- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:270.29-271.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘反驳了亚历山大的疑难,论证了与理智宇宙的统一性相应、感性宇宙也是唯一的,并借助其师阿摩尼奥斯的论述证明了亚里士多德那里的第一原因不仅是目的因,也是动力因。
ἀλλὰ κἂν πολλὰ τὰ κινοῦντα αἴτια καὶ ἓν πρὸ τῶν πάντων ἐστίν, ἀνάγκη καὶ μίαν εἶναι πάντων σύνταξιν πρὸς τὸ ἓν αἴτιον συντεταγμένων καὶ κόσμον νοητὸν ἕνα, ἀφ’ οὗ καὶ πρὸς ὃν ὁ αἰσθητὸς κόσμος ὑποστὰς εἷς καὶ αὐτὸς γέγονεν ἐκ περιεχόντων καὶ περιεχομένων, ὥσπερ καὶ ὁ νοητὸς εἷς. καὶ εἴπερ οἱ λέγοντες τοὺς πολλοὺς κόσμους εἰς μίαν σύνταξιν αὐτοὺς συνῆγον, ὡς εἶναι καὶ ἕνα τὸν ἐκ πάντων τῶν μὲν ὁλικωτέρων, τῶν δὲ μερικωτέρων, καὶ τῶν μὲν περιεχόντων, τῶν δὲ περιεχομένων, ἔλεγον μὲν εἰκότα, τοῦτον δὲ ἔλεγον τὸν ἕνα κόσμον ἐκ πολλῶν κόσμων συνεστηκότα· κόσμος γὰρ καὶ τῶν οὐρανῶν ἕκαστος καὶ τῶν ὑπὸ σελήνην πληρωμάτων· καὶ γὰρ ἡ γῆ κόσμος καὶ τὸ ὕδωρ καὶ ὁ ἀὴρ καὶ ὁ αἰθήρ. διὰ τοῦτο οὖν εἷς ὅδε ὁ κόσμος, ὅτι καὶ ὁ νοητὸς κόσμος εἷς ὁ τούτου κινητικός τε καὶ ποιητικὸς πλῆθος μὲν καὶ ἐκεῖνος ἔχων συντεταγμένον, ἀλλ’ αἰτιῶδες πλῆθος καὶ ἡνωμένον, οἷον ἐν τῇ Μετὰ τὰ φυσικὰ ὁ Ἀριστοτέλης ἀπέδειξε τὸ τῶν πρώτως κινούντων ἀκινήτων νοητῶν αἰτίων, εἰς ἃ νῦν τὸν λόγον ἀνέπεμψεν. εἰ γὰρ ὑφ’ ἑνὸς νοητοῦ κόσμου ἐκ πολλῶν ἀκινήτων αἰτίων συνεστηκότος αἱ ἀΐδιοι κυκλοφορίαι πρώτως κινοῦνται, δῆλον, ὅτι καὶ αὗται εἰς ἕνα τελοῦσι τὸν αἰσθητὸν κόσμον.1 οὔτε οὖν εὔλογος μόνον ἡ ἐπιχείρησις, ὡς Ἀλέξανδρος οἴεται, τοῦ ἀναγκαίου στερουμένη ἡ ἀπὸ τῆς πρώτης φιλοσοφίας καὶ τῆς ἀϊδίου κυκλοφορίας, οὔτε μέντοι τελικὸν μόνον αἴτιον τοῦ κόσμου τὸν θεὸν ὁ Ἀριστοτέλης ὑπολαμβάνει, ἐξ οὗ ἠπόρησεν ὁ Ἀλέξανδρος, ἀλλὰ καὶ ποιητικόν. καὶ ἀρκεῖ μὲν ἀντὶ πολλῶν εἷς αὐτοῦ λόγος λέγοντος ἐν τούτῳ τῷ βιβλίῳ, ὅτι οὐδὲν μάτην ποιεῖ οὔτε ὁ θεὸς οὔτε ἡ φύσις, ἀρκεῖ δὲ καὶ τὸ δεῖξαι τὴν ἀίδιον κίνησιν