- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:271.28-272.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘梳理了亚里士多德通过证明各元素的自然处所在数目上唯一(中心、极外与居间)来确立宇宙唯一性的论证框架,并引用讨论了亚历山大关于火之居所的解释。
" Δῆλον δὲ κἂν ὧδε γένοιτο ἕως τοῦ δῆλον ἡμῖν ἐκ τῶν εἰρημένων." Προθέμενος δεῖξαι, ὅτι εἷς ὁ κόσμος, ἐκ τοῦ ἑκάστῳ τῶν στοιχείων εἶναί τινα κατὰ φύσιν τόπον οἰκεῖον ἀφωρισμένον, ἐφ’ ὃν φέρεται, καὶ τοῦτον ἐν τῷδε τῷ κόσμῳ εἶναι, δείξας, ὅτι ἐστὶ κατὰ φύσιν ἑκάστῳ τόπος οἰκεῖος ἀφωρισμένος, ἐφ’ ὃ ὡρισμένη καὶ πεπερασμένη ἐστὶν ἡ κίνησις, καὶ τοῦτο πιστωσάμενος ἐκ τοῦ πρὸς τοὺς οἰκείους τόπους θᾶττον φέρεσθαι τὰ φερόμενα καὶ παρεμβαλὼν τὴν ἐκ τῆς πρώτης φιλοσοφίας μαρτυρίαν, ἐν ᾗ καὶ τῶν ἀνελιττουσῶν σφαιρῶν τὸ πλῆθος ἠναγκάσθη συλλογίσασθαι, ἵνα τὸ πλῆθος εὕρῃ τῶν ἀκινήτων αἰτίων τῶν κινούντων αὐτάς. τὸ λεῖπον ἀποδίδωσι τοῦ ἐπιχειρήματος· ἦν δέ, ὅτι εἷς κατ’ ἀριθμόν ἐστιν ὁ κατὰ φύσιν ἑκάστου τῶν στοιχείων τόπος. προτάξας οὖν τὸ πρόβλημα, εἰς ὃ τείνει τὰ δεικνύμενα (ἦν δέ, ὅτι ἀνάγκη ἕνα εἶναι τὸν κόσμον), δείκνυσιν ἐφεξῆς, ὅτι εἷς κατ’ ἀριθμὸν ὁ κατὰ φύσιν ἑκάστου τῶν στοιχείων τόπος, οὕτως· ὅσαι τῶν σωματικῶν στοιχείων, ἐξ ὧν ὁ κόσμος συνέστηκεν, εἰσὶ διαφοραὶ κατὰ τὴν τοπικὴν αὐτῶν κίνησιν, τοσαύτας ἀνάγκη καὶ τόπων εἶναι διαφορὰς ἐν τῷ κόσμῳ· τριῶν οὖν ὄντων τῶν σωματικῶν στοιχείων ὡς κατὰ γένος εἰπεῖν τρεῖς ἔσονται καὶ οἱ τόποι, ὁ μὲν τοῦ βαρυτάτου καὶ πᾶσιν ὑφισταμένου