← 辛普里丘

亚里士多德《论天》注释

§28.28-30.14

带对立的反演之破绽与对手逻辑谬误的揭示

辛普利丘通过动物与偶数等具体例证,详尽论证了带对立的反演在可能质料中缺乏必然性的逻辑根源,并指出对手所设立的条件命题的前件、后件以及连接关系皆属虚假。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#7

πῶς συλλογισμὸν ὁποιονοῦν δυνατὸν γινώσκειν τὸν ἀγνοοῦντα, πῶς ἐκ τῶν καταφάσεων γίνονται αἱ ἀποφάσεις; καὶ αὐτὸ δὲ τοῦτο ἠγνόησεν, ὅτι ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ἐφ’ ἧς οὐδὲν μᾶλλον ἕπεται τὸ τιθέμενον ἕπεσθαι ἢ τὸ ἀντικείμενον αὐτῷ, οὐκ ἔχει τὸ ἀναγκαῖον ἡ σὺν ἀντιθέσει ἀντιστροφή.1 τοιοῦτον γοῦν τὸ ἑπόμενον ὁ τοιοῦτος ἔλαβεν, ὡς τὸ ἀντικείμενον αὐτῷ μᾶλλον ἕπεσθαι τῷ ἡγουμένῳ ἤπερ αὐτὸ τὸ ληφθέν· τοῖς γὰρ διαφόροις τὴν φύσιν μᾶλλον ἕπεται τὸ μὴ τὴν αὐτὴν κίνησιν ἔχειν ἀλλὰ διάφορον ἤπερ τὸ τὴν αὐτήν. τούτου δὲ οὕτως ἔχοντος οὐκέτι τῷ ἀντικειμένῳ τοῦ ἑπομένου ἀναγκαίως ἕπεται τὸ ἀντικείμενον τοῦ ἡγουμένου, ὅπερ ἡ σὺν ἀντιθέσει ἀντιστροφὴ ἀπαιτεῖ, ἀλλὰ μᾶλλον αὐτὸ τὸ ἡγούμενον· τῷ γὰρ μὴ τὴν αὐτὴν ἔχειν κίνησιν μᾶλλον ἕπεται τὸ διάφορα τὴν φύσιν εἶναι ἤπερ τὸ τὰ αὐτά. τάχα δὲ οὐκ ἄτοπον ὀλίγα διὰ τοὺς ὀψιμαθεστέρους προσθεῖναι. ἰστέον οὖν, ὅτι ἐπὶ τῶν ἐνδεχομένων, εἰ μὲν οὕτω ληφθῇ τὸ ἑπόμενον ὡς παντὶ τῷ ἡγουμένῳ καὶ ὑπάρχειν δυνάμενον καὶ μὴ ὑπάρχειν, ὡς εἰ λέγοιμεν· εἰ ἄνθρωπός ἐστι, γραμματικὸν αὐτὸν εἶναι ἐνδέχεται· τότε ὀρθῶς ληφθείσης τῆς ἀντικειμένης ἀποφάσεως τῇ ἑπομένῃ καταφάσει οὕτως· εἰ μὴ ἐνδέχεται γραμματικὸν εἶναι· ἕπεται τὸ ἀντικείμενον τῷ ἡγουμένῳ, ὅτι οὐκ ἔστιν ἄνθρωπος· εἰ μέντοι τὸ ἑπόμενον οὕτως ἐνδεχομένως ἕπεσθαι ληφθῇ ὥς τινι μὲν τοῦ ἡγουμένου ἑπόμενον·2 καὶ ταῦτα γὰρ ἐνδεχομένως λέγεται ἕπεσθαι, ὡς εἰ λέγοις· εἰ ζῷον, ἐνδέχεται τὴν ἄνω γένυν κινεῖν· τοιοῦτον γὰρ ζῷον ὁ κροκόδειλος· τότε οὐκέτι σώζεται ἡ ἀντιστροφή, κἂν ὀρθῶς τις λάβῃ τὸ ἀντικείμενον τῷ ἑπομένῳ· τῷ γὰρ μὴ ἐνδέχεσθαι τὴν ἄνω γένυν κινεῖν, ὅπερ ἀντίκειται τῷ ἐνδέχεσθαι τὴν ἄνω γένυν κινεῖν, οὐχ ἕπεται τὸ μὴ εἶναι ζῷον· τὰ γὰρ πλείονα τῶν ζῴων οὐ τὴν ἄνω γένυν, ἀλλὰ τὴν κάτω γένυν κινεῖ. τοιοῦτον δὲ καὶ τὸ ὑπὸ τούτου ληφθὲν ἐνδεχόμενον. κἂν γὰρ ἀληθὲς ὑποτεθῇ τὸ τὰ διάφορα