ἐκεῖθεν ἐποχετευομένην τῷ κυκλοφορητικῷ σώματι πεπερασμένην ἀφ’ ἑαυτοῦ τὴν δύναμιν ἔχοντι, ἀρκεῖ δὲ ἱκανῶς καὶ ὁ ἡμέτερος καθηγεμὼν Ἀμμώνιος ἐν ὅλῳ τῷ βιβλίῳ τοῦτο δεικνύς, ὅτι οὐ τελικὸν μόνον, ἀλλὰ καὶ ποιητικὸν αἴτιον οἶδε τοῦ κόσμου τὸν θεὸν ὁ Ἀριστοτέλης. εἰ δὲ καὶ ἐφετόν τις αὐτὸν μόνως λέγων ἀπορεῖ, διὰ τί μὴ ὑφ’ ἑνὸς ἐφετοῦ πλείους οὐρανοὶ κινοῦνται, ῥᾴδιον λέγειν, ὅτι τῷ ἑνὶ τὸ πλῆθος οὐ προσεγγίζει μὴ καὶ αὐτὸ ἑνωθέν·2 τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον πελάζει· διόπερ οὐδὲν τῶν καθ’ ἕκαστον μερισθέντων ἑνοῦσθαι καθ’ αὑτὸ δύναται τῇ παντότητι τοῦ ἑνός, ἀλλ’ ἀνάγκη πρὸς τὰ ἄλλα πρῶτον τὰ ἀπὸ τοῦ ἑνὸς προελθόντα συνενωθὲν πανσυδίῃ μετ’ ἐκείνων πρὸς τὸ ἓν ἀνατείνεσθαι.
然而,即使动因是多数的,且在万物之前存在着一者,被排列向这一原因的万物也必然存在一种统一的秩序,并且存在唯一的理智宇宙;可感觉宇宙由此成立并向之而立,自身也由包容者与被包容者构成唯一的宇宙,正如理智宇宙也是唯一的一样。而且,主张有多个宇宙的人,如果把它们汇归于一种秩序之中,从而使那由一切事物构成的[宇宙]也是唯一的——其中有些事物较为全称,有些较为特殊,有些是包容者,有些是被包容者——那么他们所说的大致在理,而他们所说的也就是这个由多数宇宙构成的单一宇宙。因为诸天球的每一项以及月下充盈物的每一项都是宇宙;大地是宇宙,水、气和以太也都是宇宙。因此,这个宇宙之所以是唯一的,正因为运动并创造它的理智宇宙也是唯一的;那[理智宇宙]本身虽然也拥有被排列的多数性,却是原因性的且统一的多数性,正如亚里士多德在《形而上学》中所证明的原初运动的不动理智原因的多数性那样,而他如今正是把论述引回到了这些原因上。因为,如果永恒的圆周运行首要地被由许多不动原因构成的唯一理智宇宙所运动,那么显而易见,这些运行也共同构成唯一的感性宇宙。因此,来自第一哲学和永恒圆周运行的论辩企图,既不像亚历山大所认为的那样仅仅合乎情理而缺乏必然性,而且亚里士多德也没有把神仅当作宇宙的目的因——亚历山大正是从这一点发难的——而是同样当成了动力因。代替诸多证据,他在本书中所说的一句话就足够了,他说“神和自然都不做任何徒劳之事”;指出永恒运动乃是从彼处注入那自身具有有限能力的圆周运动物体中,这也足够了;此外,我们的导师阿摩尼奥斯在整部书中证明亚里士多德将神不仅视为宇宙的目的因而且视为动力因,这一点也完全足够了。即使有人仅将神称为所欲求者,并提出疑问:为什么复数的天球不能由单一的所欲求者运动?那么回答这个问题也很容易:多数性除非自身也被统一,否则无法接近一者;因为同类趋于同类。因此,分别被分割的个别事物,没有任何一个能够凭借自身与一者的完整性相统一,而必然首先与从一者流出的其他事物联合为一,并与它们一起倾尽全力向一者伸展。
- 1.90εἰς ἕνα τελοῦσι τὸν αἰσθητὸν κόσμον
动词 τελέω 与介词 εἰς 连用为习惯用法,意为“共同构成”或“完结归入……”。此处表示主语 αὗται(永恒的诸运行)共同构成了一个唯一的感性宇宙。
- 1.90μὴ καὶ αὐτὸ ἑνωθέν
否定词 μή 与分词 ἑνωθέν(被动不定过去时分词,中性单数主格)结合,起到条件从句的作用(相当于“除非它自身也被统一”),表示不可或缺的排他性条件。
