← 辛普里丘

亚里士多德《论天》注释

§272.33-274.7

外部处所的不可能性与物体性元素的区分

辛普里丘批判了亚历山大对“在外是不可能的”这一表述的理解,将其重新阐释为证明火的处所不可能存在于该宇宙之外,并注解了亚里士多德将以太物体列为“物体性元素”的用法及元素的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.91#2

μήποτε δὲ οὐδὲν ἂν εἴη πρὸς τὰ προκείμενα τὸ δεῖξαι,1 ὅτι τὸ πῦρ τοῦτον ἔχει κατὰ φύσιν ἐν τῷδε τῷ κόσμῳ τὸν τόπον· ἄμεινον οὖν, εἰ δυνατόν, τὸ ἀλλ’ ἀδύνατον ἔξω οὕτως ἀκούειν, ὡς τοῦ Ἀριστοτέλους δεικνύντος, ὅτι ἀδύνατον ἔξω τοῦδε τοῦ κόσμου τόπον εἶναι τῷ ἐπιπολαστικῷ· εἰ γὰρ ἔξω, ἢ ἀνωτέρω τούτου τοῦ κόσμου ἔσται ἢ κατωτέρω. δυοῖν οὖν ὄντων κατὰ γένος σωμάτων τοῦ μὲν ἀβαροῦς, τουτέστι τοῦ κούφου, τοῦ δὲ βάρος ἔχοντος, εἰ μὲν ἔξω τοῦδε τοῦ κόσμου, κατωτέρω δὲ εἴη τὸ ἐπιπολάζον, [ὁ] τοῦ βάρος ἔχοντος σώματός ἐστιν ὁ κάτω τόπος, εἴπερ ὁ πρὸς τῷ μέσῳ τούτου οἰκεῖος, καὶ οὐ τοῦ ἐπιπολάζοντος· εἰ δὲ ἀνωτέρω εἴη, πῶς πάλιν τὸ ἐνταῦθα ἐπιπολαστικὸν κατωτέρω ἂν εἴη ἀβαρὲς ὂν αὐτό, εἴπερ κατωτέρω τόπος ὁ τοῦ βάρος ἔχοντος σώματός ἐστιν; εἰ δὲ λέγοι τις παρὰ φύσιν εἶναι τὸ ἐπιπολάζον ἤτοι ἐν τούτῳ τῷ τόπῳ, ἐν ᾧ νῦν ἐστιν, ὡς ὁ Ἀλέξανδρος ἀκούει, ἢ ἔξω τοῦδε τοῦ κόσμου, ὡς νῦν ἐφοδεύων ἐπαυσάμην,2 ἔσται τινὸς ἄλλου σώματος κατὰ φύσιν ἤτοι ὁ τοῦδε τοῦ πυρὸς τόπος, ἐν ᾧ νῦν παρὰ φύσιν εἶναι λέγεται, ἤτοι ὁ ἔξω τοῦδε τοῦ κόσμου ὑποτιθέμενος· τὸ γὰρ ἄλλῳ παρὰ φύσιν ἄλλῳ κατὰ φύσιν ἐστίν· ἄλλο δὲ σῶμα παρὰ ταῦτα τό τε βαρὺ καὶ τὸ κοῦφον οὐκ ἦν, ὡς ἐδείχθη ἀπὸ τῆς τῶν κινήσεων ἀνάγκης. ὥστε κατὰ φύσιν οὗτος ὁ μεταξὺ τόπος παντὸς τοῦ κούφου ἐστίν, εἰ μὴ δυνατὸν ἔξω τοῦδε τοῦ κόσμου κοῦφον εἶναι μήτε παρὰ φύσιν μήτε κατὰ φύσιν· ᾧ ἕπεται τὸ ἕνα εἶναι κατ’ ἀριθμὸν τὸν κατὰ φύσιν ἑκάστου τόπον, τούτῳ δὲ τὸ ἕνα εἶναι τὸν κόσμον, ὅπερ οὐχ ἕπεται τῷ τοῦ πυρὸς οἰκεῖον εἶναι τοῦτον, ὃν κατέχει τόπον,3 εἰ μή τις προσλάβῃ, ὡς ὁ Ἀλέξανδρος, ὅτι ἐπὶ τοῦτον τὸ κοῦφον ἐνεχθήσεται πᾶν, ὅπερ ἦν τὸ ζητούμενον. Εἰπὼν δέ, ὅτι τὸ ἐπιπολάζον ἐν τῷ μεταξύ ἐστι τοῦ τε μέσου καὶ τοῦ ἐσχάτου, ἐπειδὴ οὕτως ἀδιορίστως τὸ μεταξὺ ληφθὲν οὐ μόνον τοῦ ἐπιπολαστικοῦ ἐστι, τουτέστιν τοῦ πυρός, ἀλλὰ καὶ ἀέρος καὶ ὕδατος, εἰκότως προσέθηκε τὸ τούτου δὲ αὐτοῦ, δηλονότι τοῦ μεταξύ, τίνες εἰσὶν αἱ διαφοραί, ὕστερον ἐροῦμεν. ἐν γὰρ τοῖς τελευταίοις βιβλίοις περὶ τῶν ἐν τῷ μεταξὺ τούτῳ πλάτει καὶ τῆς τάξεως αὐτῶν διαλέξεται. Σημειοῦται δὲ ἐν τούτοις ὁ Ἀλέξανδρος, ὅτι καὶ τὸ αἰθέριον σῶμα στοιχεῖον εἶπεν ὁ Ἀριστοτέλης εἰπών· τριῶν γὰρ ὄντων τῶν σωματικῶν στοιχείων· “τοῦτο δέ, φησίν, εἶπεν ἢ ὡς καὶ αὐτοῦ πρὸς τὴν τοῦ κόσμου σύστασίν τε καὶ οὐσίαν στοιχείου λόγον ἔχοντος ἢ ὡς τῶν ἁπλῶν σωμάτων πάντων κοινότερον στοιχείων καλουμένων, διότι καὶ τὸ στοιχεῖον ἁπλούστατον εἶναι βούλεται”. καὶ ἐφεξῆς δὲ εὐθὺς συμπεραινόμενος στοιχεῖα τὰ ἁπλᾶ σώματα καλεῖ καὶ ἔτι σαφέστερον ἀρχόμενος τοῦ τρίτου βιβλίου. “σωματικὰ” δὲ στοιχεῖα λέγει τὰ σώματα ὄντα στοιχειώδη ἀντιδιαστέλλων αὐτὰ πρός τε τὸ εἶδος καὶ τὴν ὕλην· ἐκεῖνα γὰρ στοιχεῖα μὲν τῶν σωμάτων, καὶ κυρίως γε καὶ πρώτως, οὐ μὴν ὡς σώματα στοιχεῖα.

