的其他论据来证明这宇宙作为未生成且不灭之物是永恒的之前,他首先提出了一条似乎在确立如下论点的颇具说服力的论证:宇宙不可能唯一无二,或者更确切地说,宇宙不可能“出于必然”是唯一无二的;因为这一疑难推导出的结论是:要么存在多个宇宙,要么个别的宇宙可能生成多个。因此亚历山大主张,在“因为似乎是不可能的”一句中应当暗中补足“出于必然”是唯一无二的。 这一疑难如下:他说,在所有事物中,不论是依自然结合而成的还是依技艺结合而成的,总括而言凡是由质料与形式构成的事物,就其自身被把握的形式是一回事,而由质料与形式构成的复合物则是另一回事;如果个别事物有多个,显现于所有这些个别事物之中的〔形式〕便被称为且确实是共通的;即便个别事物不是多个而仅仅是一个(例如凤凰这种鸟只有一只,或者圆只有一个),形式自身是一回事而复合物是另一回事,这一区别丝毫不减。因为对于圆而言,“作为圆的存在”(这依据圆的形式来考察)是一回事,而这个连同质料一起存在的受感知的圆则是另一回事。而在那些存在着某种在思想中能够与质料相分离的形状与形式的事物中,形式具有共通的自然本性,并且分有它的具质料且受感知的事物,要么存在多个,要么可能存在多个。因此,即便他假定圆在数目上是一个,他在此例上也合乎情理地证明了在思想中相分离的形式与复合物之间存在着同样的差异。因为即便宇宙是一个,但既然它是具质料且受感知的,而且“作为宇宙的存在”(即其按本性能够在思想中相分离的形式)有别于复合物,因此同一形式便有可能适用于诸多事物,并且可能存在多个宇宙,正如哪怕圆只有一个,出于同样的原因也有可能存在多个一样。因为在受感知的事物有多个的情况下,贯穿于所有事物之上的那一形式的共通性是显明的;但即便受感知的事物只有一个,并且因此我们无法在个别事物之外设想某种共通且相异的事物(如同只取唯一一个圆那样),即便在此时,那在思想中与质料相分离且不受其拘束的形式,也同样显现出共通的自然本性,并且能够适用于因质料而生成的诸多各别事物。
- 1.92οὐκέτι παντὸς ἐπιστῆσαι
παντός 是表示性质或从属的属格(所有格性属格),与不定式 ἐπιστῆσαι 连用,意为“并非属于所有人[的能力]/ 并非人人都能理解”。该结构作为非人称谓语,表明这种理解并非任何人都能做到。
- 1.92προσυπακούειν ἀξιοῖ τῷ δόξειε γὰρ 〈ἂν〉 ἀδύνατον τὸ “ἐξ ἀνάγκης” ἕνα καὶ μόνον εἶναι
不定式 προσυπακούειν(暗中补足理解)的宾语是宾格冠词短语 τὸ “ἐξ ἀνάγκης” ἕνα καὶ μόνον εἶναι(“出于必然”是唯一无二的),而与格 τῷ δόξειε γὰρ 〈ἂν〉 ἀδύνατον 则指示亚里士多德原文中被补足的对象语句(即“在‘因为似乎是不可能的’一句中”)。