σώματος ὁ περὶ τὸ μέσον, ἄλλος δὲ ὁ ἔσχατος ὁ τοῦ πάντα περιέχοντος κυκλοφορητικοῦ σώματος, καὶ τρίτος ὁ τοῦ μεταξὺ εἰς πλείονα διῃρημένου· εἴς τε γὰρ τὸ κοῦφον καὶ πᾶσιν ἐπιπολάζον τοῖς ἐπ’ εὐθείας κινουμένοις, ὅπερ ἐστὶ πῦρ, καὶ εἰς τὰ μεταξὺ τούτου τε καὶ τοῦ βαρυτάτου δύο σώματα τόν τε ἀέρα καὶ τὸ ὕδωρ. ὅτι δὲ ἐν τούτῳ τῷ κόσμῳ εἰσὶν οἵδε οἱ τόποι καὶ οὐκ ἐν ἄλλῳ, δείκνυσιν, οἶμαι, ἐφ’ ἑνὸς τοῦ πυρός, ὥσπερ πρότερον ἐπὶ τῆς γῆς ἐδείκνυ· ἀνάγκη γὰρ τὸ ἐπιπολάζον τοῦτο, τουτέστι τὸ πῦρ, ἢ ἐν τούτῳ εἶναι τῷ μεταξὺ ἢ ἔξω τοῦδε τοῦ τόπου, ἐν ᾧ κεῖται· οὕτως γὰρ ὁ Ἀλέξανδρος ἀκούει, οὐχ ὡς ἐν ἄλλῳ κόσμῳ τὸ ἔξω, ἀλλ’ ἐν τούτῳ·1 “ὁ γὰρ αὐτός, φησί, λόγος, κἂν ἔξω τοῦδε τοῦ κόσμου ᾖ· καὶ γὰρ ἐκεῖ ὂν ἔσται που καὶ ἐν τόπῳ, καὶ εἰ ἐν τόπῳ, τούτων τινὶ τῶν τριῶν. ἐκτὸς δὲ ὂν αὐτοῦ, ἔνθα μὲν τὸ κύκλῳ κινούμενόν ἐστιν, οὐκ ἔσται· ἐκείνου γὰρ ἡ χώρα ἥδε, ἧς οὐδὲ ἐκστῆναι δύναται· ὅτι δὲ οὐδὲ ἐν τῷ κάτω κατὰ φύσιν εἶναι δύναται, δείκνυσι διὰ τοῦ τοῦ βάρος ἔχοντος σώματος τοῦτον οἰκεῖον εἶναι τόπον· ὁμοίως δὲ τοῦτο, φησὶν ὁ Ἀλέξανδρος, ἄν τε ἐν τούτῳ ᾖ τῷ κόσμῳ ἄν τε ἐν ἄλλῳ· τριῶν γὰρ ὄντων καὶ ἐν ἐκείνῳ τόπων ὅμοιος ὁ λόγος καὶ ἐπ’ ἐκείνου τοῦ κόσμου· εἰ γὰρ τὸ ἐκεῖ μεταξὺ λέγοι τις κατὰ φύσιν αὐτῷ εἶναι, δῆλον, ὅτι καί, ἐπεὶ ἐν τούτῳ ἐστί τι μεταξὺ ταὐτὸν ὂν τῷ εἴδει ἐκείνῳ τῷ τόπῳ, ἔσται καὶ ἐν τούτῳ τῷ μεταξὺ τῷ ἐν τῷδε τῷ κόσμῳ κατὰ φύσιν.” οὕτως μὲν ὁ Ἀλέξανδρος ἐξηγεῖται.
