← 辛普里丘

亚里士多德《论天》注释

§25.23-27.10

批判斐洛庞奴斯与关于元素同种性的反驳

辛普里丘揭露了同时代论敌(斐洛庞奴斯)为了主张宇宙可毁灭而攻击亚里士多德的意图,阐述了予以反驳的理由,并提出了后者的第一条反驳,即土与水、火与空气因运动相同而将荒谬地属于同一种。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#5

τῶν δέ τις ἐφ’ ἡμῶν δόξης, ὡς ἔοικεν, θηρατὴς τῶν τε Ξενάρχου τινὰς ἐνστάσεις ὑποβαλόμενος καὶ ἄλλας τοιαύτας ἀθροίσας κατήγορος ἀνέδυ τοῦ Ἀριστοτέλους σκοπὸν μὲν τὸν ὅλον ἐνστησάμενος, ὥς φησι, φθαρτὸν ἀποδεῖξαι τὸν κόσμον ὡς ἔπαθλόν τι μέγα παρὰ τοῦ δημιουργοῦ ληψόμενος, εἰ φθαρτῶν μόνων αὐτὸν ἀποδείξει δημιουργόν,1 μηδενὸς δὲ ἀφθάρτου. διὰ ταύτην δὲ τὴν προθυμίαν τοῖς ἐνταῦθα λεγομένοις ὑπὸ τοῦ Ἀριστοτέλους ἀντιλέγειν προτίθεται διὰ πολυστίχων βιβλίων οὐ μόνον τῷ πλήθει καταπλήττειν ἐλπίσας τοὺς ἀνοήτους, ἀλλὰ καὶ ἀποτρέπων, οἶμαι, τοὺς πλείστους καὶ μάλιστα τοὺς καθαριωτέρους τῆς τῶν διωλυγίων φληνάφων ἐντεύξεως· ὥστε ἀνεπίκριτα μείναντα τὰ γραφέντα ἐκ τοῦ πρὸς Ἀριστοτέλην μόνον ἀντειπεῖν τοσαύτας σελίδας δόξαν σοφίας παρασχέσθαι τῷ γράφοντι. ἐγὼ δὲ οἶδα τὰ τοιαῦτα τῶν τολμημάτων, ὥσπερ τοὺς Ἀδώνιδος καλουμένους κήπους, ἀνθεῖν παρὰ τοῖς ἀνοήτοις δόξαντα, ἐν ὀλίγαις ἡμέραις ἀποσβεσθέντα. καί μοι τὴν Ἀριστοτέλους Περὶ οὐρανοῦ πραγματείαν σαφηνίσαι προθεμένῳ κατὰ τὸ δυνατὸν ἔδοξε μὴ παριδεῖν τὰς τοῦδε τοῦ ἀνδρὸς ἐνστάσεις ἐνοχλούσας τῶν μὲν πεπαιδευμένων οὐδένα, τῶν δὲ ἀπαιδεύτων τούς τε ἀεὶ ξένοις χαίροντας καὶ τῶν παλαιῶν ἀνδρῶν ταῖς εὐκλείαις βαρυνομένους καὶ ἔτι μέντοι τοὺς θεοσεβεῖν οἰομένους, ἐὰν τὸν οὐρανὸν πρὸς ὑπηρεσίαν, ὥς φασι, τῶν ἀνθρώπων γεγονότα μηδὲν ἐξαίρετον ἔχειν πρὸς τὰ ὑπὸ σελήνην νομίζωσιν καὶ φθαρτὸν καὶ αὐτὸν ὁμοίως τούτοις ὑπολαμβάνωσιν. οὗτοι γὰρ συνηγορεῖν αὐτῶν τῇ περὶ θεοῦ δόξῃ τὰς ἐνστάσεις ταύτας οἰόμενοι διὰ μεγάλης ἄγουσι τιμῆς οὐδὲν μὲν οὐδὲ τούτων εἰδότες οὐδὲ τῶν Ἀριστοτέλους ἔτι μᾶλλον, πρὸς ἃ τολμῶσιν αὐτὰς ἐνίστασθαι, ἀλλήλοις δὲ θρυλλοῦντες καὶ πρὸς ἡμᾶς νεανιευόμενοι, ὅτι τὰ τῶν φιλοσόφων ἀνατέτραπται δόγματα. τούτων οὖν εἵνεκα καὶ τῶν εὐκολωτέραν ἐχόντων τὴν ἀκοὴν καὶ τοῦ τὴν Ἀριστοτέλους Περὶ οὐρανοῦ πραγματείαν καὶ τὴν θεοσεβῆ περὶ τοῦ παντὸς ἔννοιαν ἐπὶ τῆς παλαιᾶς εὐκλείας μένειν ἀνέλεγκτον ἔδοξέ μοι καὶ ταύτας προθεῖναι τὰς ἐνστάσεις καὶ διαλῦσαι κατὰ τὴν ἐμὴν δύναμιν· οἰκειότερον γὰρ ἐφάνη τὸ τοῖς ὑπομνήμασι