← 辛普里丘

亚里士多德《论天》注释

§27.10-28.27

驳斐洛庞奴斯论四元素运动及其换质位推理之谬

辛普里丘针对斐洛庞奴斯的第一条反驳作出回应,指出土与水、火与空气的运动在种上各异以对应四元素,且若在属上视为相同则本性亦当视为相同;随后他根据逻辑学规则揭露了斐洛庞奴斯在构造包含模态词的对偶推理(带对立的反演)时所犯下的基本否定错误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#6

τοσαύτη τίς ἐστιν αὐτῷ λόγων ἀκολουθίας συναίσθησις. ἰστέον δέ, ὅτι ἔπειτα, κἂν τῷ γένει μία ἡ ἐπὶ τὸ κάτω κίνησις καὶ πάλιν ἡ ἐπὶ τὸ ἄνω, ἀλλὰ τῷ εἴδει διάφοροι ἥ τε τῆς γῆς καὶ τοῦ ὕδατος·1 ἡ μὲν γὰρ γῆ πρὸς τὸ κέντρον ἵεται καὶ τούτῳ βούλεται περιφύεσθαι καὶ πᾶσιν ὑφίστασθαι τοῖς ἄλλοις στοιχείοις, τὸ δὲ ὕδωρ οὐ πρὸς τὸ κέντρον ἔχει τὴν ὁρμήν, ἀλλ’ ἐπιπολάζειν ἐθέλει τῇ γῇ καὶ ἐπὶ ταύτης ὀχεῖσθαι. ὁμοίως δὲ καὶ τὸ πῦρ καὶ ὁ ἀὴρ ἔχει πρὸς ἄλληλα. οὐ γὰρ δύο μόνα πέρατα τῆς ἐπ’ εὐθείας κινήσεως ἔστιν, ὡς οὗτος οἴεται, τὸ ἄνω καὶ τὸ κάτω, ἀλλ’ ἑκάτερον τούτων εἰς δύο διαιρεῖται· διὸ καὶ τέσσαρα τὰ ἐπ’ εὐθείας κινούμενα γέγονεν τῆς μὲν κάτω εἴς τε τὴν ἐπὶ τὸ κέντρον καὶ εἰς τὴν ἐπὶ τὴν τῆς γῆς ἐπιφάνειαν διαιρουμένης, τῆς δὲ ἐπὶ τὸ ἄνω εἰς τὴν ἐπὶ τὸ κοῖλον τοῦ οὐρανοῦ περατουμένην καὶ εἰς τὴν ἐπὶ τὸ κοῖλον τοῦ ὑπεκκαύματος· ὥστε κατά γε ταῦτα οὐ τὴν αὐτὴν κίνησιν τὸ ὕδωρ κινεῖται καὶ ἡ γῆ οὐδὲ ὁ ἀὴρ καὶ τὸ πῦρ. εἰ δὲ καθ’ ὅσον ἐπὶ τὸ κάτω ἢ ἐπὶ τὸ ἄνω τὴν αὐτὴν λέγοι τις κινεῖσθαι, καὶ φύσιν ἂν τὴν αὐτὴν ἔχοιεν. εἰ γὰρ τὴν φύσιν νῦν ὁ Ἀριστοτέλης ἀρχὴν κινήσεως οὐ τῆς τυχούσης ἀλλὰ τῆς κατὰ τόπον λαμβάνει, ὡς δηλοῖ λέγων “πάντα γὰρ τὰ φυσικὰ σώματα καὶ μεγέθη καθ’ αὑτὰ κινητὰ λέγομεν εἶναι κατὰ τόπον· τὴν γὰρ φύσιν κινήσεως ἀρχὴν εἶναί φαμεν ἐν αὐτοῖς· πᾶσα δὲ κίνησις, ὅση κατὰ τόπον, ἢ εὐθεῖα ἢ κύκλῳ ἢ ἐκ τούτων μικτή”, δῆλον, ὅτι καὶ τὰ τὴν αὐτὴν κατὰ τόπον κίνησιν ἔχοντα καὶ φύσιν ἂν τὴν αὐτὴν ἔχοι κατὰ τὸ νῦν λεγόμενον· ἀλλ’ οὐχὶ τὰ ξηρὰ ὁμοίως ἢ ὑγρά· ὅσον γὰρ ἐπὶ ταῖς τοιαύταις διαφοραῖς καὶ λίθος ἂν εἴη λίθου διάφορος τὴν φύσιν καὶ βῶλος βώλου καὶ ὕδωρ ὕδατος. εἰ δὲ καὶ πάντα ἠκολούθησε τῷ τὰς διαφόρους κινήσεις ὑπὸ διαφόρων γίνεσθαι φύσεων,2 τοῦτο δὲ ἀληθὲς παντὸς μᾶλλον, πῶς ἄτοπα τὰ ἀκολουθήσαντα συμβαίνει; ἀληθεῖ γὰρ οὐχ ἕπεται ψεῦδος, ὡς μεμαθήκαμεν. ἀλλ’ οὗτος ὡς ὁμολογούμενον λαβών, καὶ ὅτι διάφορα τὴν φύσιν ἐστὶν ὕδωρ καὶ γῆ τὸ μὲν ὑγρὸν ὄν, ἡ δὲ ξηρά, καίτοι μὴ κατὰ ταῦτα νῦν τῆς φύσεως λαμβανομένης, καὶ ὅτι τὴν αὐτὴν κίνησιν κινοῦνται τὴν ἐπὶ τὸ κάτω, καίτοι μηδὲ τοῦτο κατὰ τὸ αὐτὸ ἔχοντα, δεύτερον ἐπάγει συλλογισμόν, ᾧ καὶ ἐν τοῖς ἑξῆς κατακέχρηται, τοιοῦτον· εἰ τὰ διαφόρου φύσεως ὄντα ὥσπερ γῆ καὶ ὕδωρ τὴν αὐτὴν ἐνδέχεται κινεῖσθαι κίνησιν, σὺν ἀντιθέσει, φησίν, ἀντιστρέφων ἐρεῖς·3 τὰ διάφορα καὶ μὴ τὴν αὐτὴν κινούμενα κίνησιν οὐδὲν κωλύει ὁμοφυῆ εἶναι, ὥστε, κἂν ὁ μὲν οὐρανὸς κύκλῳ κινῆται, τὰ δὲ ὑπὸ σελήνην κατ’ εὐθεῖαν, οὐδὲν κωλύει ὁμοφυῆ εἶναι τὸν οὐρανὸν τοῖς ὑπὸ σελήνην καὶ ὁμοίως ἐκείνοις φθαρτόν· εἰς τοῦτο γὰρ αὐτῷ πανταχοῦ σπουδάζει τὸ γράμμα. καί ἐστι μὲν ἐκ τῶν εἰρημένων ἤδη πρόδηλος ἡ ἀτοπία τοῦ λόγου, εἰ ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι τῆς κατὰ τόπον, ὡς καὶ οὗτος ὁμολογεῖ. ἐπειδὴ δὲ πολύς ἐστιν τῇ σὺν ἀντιθέσει χρώμενος ἀντιστροφῇ, οὐδὲν ἴσως κωλύει δεῖξαι μηδὲ τὴν ἀγωγὴν αὐτῆς ἐπιστάμενον αὐτόν. τὸν γὰρ λόγον ἐρωτήσας οὕτως “εἰ τὰ διάφορα τὴν φύσιν τὴν αὐτὴν κίνησιν ἐνδέχεται κινεῖσθαι, τὰ μὴ τὴν αὐτὴν κινούμενα κίνησιν οὐδὲν κωλύει”, ὅπερ ταὐτόν ἐστι τῷ ἐνδέχεται, “ἀδιάφορα τὴν φύσιν εἶναι” πρῶτον μὲν τὸ ἀρνητικὸν μόριον οὐ προσέθηκε τῷ τρόπῳ ἐν τῇ λήψει τῆς ἀντικειμένης ἀποφάσεως τῇ ἑπομένῃ καταφάσει4 κατὰ τὸν διαλεκτικὸν νόμον. εἰπὼν γὰρ “τὴν αὐτὴν κίνησιν ἐνδέχεται κινεῖσθαι” καὶ τὴν ἀντικειμένην ταύτῃ τῇ καταφάσει βουλόμενος ἀπόφασιν λαβεῖν οὐκ εἶπεν “ἃ μὴ ἐνδέχεται τὴν αὐτὴν κίνησιν κινεῖσθαι”, ὥσπερ ἐχρῆν εἰπεῖν τῷ τρόπῳ προστιθέντα τὸ ἀρνητικὸν μόριον, ἀλλὰ “τὰ μὴ τὴν αὐτὴν κινούμενα κίνησιν ἐνδέχεται ἀδιάφορα τὴν φύσιν εἶναι”. πῶς οὖν δυνατὸν τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν γινώσκειν τὸν ἀγνοοῦντα τὴν ἀντικειμένην ἀπόφασιν τῇ ἑπομένῃ τῷ ἡγουμένῳ καταφάσει; καὶ τί λέγω τὴν σὺν ἀντιθέσει ἀντιστροφήν;

