- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:268.19-269.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘补充了亚里士多德关于物体本性运动的论证,提及相互置换说及柏拉图的论述,并指出亚里士多德场所定义中上下概念所面临的疑难。
εἰ γάρ, ἀφ’ οὗ τόπου βίᾳ φέρεται καθ’ ὁνδήποτε βίας τρόπον, εἰς ἐκεῖνον φαίνεται μηκέτι βίᾳ φερόμενα, δῆλον, ὅτι κατὰ φύσιν φέρεται· οὐδὲ γὰρ τὴν ἀρχὴν1 ἐξ ἐκείνου τοῦ τόπου βίᾳ ἐκινεῖτο, εἰ μὴ κατὰ φύσιν ἦν αὐτοῖς τὸ ἐν αὐτῷ εἶναι, ἐν ᾧ δὲ μένει τι κατὰ φύσιν, ἐπὶ τοῦτο καὶ φέρεται κατὰ φύσιν· ὥστε τῷ λέγοντι βίᾳ κινεῖσθαι τὰ σώματα καὶ μὴ κατὰ φύσιν ἀκολουθεῖ καὶ τὸ κατὰ φύσιν αὐτὰ λέγειν κινεῖσθαι. εἰ δὲ πᾶσα αὐτοῖς ἡ κίνησις βίαιος ἦν, ὁμοίως ἐχρῆν ἐπὶ τὰ ἀντικείμενα κινεῖσθαι· νῦν δὲ φαίνεται ἡ γῆ ἄνω μὲν βίᾳ κινουμένη, κάτω δὲ αὐτοφυῶς καὶ τὸ πῦρ ἀνάπαλιν. εἰκότως οὖν ἐπὶ ταύταις ταῖς ἀποδείξεσιν ἐπήγαγεν, ὅτι ἐκ τούτων θεωροῦσιν ἔστι λαβεῖν τὴν πίστιν περὶ τῶν λεγομένων ἱκανῶς, ὅτι ἐστὶ κατὰ φύσιν τοῖς σώμασι κίνησις ἡ πρὸς τοὺς οἰκείους τόπους καὶ τὸ συγγενὲς γινομένη. Οἱ δὲ τοῦ πάντα πρὸς τὸ μέσον φέρεσθαι κατὰ φύσιν τεκμήριον κομίζοντες2 τὸ τῆς γῆς ὑποσπωμένης τὸ ὕδωρ ἐπὶ τὸ κάτω φέρεσθαι καὶ τοῦ ὕδατος τὸν ἀέρα ἀγνοοῦσι τὴν τούτου αἰτίαν τὴν ἀντιπερίστασιν οὖσαν· τῶν γὰρ παχυτέρων εἰς τὴν τῶν λεπτοτέρων χώραν μετατιθεμένων τὰ λεπτότερα τὴν τῶν παχυτέρων χώραν μεταλαμβάνει περιωθούμενα πρὸς τὸ κάτω διὰ τὸ μηδὲν εἶναι κενὸν μηδὲ σῶμα διὰ σώματος χωρεῖν. ἰστέον δέ, ὅτι οὐ Στράτων μόνος οὐδὲ Ἐπίκουρος πάντα ἔλεγον εἶναι τὰ σώματα βαρέα καὶ φύσει μὲν ἐπὶ τὸ κάτω φερόμενα, παρὰ φύσιν δὲ ἐπὶ τὸ ἄνω, ἀλλὰ καὶ ὁ Πλάτων οἶδε φερομένην † αὐτὴν καὶ διελέγχει τό τε κάτω καὶ τὸ ἄνω ἐπὶ τοῦ κόσμου μὴ καλῶς εἰρῆσθαι νομίζων καὶ τὸ βαρέα λέγεσθαι οὕτως ὡς πρὸς τὸ κάτω φερόμενα μὴ ἀποδεχόμενος. γράφει δὲ ἐν Τιμαίῳ τάδε· “φύσει γὰρ δή τινας τόπους δύο εἶναι διειληφότας διχῇ τὸ πᾶν ἐναντίους, τὸν μὲν κάτω, πρὸς ὃν φέρεται πάντα, ὅσα τινὰ ὄγκον σώματος ἔχει, τὸν δὲ ἄνω, πρὸς ὃν ἀκουσίως ἔρχεται πᾶν, οὐκ ὀρθὸν οὐδαμῇ νομίζειν”. καὶ γὰρ καὶ οἱ τὰς ἀτόμους λέγοντες ναστὰς οὔσας βαρείας ἔλεγον αὐτὰς καὶ βάρους τοῖς συνθέτοις αἰτίας, ὥσπερ κουφότητος τὸ κενόν. Ἐφιστάνειν δὲ ἐν τούτοις ἅπασι χρή, τίνα λέγει τὸν κάτω τόπον ὁ Ἀριστοτέλης, εἴπερ ὁ τόπος τὸ πέρας τοῦ περιέχοντός ἐστι, καθὸ περιέχει τὸ περιεχόμενον. ὁ μὲν γὰρ ἄνω τόπος ἔστω τὸ κοῖλον τῆς σεληνιακῆς σφαίρας· καίτοι καὶ τοῦτο ἀδύνατον, διότι τοῦ μὲν ἄνω τόπου οὐκ ἂν εἴη τι ἀνωτέρω, τῆς δὲ σεληνιακῆς σφαίρας πολλὰ τὰ ἀνωτέρω. ὁ δὲ κάτω τόπος, εἰ μὲν ἡ τῆς γῆς ἐστιν ἐπιφάνεια, πρῶτον μὲν οὐ περιέχει αὐτή, ἀλλὰ περιέχεται, ἔπειτα, πῶς καὶ κατωτέρω τῆς ἐπιφανείας τῆς γῆς αὐτή τε ἡ γῆ φέρεται καὶ πάντα τὰ βαρέα; τοῦ γὰρ κάτω τόπου κατωτέρω τις οὐκ ἂν εἴη. εἰ δὲ τὸ κέντρον τοῦ παντός ἐστιν ὁ κάτω τόπος, δῆλον, ὅτι καὶ ὁ ἄνω τὸ πέριξ, καὶ οὐκέτι τόπος ἐστὶ τὸ πέρας τοῦ περιέχοντος, καθὸ περιέχει τὸ περιεχόμενον. ἀλλ’, ὡς ἔοικε, τῷ ὄντι πρῶτος ὁ Ἀριστοτέλης, τί ποτέ ἐστιν ὁ τόπος, ἐπιχειρήσας ζητεῖν μερικῆς ἐννοίας αὐτοῦ τῆς κατὰ τὸ περιέχειν ἔξωθεν κατεδράξατο3 καὶ διὰ τοῦτο πολλαῖς ἐνστάσεσιν ὑπεύθυνον ἐποίησε τὸν λόγον.