τῆς πραγματείας συντετάχθαι καὶ τὰς ἐνστάσεις καὶ τὰς λύσεις αὐτῶν. εἰ δέ που φανείην πρὸς τὸν ἄνδρα τοῦτον τραχύτερον ἀπορρίπτων λόγον, μὴ νεμεσήσῃ τις· οὐ γὰρ ἔστι μοί τις πρὸς τὸν ἄνδρα φιλονεικία, ὃν οὐδὲ θεασάμενος οἶδά πώποτε· ἀλλὰ πρῶτον μὲν ἐμμελῆ δίκην ἄξιον ἐπιτιθέναι τούτῳ τῷ παρὰ Ἀριστοτέλους μὲν καὶ τῶν ἐξηγητῶν αὐτοῦ μαθόντι, εἴπερ τι ἄρα περὶ τούτων μεμάθηκεν· οὐ γὰρ ἀπὸ Μενάνδρου καὶ Ἡρωδιανοῦ καὶ τῶν τοιούτων ἦλθεν ἡμῖν ἀκριβέστερον Ἀριστοτέλους τὰ περὶ τῆς φύσεως τῶν ὄντων πεπαιδευμένος·2 καὶ ὅμως οὐκ αἰδουμένῳ περὶ Ἀριστοτέλους γράφειν, ὃν αὐτῆς ἀφίδρυμα τῆς δεινότητος, μᾶλλον δὲ πατέρα καλῶν τις οὐκ ἂν ἁμάρτοι, καὶ ὅτι δεινὸς συσκιάσαι τῇ ἀχλύι τῶν παραλογισμῶν τὴν ἀλήθειαν, καὶ ὅτι τῷ ποικίλῳ τῆς συμπλοκῆς ὁ δεινὸς Ἀριστοτέλης συνεσκίασε τὴν ἀλήθειαν, πολλαχοῦ δὲ καὶ ὡς σοφώτερος αὐτοῦ καὶ τῶν ἐξηγητῶν αὐτοῦ βρενθύεται. ἔπειτα ἔδοξέ μοι καλῶς ἔχειν τοῖς ὑπὸ τῆς τούτου θρασύτητος εἰς καταφρόνησιν τῶν Ἀριστοτέλους ὑπαγομένοις καὶ ταύτῃ βοηθεῖν τῷ κατάπτυστον αὐτοῦ δεικνύναι τὴν κενόδοξον ἀπαιδευσίαν. πρώτην τοίνυν ἔνστασιν ὁ ἀνὴρ οὗτος πρὸς τὰς προληφθείσας τοῦ Ἀριστοτέλους ὑποθέσεις τέθεικεν ἀπὸ τῶν Ξενάρχου παρεφθαρμένην τοιαύτην· εἰ αἱ διάφοροι κινήσεις ὑπὸ διαφόρων γίνονται φύσεων, ἀποκληρωτικὸν ἂν εἴη τὸ μὴ καὶ τῶν αὐτῶν κινήσεων μίαν καὶ τὴν αὐτὴν εἶναι φύσιν· ἐπεὶ οὖν γῆ καὶ ὕδωρ ἐπὶ τὸ κέντρον ἄμφω κινεῖται, τῆς αὐτῆς ἂν εἴη φύσεως καὶ τοῦ αὐτοῦ εἴδους· ὁμοίως δὲ καὶ πῦρ καὶ ἀὴρ ἄμφω πρὸς τὸ ἄνω φερόμενα· ὥστε καὶ συλλογισμὸν αὐτῷ γίνεσθαι τοιοῦτον· γῆ καὶ ὕδωρ ἁπλᾶ ὄντα σώματα καὶ ἐπὶ τὸ μέσον ἄμφω φερόμενα ὑπὸ τῆς αὐτῆς ἂν κινοῖτο φύσεως κατὰ τὸν Ἀριστοτέλην· τὰ δὲ ὑπὸ τῆς αὐτῆς φύσεως κινούμενα ὁμοφυῆ καὶ ὁμοειδῆ ἐστιν· ἡ ἄρα γῆ καὶ τὸ ὕδωρ κατὰ ταῦτα τοῦ αὐτοῦ ἐστιν εἴδους, ὅπερ ἐναργῶς ἄτοπον εἶναί φησιν, εἴπερ τὸ μὲν ξηρόν ἐστι, τὸ δὲ ὑγρόν. ἐν δὲ τούτοις ἄξιον ἐπιστῆσαι πρῶτον μέν, τίς χρεία τοῦ βάρους τῆς ἀποκληρώσεως αὐτοῦ σαφῶς εἰπόντος τοῦ Ἀριστοτέλους3 τὴν μίαν καὶ ἁπλῆν κίνησιν ἑνὸς καὶ ἁπλοῦ τὴν φύσιν εἶναι σώματος, ᾧ ἀκολουθεῖ τὸ τὰς διαφόρους κινήσεις ὑπὸ διαφόρων γίνεσθαι φύσεων· οὗτος δὲ τοῦτο λαβὼν ὡς ὁμολογούμενον ἀποκληρωτικὸν εἶπεν τὸ μὴ καὶ τῶν αὐτῶν κινήσεων τὴν αὐτὴν εἶναι φύσιν, ὅπερ ὡς ἄτοπον ἐπάγει.

