- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:267.7-268.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德(277a33)证明元素物体的运动是本性的而非由外力运送或挤压所致的段落,并解释了针对斯特拉托和伊壁鸠鲁等人的挤出说的反驳逻辑。
" Ἀλλὰ μὴν οὐδὲ ὑπ’ ἄλλου φέρεται αὐτῶν τὸ μὲν ἄνω, τὸ δὲ κάτω ἕως τοῦ ἔστι λαβεῖν τὴν πίστιν περὶ τῶν λεγομένων ἱκανῶς." Πρὸς ἀπόδειξιν τοῦ ἕνα τὸν κόσμον εἶναι χρησάμενος τῷ ἓν εἶναι τὸ μέσον καὶ ἓν τὸ ἔσχατον καὶ τοῦτο δείξας ἐκ τοῦ τὰς κατὰ φύσιν οὔσας τῶν σωμάτων κινήσεις ἐπὶ ὡρισμένον τι γίνεσθαι καὶ πεπερασμένον, ἐφ’ ὃ πεφύκασι φέρεσθαι, τοῦτο δὲ ἐκ τοῦ θᾶττον φέρεσθαι τὰ σώματα πρὸς τοῖς οἰκείοις γινόμενα τόποις, νῦν δείκνυσιν,1 ὅτι κατὰ φύσιν αἱ τῶν σωμάτων αὗται γίνονται κινήσεις, ᾧ καὶ ἐν τοῖς προσεχῶς εἰρημένοις ἐχρήσατο καὶ ἐν τοῖς φθάσασι πολλαχοῦ. δείκνυσι δὲ αