- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:269.29-270.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德依据《形而上学》与《物理学》卷八论证宇宙唯一性之处(Bekker 277b9),辛普里丘介绍了亚历山大提出的疑难(单一不动推动者能否推动多个做圆周运动的天体),并通过引述《形而上学》卷Λ指出推动实体实有多个,从而驳斥了该论证缺乏必然性的看法。
" Ἔτι δὲ καὶ διὰ τῶν ἐκ τῆς πρώτης φιλοσοφίας ἕως τοῦ καὶ ἐν τοῖς ἄλλοις κόσμοις." Πρώτης μὲν φιλοσοφίας λόγους τὴν Μετὰ τὰ φυσικὰ πραγματείαν καλεῖ1 καί φησιν ἔκ τε τῶν ἐκεῖ ῥηθέντων καὶ ἐκ τῶν ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως δείκνυσθαι, ὅτι εἷς ὁ κόσμος ἐστίν. ἐν μὲν γὰρ τῷ Θ περὶ τῆς κύκλῳ κινήσεως δέδεικται, ὅτι ἀίδιός ἐστιν, ὅπου ἂν ᾖ, κἂν ἐν τούτῳ τῷ κόσμῳ κἂν ἐν ἄλλῳ τινί, καὶ ὅτι ὑπὸ ἀκινήτου αἰτίου κινεῖται, ὃ ἐδείχθη ἀσώματόν τε καὶ ἀμερὲς διὰ τὸ ἄπειρον μὲν μηδὲν εἶναι σῶμα, πεπερασμένον δὲ μηδὲν ἄπειρον ἔχειν δύναμιν, ἄπειρος δὲ δύναμις ἡ ἐπ’ ἄπειρον κινοῦσα.2 ἐν δὲ τῇ Μετὰ τὰ φυσικά, ὥς φησιν Ἀλέξανδρος, δείκνυσιν, ὅτι ἕν ἐστι τὸ κινητικὸν τοῦτο τοῦ κυκλοφορητικοῦ σώματος· ἄυλον γὰρ ὂν καὶ ἀσώματον καὶ λόγος μόνος καὶ εἶδος ταὐτὸν ἔσται κατ’ ἀριθμόν· εἰ δὲ τοῦτο ἕν, καὶ τὸ κινούμενον ὑπ’ αὐτοῦ ἕν, ἑνὸς δὲ ὄντος τοῦ κυκλοφορητικοῦ, ἀνάγκη καὶ κόσμον ἕνα εἶναι. ἐφ’ οἷς ἀπορεῖ ὁ Ἀλέξανδρος, διὰ ποίαν αἰτίαν ἓν ὂν τὸ πρῶτον κινοῦν οὐ δυνήσεται καὶ πλείω κινεῖν κυκλοφορητικὰ σώματα, εἴ γε κινήσει ἐφέσει τῇ αὐτοῦ καὶ ὡς ἐρώμενον· οὐδὲν γὰρ κωλύει πλείω τοῦ αὐτοῦ ἐφίεσθαι. καὶ ταῦτα εἰπὼν “ἢ κατὰ τὸ εὔλογον, φησίν, ἥδε ἡ ἐπιχείρησις προΐοι ἄν, οὐχ ὡς ἀναγκαῖόν τι δεικνύουσα”;3 ἀξιῶ οὖν πρῶτον μὲν ἐπιστῆσαι, ὅτι οὐ φησὶν Ἀριστοτέλης ἓν εἶναι τὸ κινητικὸν τοῦ κυκλοφορητικοῦ σώματος, ἀλλὰ τὴν μὲν ἁπλῆν φορὰν τὴν τῆς ἀπλανοῦς ὑπὸ τῆς πρώτης οὐσίας κινεῖσθαί φησι, τῶν δὲ πλανωμένων σφαιρῶν ἑκάστην ὑπὸ ἀκινήτου κινεῖσθαι καὶ ἀιδίου οὐσίας. γράφει δὲ ἐν τῷ Λ τῶν Μετὰ τὰ φυσικὰ τάδε· “ἡ μὲν γὰρ ἀρχὴ καὶ τὸ πρῶτον τῶν ὄντων ἀκίνητον καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, κινοῦν δὲ τὴν πρώτην ἀίδιον καὶ μίαν κίνησιν. ἐπεὶ δὲ τὸ κινούμενον ἀνάγκη