τὴν φύσιν τὴν αὐτὴν κίνησιν ἔχειν, οὐ πᾶσιν ὑπάρχει τοῦτο τοῖς διαφόροις τὴν φύσιν, ἀλλ’, εἴπερ ἄρα, ἐλαχίστοις τισίν, τοῖς δὲ πλείοσιν τὸ ἐναντίον ὑπάρχει. διὸ τὸ ἀντικείμενον τῷ ἑπομένῳ τὸ μὴ ἐνδέχεσθαι τὴν αὐτὴν κίνησιν ἔχειν μᾶλλον ὑπάρχει τῷ ἡγουμένῳ ἢ τῷ ἀντικειμένῳ αὐτοῦ· μᾶλλον γὰρ τὰ μὴ ἐνδεχόμενα τὴν αὐτὴν κίνησιν ἔχειν ἕπεται τοῖς διαφόροις τὴν φύσιν ἤπερ τοῖς τούτων ἀντικειμένοις τοῖς ἀδιαφόροις. οὕτως δέ, ἐὰν εἴπω· εἰ ἄρτιόν ἐστιν, ἐνδέχεται μὴ μέχρι μονάδος διαιρεῖσθαι· ὡς ἐπὶ τῶν ἀρτιοπερίσσων καλουμένων ἀριθμῶν ἔχει καὶ τῶν περισσαρτίων, εἶτα λάβω τὸ ἀντικείμενον τῷ ἑπομένῳ τὸ μὴ ἐνδέχεσθαι μὴ μέχρι μονάδος διαιρεθῆναι καὶ συναγάγω τὸ ἀντικείμενον τῷ ἡγουμένῳ τὸ μὴ ἄρτιον εἶναι, οὐκ ἀληθεύσω· τὸν γὰρ ἀρτιάκις ἄρτιον ἄρτιον ὄντα μάλιστα οὐκ ἐνδέχεται μὴ μέχρι μονάδος διαιρεθῆναι. ἀλλὰ καί, εἰ τὰ διάφορα κατ’ εἶδος ὑπὸ τὸ αὐτὸ γένος ἐνδέχεται εἶναι οἷον ἄνθρωπον καὶ ἵππον ὑπὸ τὸ ζῷον, τὰ μὴ ἐνδεχόμενα ὑπὸ τὸ αὐτὸ γένος εἶναι ταῦτα ἀδιάφορα τῷ εἴδει ἐστὶν ἤ,3 ὡς οὗτος ἀμεθόδως προήγαγε, τὰ μὴ ὑπὸ τὸ αὐτὸ γένος ὄντα ἐνδέχεται τῷ εἴδει τὰ αὐτὰ εἶναι κατὰ τὴν σὺν ἀντιθέσει τούτου ἀντιστροφήν, ὥστε ἄνθρωπον καὶ συκῆν ἕτερα ἔχοντα τὰ γένη ζῷον καὶ φυτὸν ὁμοειδῆ κατ’ αὐτὸν εἶναι· οὗ τί ἂν εἴη ἀδυνατώτερον; τὰ γὰρ ὁμοειδῆ καὶ ὁμογενῆ πρότερον ἀνάγκη εἶναι, εἴπερ ἐκ γένους καὶ διαφορῶν τὸ εἶδος. καὶ οὕτως μέν, κἂν ἀληθῶς ληφθῇ τὸ ἑπόμενον, ἐνδεχομένως δέ, οὐ σώζεται τὸ ἀναγκαῖον τῆς σὺν ἀντιθέσει ἀντιστροφῆς. οὗτος δὲ καὶ τὸ ἡγούμενον ψευδῶς ἔλαβεν τὴν φύσιν κατὰ θερμότητα καὶ ψυχρότητα λαβών, ἀλλ’ οὐχὶ κατὰ τὴν κατὰ τόπον κίνησιν, ὡς ὁ Ἀριστοτέλης ἠξίωσε, καὶ τὸ ἑπόμενον ψευδές· οὐ γὰρ τὴν αὐτὴν κινεῖται κίνησιν γῆ καὶ ὕδωρ, εἴπερ ἡ μὲν ἐπὶ τὸ κέντρον, τὸ δὲ ἐπὶ τὴν γῆν. ἀλλὰ καὶ τὸ συνημμένον ψευδῶς ἔλαβεν· εἰ γὰρ διάφορα τὴν φύσιν, ἐστὶ δὲ ἡ φύσις ἀρχὴ καὶ αἰτία κινήσεως, καὶ μάλιστα τῆς κατὰ τόπον, ἀνάγκη διαφόρους αὐτὰ κινεῖσθαι κινήσεις καὶ οὐχὶ τὴν αὐτήν, ὡς οὗτος οἴεται· εἰ γὰρ διάφορος ἡ ἀρχὴ καὶ αἰτία τῆς κινήσεως, δῆλον, ὅτι καὶ ἡ κίνησις διάφορος ἔσται.