他对论证的逻辑连贯性的感知力不过如此而已。但应当知晓的是,其次,即使向下的运动在属上为一,向上的运动同样在属上为一,然而土与水的运动在种上却是不同的;因为土冲向中心,且意欲依附于其周围并居于所有其他元素之下,而水对中心并无冲力,反而意欲漂浮在土之上并被承托于其上。火与空气彼此之间亦是同样的关系。因为直线运动的界限并非如这个人所认为的仅有上下两端,而是它们各自都分为二;因此沿直线运动的物体也变成了四种,向下的运动分为向中心的运动与向土表面的运动,向上的运动分为终止于天之凹面的运动与终止于易燃物层之凹面的运动;以至于至少在这些方面,水与土并不做同一种运动,空气与火亦然。但若有人说,就向下或向上而言它们做的是同一种运动,那么它们亦将具有同一种自然本性。因为亚里士多德此刻若将自然本性视为运动的始元,不是任意的运动而是空间位置运动的始元——正如他所说“因为我们说一切自然物体和量度就其自身而言都是在空间位置上可动的;因为我们说自然本性是它们内部运动的始元;而就空间位置而言的一切运动,要么是直线的,要么是圆周的,要么是由它们混合的”所表明的那样——,显然,凡具有相同空间位置运动的物体,按照此刻的说法亦当具有相同的自然本性;但同样干燥或潮湿的物体却不〔具有相同的自然本性〕;因为仅就此类差异而言,一块石头与另一块石头在自然本性上也将是不同的,一块土块与另一块土块、一滴水与另一滴水亦然。但如果一切都是从不同的运动由不同的本性产生这一命题随之得出的,而这比任何事情都更为真实,那么随之而来的推论又怎会成为荒谬的呢?因为正如我们所学到的,真理不会推导出谬误。然而此人却将两点作为公认前提接受:其一,水与土在自然本性上不同,因为一者潮湿而另一者干燥(尽管此刻自然本性并非依据这些性质来取用);其二,它们做着相同的向下运动(尽管它们在这一点上亦非在相同意义下具有之);在此基础上,他引出了第二个三段论,并在下文中亦滥用了此三段论,其内容如下:“如果具有不同本性的事物如土和水能够做同一种运动,”他说,“通过带对立的反演你将说:相异且不做同一种运动的事物同属于一种自然本性,是完全无碍的;因此,即使天沿圆周运动而月下之物沿直线运动,亦完全无碍于天与月下之物同属一种本性,并与它们同样是可毁灭的”;因为他的著述在所有地方都在极力图谋这一点。而从前述内容来看,若自然本性确如这个人所承认的是空间位置运动的始元,该论证的荒谬性便已昭然若揭。但既然他频繁使用带对立的反演,那么指出他甚至不懂其推演程序,或许亦无妨。因为当他这样提问该论证时:“若本性相异之物可能做同一种运动,那么不做同一种运动之物在自然本性上无差别,是完全无碍的”——这等同于‘可能’——,首先,他在按照辩证逻辑法则为后件的肯定取对立的否定时,并没有将否定词加在模态词上。因为他既已说了“可能做同一种运动”,且意图取这一肯定的对立否定,他本该如应当说的那样将否定词加在模态词上说“不可能做同一种运动之物”,却说了“不做同一种运动之物可能在自然本性上无差别”。那么,一个连伴随前件的肯定命题的对立否定都不懂得的人,又怎可能懂得带对立的反演呢?况且我还提带对立的反演做什么呢?