ὑπό τινος κινεῖσθαι καὶ τὸ πρῶτον κινοῦν ἀκίνητον εἶναι καθ’ αὑτὸ καὶ τὴν ἀίδιον κίνησιν ὑπὸ ἀιδίου κινεῖσθαι καὶ τὴν μίαν ὑφ’ ἑνός, ὁρῶμεν δὲ παρὰ τὴν τοῦ παντὸς τὴν ἁπλῆν φοράν, ἣν κινεῖν φαμεν τὴν πρώτην οὐσίαν καὶ ἀκίνητον, ἄλλας φορὰς οὔσας τὰς τῶν πλανήτων ἀιδίους (ἀίδιον γὰρ καὶ ἄστατον τὸ κύκλῳ σῶμα), ἀνάγκη καὶ τούτων ἑκάστην τῶν φορῶν ὑπ’ ἀκινήτου τε κινεῖσθαι καθ’ αὑτὸ καὶ ἀιδίου οὐσίας.” ἔπειτα πῶς οὐκ ἄτοπον τοὺς ἀπὸ τῆς πρώτης φιλοσοφίας καὶ τῆς ἀκριβεστάτης αὐτοῦ φυσικῆς πραγματείας εἰς μαρτυρίαν κληθέντας λόγους μὴ τὸ ἀναγκαῖον ἔχειν τῶν ἀποδείξεων;
“此外,还通过来自第一哲学的[论据]”直到“在其他世界中亦然”。 他把《形而上学》这部著作称为第一哲学的论说,并说无论根据那里的论述,还是根据《物理学》卷八中的论述,都证明了宇宙是唯一的。因为在卷八中关于圆周运动已经证明:无论它处于何处,无论在这个宇宙中还是在任何其他宇宙中,它都是永恒的,并且它是由一个不动的动力因运动的;该原因已被证明是非物体性的且无部分的,因为没有任何物体是无限的,没有任何有限物体拥有无限的能力,而无限运动的能力则是无限的。而在《形而上学》中,正如亚历山大所言,他证明了圆周运动物体的这个能动物是唯一的;因为由于它是非质料性的、非物体性的,且仅仅是本性定义与形式,它在数量上将是同一的;若这是唯一的,那么被它运动之物也是唯一的,而当圆周运动物体是唯一时,宇宙也必然是唯一的。对于这些论点,亚历山大提出了疑难:由于何种原因,第一推动者既然是单一的,难道就不能运动更多的圆周运动物体吗,只要它是通过对它自身的渴望以及作为被爱者而推动的;因为没有任何事物阻止复数的事物渴望同一个东西。在说了这些之后,他说:“抑或,这一论证乃是依照合情合理性推进,而非作为证明了某种必然之物吗?”因此,我认为首先应当指出,亚里士多德并未说圆周运动物体的能动物是单一的,而是说恒星天球的单一运行是由第一实体运动的,而每个行星天球则是由一个不动且永恒的实体运动的。他在《形而上学》卷Λ中这样写道:“因为诸存在者的本原与第一者,就自身而言和偶然而言都是不动的,它推动着第一的、永恒且唯一的运动。然而,既然被运动者必然由某物运动,且第一推动者就自身而言是不动的,永恒的运动由永恒者运动,唯一的运动由单一者运动,而我们看到,除了整个宇宙的单一运行——我们称第一且不动的实体运动了它——之外,还存在行星的其他永恒运行(因为做圆周运动的物体是永恒且无休止的),那么这些运行中的每一项也必然由一个就自身而言不动且永恒的实体来运动。”其次,从第一哲学以及他最严密的物理学著作中被召来作证的论说,竟然不具有论证的必然性,这怎能不是荒谬的呢?
- 1.90Πρώτης μὲν φιλοσοφίας λόγους τὴν Μετὰ τὰ φυσικὰ πραγματείαν καλεῖ
动词 καλεῖ 接双重宾格结构。带冠词的短语 τὴν Μετὰ τὰ φυσικὰ πραγματείαν(“《形而上学》探究”)作直接宾格,前置且不带冠词的 Πρώτης μὲν φιλοσοφίας λόγους(“第一哲学的论说”)作谓词性宾格。
- 1.90ἄπειρος δὲ δύναμις ἡ ἐπ’ ἄπειρον κινοῦσα
省略系动词 ἐστί 的名词性分句。带冠词的分词短语 ἡ ἐπ’ ἄπειρον κινοῦσα(“无限运动者”)为主语,无冠词的 ἄπειρος δύναμις(“无限的能力”)为倒置的表语名词。
- 1.90ἢ κατὰ τὸ εὔλογον, φησίν, ἥδε ἡ ἐπιχείρησις προΐοι ἄν, οὐχ ὡς ἀναγκαῖόν τι δεικνύουσα;
由连词 ἢ(抑或)引导的直接疑问句。此处使用 ἄν 搭配祈愿语气(προΐοι ἄν),表达针对前述疑难的委婉推测或假定性提问(“难道这论证是……推进的吗?”)。