“这一点通过以下方式也可以变得显明”直至“由上述内容对我们而言是显明的”。 [亚里士多德]曾设定要证明宇宙是唯一的,其依据在于诸元素中的每一项都有某个各自专有的、被限定的自然处所,元素即向之运动,并且该处所就在这个宇宙之中;在指出了每一元素都有其专有的、被限定的自然处所,而朝向该处所的运动是有限且确定的之后;在通过运动之物朝向其固有处所运动得更快这一事实证实了此点之后;并且在插入了来自第一哲学的证据——在其中为了寻得运动那些球体的不动原因的多数性,他也被迫推导了反转天球的多数性——之后,他补全了论证中欠缺的部分;而这[欠缺的部分]就是:每一元素的自然处所在数目上是唯一的。因此,在首先提出了被证明之事所指向的问题(即宇宙必然是唯一的)之后,他紧接着证明了每一元素的自然处所在数目上是唯一的,论述如下:构成宇宙的物体元素依照其位置运动有多少种差异,在宇宙中必然也就有同样多种处所的差异;既然物体元素依属而言可以说有三类,那么处所也将有三个:一个是那最重且位于万物之下的物体的处所,即环绕中心的处所;另一个是那包容万物的圆周运动物体的极外处所;第三个则是那被细分为更多的居间者的处所。因为居间者既被分为轻且浮于所有沿直线运动之物上者(即火),又被分为位于火与最重者之间的两种物体(即气与水)。至于这些处所是在这个宇宙中而非在另一个宇宙中,我认为他是仅就火这一项来说明的,正如他此前就大地所说明的那样;因为这一上浮之物(即火)必然要么在这个居间处所中,要么在它所居的这个处所之外。因为亚历山大是这样理解的,不是把“外”理解为在另一个宇宙中,而是理解为在这个宇宙之中:“因为论述是一样的,”他说,“哪怕它位于这个宇宙之外;因为即便在那里,它也必定在某处且在一个处所中,若在一个处所中,就必在这三个处所之一中。但若它位于它[居间者]之外,它绝不会位于圆周运动之物所在的地方;因为那是属于后者的区域,它甚至不可能脱离该区域;至于它依自然也不可能在下方,他通过这是具有重量的物体的专有处所而指明了这一点。亚历山大说,无论它在这个宇宙中还是在另一个宇宙中,情况都相似;因为既然在那个宇宙中也同样存在三个处所,关于那个宇宙的论述也是相似的;因为如果有人主张那里的居间处所对火而言是符合自然的,显然,既然在这个宇宙中也存在某种与那个处所在形式上相同的居间处所,那么它存在于这个宇宙中的这个居间处所中,也将是符合自然的。”亚历山大就是这样解释的。
- 1.91οὐχ ὡς ἐν ἄλλῳ κόσμῳ τὸ ἔξω, ἀλλ’ ἐν τούτῳ
在 οὐχ ὡς 引导的短语中,主语 τὸ ἔξω(“在……之外”这一表述或概念)与作表语的 ἐν ἄλλῳ κόσμῳ [ὄν] 以及 ἀλλ’ ἐν τούτῳ [ὄν] 相对置。这构成了省略结构,意为“[将]‘外’不理解为处于另一宇宙中,而是理解为处于本宇宙中”。
- 1.91Προθέμενος δεῖξαι, ὅτι εἷς ὁ κόσμος, ἐκ τοῦ ἑκάστῳ τῶν στοιχείων εἶναί τινα κατὰ φύσιν τόπον οἰκεῖον ἀφωρισμένον, ἐφ’ ὃν φέρεται, καὶ τοῦτον ἐν τῷδε τῷ κόσμῳ εἶναι, δείξας, ὅτι ἐστὶ κατὰ φύσιν ἑκάστῳ τόπος οἰκεῖος ἀφωρισμένος, ἐφ’ ὃ ὡρισμένη καὶ πεπερασμένη ἐστὶν ἡ κίνησις, καὶ τοῦτο πιστωσάμενος ἐκ τοῦ πρὸς τοὺς οἰκείους τόπους θᾶττον φέρεσθαι τὰ φερόμενα καὶ παρεμβαλὼν τὴν ἐκ τῆς πρώτης φιλοσοφίας μαρτυρίαν, ἐν ᾗ καὶ τῶν ἀνελιττουσῶν σφαιρῶν τὸ πλῆθος ἠναγκάσθη συλλογίσασθαι, ἵνα τὸ πλῆθος εὕρῃ τῶν ἀκινήτων αἰτίων τῶν κινούντων αὐτάς. τὸ λεῖπον ἀποδίδωσι τοῦ ἐπιχειρήματος·
这一长句的骨干结构是主动词 ἀποδίδωσι(主语承前指亚里士多德)支配宾语 τὸ λεῖπον τοῦ ἐπιχειρήματος。在此之前,四个分词(Προθέμενος、δείξας、πιστωσάμενος、παρεμβαλὼν)按顺序概括了此前论证的发展阶段,均依附于主句动词。
未在正文中定位