语法注4 条
  1. 1.11κἂν τῷ γένει μία ἡ ἐπὶ τὸ κάτω κίνησις καὶ πάλιν ἡ ἐπὶ τὸ ἄνω, ἀλλὰ τῷ εἴδει διάφοροι ἥ τε τῆς γῆς καὶ τοῦ ὕδατος

    这是由 κἂν (καὶ ἐάν) 引导的让步从句被主句中的 ἀλλά 所承接的相关结构。τῷ γένει 与 τῷ εἴδει 为表示视角的与格(限定与格),构成“纵使在属上为一,在种上却相异”的对比骨架。

  2. 1.11εἰ δὲ καὶ πάντα ἠκολούθησε τῷ τὰς διαφόρους κινήσεις ὑπὸ διαφόρων γίνεσθαι φύσεων

    ἠκολούθησε 支配带定冠词与宾格不定式从句的与格 τῷ ... γίνεσθαι 作为补足语:“如果一切推论都顺从于不同的运动由不同的本性产生这一前提”。καί 在此加强条件从句或动词的语气。

  3. 1.11σὺν ἀντιθέσει, φησίν, ἀντιστρέφων ἐρεῖς

    ἡ σὺν ἀντιθέσει ἀντιστροφή 是古希腊亚里士多德注释传统中表示“对偶推理/换质位推演(contraposition)”的专门术语。分词 ἀντιστρέφων 作手段或方式分词(“通过反演”),修饰主动词 ἐρεῖς。

  4. 1.11τὸ ἀρνητικὸν μόριον οὐ προσέθηκε τῷ τρόπῳ ἐν τῇ λήψει τῆς ἀντικειμένης ἀποφάσεως τῇ ἑπομένῃ καταφάσει

    结构与修饰关系整理:省略的主语为斐洛庞奴斯,动词为 οὐ προσέθηκε,直接宾语为 τὸ ἀρνητικὸν μόριον(否定词),与格 τῷ τρόπῳ(在模态词上)为其间接宾语。介词短语 ἐν τῇ λήψει... 意为“在获取与后件肯定相对立的否定时”,其中 τῇ ἑπομένῃ καταφάσει(对后件的肯定)是由形容词 ἀντικειμένης(对立的)所支配的与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:27.10-28.27