然而,在我们时代有人,看来是一个猎取名声之徒,采纳了瑟纳尔库斯的若干反驳,又搜集了其他此类反驳,作为亚里士多德的控告者浮现出来;如他所言,他将整个目的确立为证明宇宙是可毁灭的,仿佛只要他证明造物主只是可毁灭之物的造物主而非任何不朽之物的造物主,他就能从造物主那里获得某种巨大的奖赏似的。正是出于这种狂热,他企图通过卷帙浩繁的著作来反驳亚里士多德在此所说的话,不仅希望以数量惊骇愚昧之人,而且我认为,更是使大多数人、尤其是心智更为高洁之人望而生畏,不敢去涉猎这些长篇大论的胡言乱语;以至于这些文字未受审查便留存下来,仅凭针对亚里士多德写了如此多的篇幅反驳,就为主笔人赢得了智慧的名声。但我知道,此类狂妄企图宛如所谓阿多尼斯的庭院,虽然在愚昧之人看来似乎繁茂绽放,却在数日之内便告凋谢。而对于决意尽己所能阐明亚里士多德《论天》之论述的我而言,似乎不应忽视此人的反驳;这些反驳虽丝毫未能困扰任何受过教育之人,却惑乱了未受教育者中那些始终乐于标新立异之人、视古人的荣耀为重负之人,以及那些自以为虔敬之人——如果他们认为天如他们所说是为了服务人类而生成、相对于月下事物并无任何卓越之处,并断定天亦与它们同样是可毁灭的话。因为这些人认为这些反驳是在支持他们关于神的见解,因而极其推崇它们,尽管他们对这些论述一无所知,对他们胆敢拿它们去反驳的亚里士多德的论证更是毫无了解,却彼此传诵,并在我们面前表现出少年的狂妄,宣称哲学家的学说已被推翻。因此,为了这些人,也为了那些听觉更为轻信之人,并为了使亚里士多德的《论天》论述及关于全宇宙的虔敬观念在其古老的荣耀中保持无可指责,在我看来亦当提出这些反驳并尽我所能予以化解;因为将反驳及其化解与该论述的注解编排在一起,显得更为恰当。若我在何处显得对这个人抛出了较为严苛的言辞,请无人见怪;因为我对这个人并无任何私怨,我甚至从未见过他;但首先,对这样一个人施以恰当的惩戒是理所应当的——此人本是从亚里士多德及其注释家们那里受教,如果他真的学到了关于这些事情的任何东西的话;因为他绝非从米南德和赫罗迪安等人那里受教、比之亚里士多德更精确地通晓关于万物本性的知识来到我们身边的;然而他却毫不惭愧地论及亚里士多德(若有人称亚里士多德为精深才智本身的圣所,或者更应当称为其父亲,绝非过失),说他精于用谬误推理的阴霾遮蔽真理,又说精明的亚里士多德用纷繁复杂的交织掩盖了真理,且在许多地方昂首傲慢地自命比他及其注释家们更为聪明。其次,在我看来,通过揭露他虚妄傲慢的无知实属可鄙,从而也以这种方式向那些被他的狂妄诱导进而蔑视亚里士多德学说的人提供援助,是适宜的。那么,此人针对亚里士多德预先采纳的诸假定,提出了从瑟纳尔库斯的论述中歪曲而来的第一条反驳,其内容如下:如果不同的运动是由不同的自然本性产生的,那么若非相同的运动亦具有单一且同一的自然本性,就会变成无根据的任意指派;既然土和水都向中心运动,它们就当属于同一种自然本性与同一个种;都向上运移的火和空气也是如此;以至于在他那里得出了这样的三段论:土和水作为单纯物体且都向中间运移,按照亚里士多德的说法将由同一种自然本性所驱动;而由同一种自然本性驱动的事物属于同一种自然本性且同种;因此,据此土和水属于同一个种,而他宣称这显然是荒谬的,如果一者是干燥的而另一者是潮湿的话。在这些议题中,首先值得注意的是,在亚里士多德本人明确指出单一且单纯的运动属于本性单一且单纯的物体,且由之必然推出不同的运动由不同的本性产生的情况下,提出任意指派的指责究竟有何必要?而此人将此作为公认的前提接受之后,却断言相同的运动若不具有相同的本性便属任意指派,并将此作为荒谬结论引出。