然而,指出火在这个宇宙中依自然占有这一处所,对于当前的论题或许毫无裨益。因此,若有可能,最好将“但在外是不可能的”理解为亚里士多德在证明:对于上浮之物而言,在这个宇宙之外存在处所是不可能的。因为如果在外部,它要么在这个宇宙之上,要么在它之下。既然属上的物体有两类——无重量者(即轻者)与具有重量者——如果上浮之物在这个宇宙之外且处于更下方,鉴于靠近中心的处所是专属于具重量之物的,那么下方的处所就属于具有重量的物体,而不属于上浮之物。如果它处于更上方,那么这里本身无重量的上浮之物,在下方的处所属于具有重量的物体的情况下,又怎能反过来处于更下方呢?如果有人主张上浮之物是不自然的,要么如亚历山大所理解的那样是在它现居的这个处所中不自然,要么如我方才考察所断定的那样是在这个宇宙之外不自然,那么,要么此火现被说成不自然地居于其中的处所,要么假定在这个宇宙之外的处所,将会依自然属于某种其他的物体。因为对一物不自然的,对另一物则是符合自然的。但除了重者与轻者之外并不存在其他的物体,正如从运动的必然性中所证明的那样。因此,如果在自然或反自然的状态下,轻者都不可能存在于这个宇宙之外,那么这个居间处所对于一切轻者都是符合自然的;由此得出每一元素的自然处所在数目上是唯一的,进而得出宇宙是唯一的——而如果不像亚历山大那样补充假定一切轻者都将被带向这个处所(而这正是所探求之物),这一点是无法从“火所占有的这个处所是其专有处所”中推导出来的。 在说明了上浮之物位于中心与极外之间的居间者之中后,既然如此不加限定地看待居间者不仅属于上浮之物(即火),也属于气与水,他理所当然地补充道:“而这本身”——即居间者——“的差异是什么,我们稍后将加以说明。”因为在最后几卷中,他将讨论位于这一居间广度之中的诸物体及其秩序。 亚历山大在此注意到,亚里士多德在说“既然物体性元素有三个”时,也将以太物体称为元素。“他这样说,”亚历山大说,“要么是因为它对于宇宙的构成和实质而言也具有元素的定义,要么是因为一切简单物体都被更一般地称为元素,因为元素本身就意求是最简单的。”紧接着在作结论时,他也把简单物体称为元素,而在第三卷开篇处则更为明确。他之所以称之为“物体性”元素,是指那些作为元素的物体,以将它们与形式和质料区分开来;因为形式和质料固然是物体的元素,且严格说来是最本原的元素,但它们并不是作为物体而成为元素的。

语法注3 条
  1. 1.91μήποτε δὲ οὐδὲν ἂν εἴη πρὸς τὰ προκείμενα τὸ δεῖξαι

    μήποτε 搭配带 ἄν 的潜能祈愿气(ἂν εἴη),表示一种审慎的断言或委婉的质疑(“或许……并非”)。主语是由冠词引导的不定词短语 τὸ δεῖξαι, ὅτι...(“指出……”),πρὸς τὰ προκείμενα 意为“就眼前设定的论题/目的而言”,构成 οὐδὲν ἂν εἴη πρὸς...(“对于……毫无裨益/全无用处”)这一表语结构。

  2. 1.91ὡς νῦν ἐφοδεύων ἐπαυσάμην

    分词 ἐφοδεύων 作为动词 ἐπαυσάμην(源自 παύομαι,“停止/结束”)的补充说明分词,字面意为“正如我方才循序考察而得出结论的那样”,指辛普里丘本人前文刚刚展开的论述步骤。它修饰并选言 ἤτοι... ἤ...(“要么……要么……”)中的后一项。

  3. 1.91ὅπερ οὐχ ἕπεται τῷ τοῦ πυρὸς οἰκεῖον εἶναι τοῦτον, ὃν κατέχει τόπον

    中性关系代词 ὅπερ 的先行词是前一句的“宇宙是唯一的”(τὸ ἕνα εἶναι τὸν κόσμον)。动词 ἕπεται 带与格的冠词引导不定词短语 τῷ [...] οἰκεῖον εἶναι 作为补足成分,构成“并不能从‘此火所占据之处乃其专有处所’推导出来”。句末的 ὅπερ ἦν τὸ ζητούμενον(“这正是所探求之物”)则以前面 εἰ μή 从句中的内容(即“一切轻者都将被带向这个处所”)为先行词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:272.33-274.7