一个连如何由肯定命题产生否定命题都不知道的人,又怎可能通晓任何一种三段论呢?而且他甚至连这一事实都未曾知晓:在可能质料的情形下——在这类质料中,被设定随之而来的推论并不比其对立命题更有理由随之而来——,带对立的反演并不具有必然性。事实上,这个家伙所取的后件正是这种性质,以至于其对立命题比所取后件本身更有理由随前件而来;因为对于自然本性相异之物而言,不具有相同的运动而是具有相异的运动,比具有相同的运动更有理由随之而来。而既然事实如此,前件的对立命题便不再如带对立的反演所要求的那样必然随后件的对立命题而来,反倒是前件本身随之而来;因为对于不具有相同运动而言,自然本性相异比相同更有理由随之而来。但为学步较晚者略作补充,或许并非不妥。因此应当知晓,在可能命题的情形中,如果所取的后件既可能属于全部前件又可能不属于全部前件——正如我们说“如果是人,他可能通晓文法”——,那么,若将后件的肯定命题的正当对立否定命题取为“如果不可能通晓文法”,前件的对立命题“不是人”便随之而来;然而,如果所取的后件是以仅仅随前件的某一部分而来的方式可能地随之而来——因为这些情况亦被称为可能地随之而来,正如你若说“如果是动物,它可能活动上颚”;因为鳄鱼便是这样的动物——,那么,即使人们正确地取了后件的对立命题,反演亦不再成立;因为由“不可能活动上颚”这一与“可能活动上颚”相对立的命题,并不能推导出“不是动物”;因为大多数动物活动的不是上颚,而是下颚。而此人所取的可能命题亦属此类。因为即使假定自然本性相异之物具有相同运动是真实的,这也并非属于一切自然本性相异之物,而是如果真有的话,也仅属于极少数,而对大多数而言则存在相反的情形。因此,后件的对立命题“不可能具有相同运动”更有理由属于前件,而非属于前件的对立命题;因为不可能具有相同运动,随自然本性相异之物而来的理由,远胜于随其对立的无差别之物而来。同样,如果我说:“如果是偶数,它可能不被分割至单数”——正如在所谓偶奇数与奇偶数的情形中那样——,接着我取后件的对立命题“不可能不被分割至单数”,并推导出前件的对立命题“不是偶数”,我便没有说出真话;因为最属于偶数的偶偶数是不可能不被分割至单数的。再者,如果种相异之物可能处于同一个属之下,例如人与马处于动物之下,那么按照他的带对立的反演,不可能处于同一属之下的事物便在种上是无差别的,或者正如他毫无方法地推导的那样,不在同一属之下的事物可能在种上是相同的,以至于依他所言,具有不同属(动物与植物)的人与无花果树竟会是同种的;还有什么比这更为荒谬绝伦呢?因为既然种由属与种差构成,同种之物首先必然是同属的。如此看来,即使后件作为真实的而被取用,但只要它是可能性的,带对立的反演的必然性便无法保持。然而此人不仅把前件取错了,他是依据冷热而非如亚里士多德所要求的那样依据空间位置运动来取自然本性的;而后件也是虚假的;因为既然土冲向中心而水冲向土,土与水便不做同一种运动。不仅如此,他所取的假言命题本身也是虚假的;因为如果它们在自然本性上相异,且自然本性是运动(尤其是空间位置运动)的始元与原因,那么它们必然做相异的运动,而非如这个人所认为的做相同的运动;因为如果运动的始元与原因相异,显然运动亦将是相异的。

语法注3 条
  1. 1.11οὐκ ἔχει τὸ ἀναγκαῖον ἡ σὺν ἀντιθέσει ἀντιστροφῇ

    词条中的与格形式 ἀντιστροφῇ 为主格 ἀντιστροφή 之误植,在句法上它充当主格主语(ἡ σὺν ἀντιθέσει ἀντιστροφή,带对立的反演),并将 τὸ ἀναγκαῖον(必然性)作为动词 ἔχει 的直接宾语。

  2. 1.11ὥς τινι μὲν τοῦ ἡγουμένου ἑπόμενον

    分词 ἑπόμενον 在带对格的不定式结构中作状语性分词,τινι 为受 ἕπεσθαι 支配的与格,τοῦ ἡγουμένου 为其部分属格,意为“作为仅随前件之某一特定事物而来的后件”。

  3. 1.11τὰ μὴ ἐνδεχόμενα ὑπὸ τὸ αὐτὸ γένος εἶναι ταῦτα ἀδιάφορα τῷ εἴδει ἐστὶν ἤ

    此为归谬法句式:复杂主语短语 τὰ μὴ ἐνδεχόμενα... εἶναι 由指示代词 ταῦτα 复指,后接表语 ἀδιάφορα τῷ εἴδει ἐστίν,其后用 ἤ(或者)并列引入对手不依章法得出的另一种表述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:28.28-30.14