语法注3 条
  1. 1.11ὡς ἔπαθλόν τι μέγα παρὰ τοῦ δημιουργοῦ ληψόμενος, εἰ φθαρτῶν μόνων αὐτὸν ἀποδείξει δημιουργόν

    连词 ὡς 与将来时分词 ληψόμενος 连用,表示主观设想或托词(“仿佛将要获得……”),并统摄带有将来时直陈式的条件从句 εἰ ... ἀποδείξει。整个结构对论敌的动机带有强烈的讽刺意味。

  2. 1.11οὐ γὰρ ἀπὸ Μενάνδρου καὶ Ἡρωδιανοῦ καὶ τῶν τοιούτων ἦλθεν ἡμῖν ἀκριβέστερον Ἀριστοτέλους τὰ περὶ τῆς φύσεως τῶν ὄντων πεπαιδευμένος

    主格分词 πεπαιδευμένος 作主语(论敌)的同位修饰语。中性比较级副词 ἀκριβέστερον 支配比较属格 Ἀριστοτέλους(“比亚里士多德更精确地”)。这一修辞结构带有强烈的反讽意味,指出从米南德(喜剧诗人或修辞学家)和文法学家赫罗迪安等人受教的人不可能在自然哲学上比亚里士多德更为精通。

  3. 1.11αὐτοῦ σαφῶς εἰπόντος τοῦ Ἀριστοτέλους

    属格独立结构,针对前面的修辞反问 τίς χρεία τοῦ βάρους τῆς ἀποκληρώσεως(“任意指派的非难有何必要”),提供了背景或让步性的伴随情况(“在亚里士多德本人已明确说明的情况下”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:25.23-27.10