因为,无论以何种强力方式,从某一场所被强力运送的[物体],如果被见到不再依强力运送到那个[场所],那么显然它们是顺应本性被运送的;因为,若处于其中对它们而言不是顺应本性的,它们起初根本不会被强力从该场所运动;而某物顺应本性停留在其中的场所,它也顺应本性朝向该处被运送。因此,对于声称物体依强力运动而非顺应本性的人来说,也会得出必须声称它们顺应本性运动的结论。但若对它们而言一切运动皆是强力的,它们本应同样地朝向相反者运动;但如今所见的却是,土向上依强力运动,向下依本性运动,火则相反。故而合情合理地,他在这些论证之后补充道,从这些事物考察的人“对所说的事情能够获得充分的信服”,即朝向固有的场所与同类之物而发生的运动对物体而言是顺应本性的。 而那些把当土从下方被抽走时水向下运送、当水[被抽走]时空气[向下运送]的事实,作为一切事物顺应本性朝向中心运送之证据的人,却不知晓此事的原因乃是相互置换;因为当较稠密之物迁移至较稀薄之物的空间时,较稀薄之物由于既无虚空存在亦无物体穿透物体,便被向下推挤环绕,进而占据了较稠密之物的空间。但应当知晓,并非只有斯特拉托和伊壁鸠鲁声称一切物体皆重、依本性向下运送而反乎本性向上运送,柏拉图也知道这一[观点]流传着并对其进行驳斥,他认为在宇宙中说“下”和“上”并不妥当,并且不接受以此种方式将朝向下方运送之物称为“重”。他在《蒂迈欧篇》中这样写道:“因为若认为本性上存在将宇宙一分为二的两个相反的某种场所,其一为下,凡具有某种物体体积之物皆朝向它运送,另一为上,一切事物皆非出于本愿去向它,这是绝不正确的。”因为确实,就连那些主张原子的人也曾说,由于它们是充实的,所以它们是重的,并且是复合物具有重量的原因,正如虚空是轻的原因一样。 但在所有这些讨论中必须予以注意的是,如果场所乃是包围者就其包围被包围者而言的界限,那么亚里士多德所说的下方场所究竟为何物。因为上方场所且算是月球天球的凹面吧;然而这也行不通,因为高于上方场所者本不该有任何东西,但高于月球天球者却有很多东西。而下方场所,若说是地球的表面,首先它并不包围,而是被包围;其次,地球自身以及一切重物又怎能运送到地球表面之下呢?因为在下方场所之下本不该有任何东西。但若宇宙的中心乃是下方场所,那么显然上方场所即是周界,而场所便不再是“包围者就其包围被包围者而言的界限”了。但是,看起来亚里士多德实在作为第一个尝试探讨场所究竟为何物的人,仅仅把握了场所那外在包围式的片面概念,并因此使该论说面临诸多异议。
- 1.89τὴν ἀρχὴν
状语宾格(副词性宾格),与否定词搭配表示“压根”、“起初”(“起初根本不会被强力从该场所运动”)。它并不作直接宾语或表示时间跨度,而是修饰整个从属分句。
- 1.89Οἱ δὲ τοῦ πάντα πρὸς τὸ μέσον φέρεσθαι κατὰ φύσιν τεκμήριον κομίζοντες
整句的句法骨架为主语分词短语“Οἱ ... κομίζοντες”(那些提出……的人)对应主述谓动词“ἀγνοοῦσι”(不知晓)。分词 κομίζοντες 支配双宾格结构,其中带冠词的不定式短语“τὸ ... φέρεσθαι”作直接宾语,“τεκμήριον”(证据)作宾语补足语。此外,“τοῦ πάντα ... φέρεσθαι”是依附于“τεκμήριον”的宾格性属格(表明是关于何事的证据),而“τὸ ... φέρεσθαι”内部又嵌套了两个独立属格(τῆς γῆς ὑποσπωμένης 与省略了分词的 τοῦ ὕδατος [ὑποσπωμένου])。
- 1.89μερικῆς ἐννοίας αὐτοῦ τῆς κατὰ τὸ περιέχειν ἔξωθεν κατεδράξατο
动词 κατεδράξατο(抓住、把握)支配属格,以被隔开的名词短语 μερικῆς ἐννοίας(片面的概念)为宾语。其后紧跟的修饰成分 τῆς κατὰ τὸ περιέχειν ἔξωθεν(外在包围式的)对该概念的具体内容作出了界定。
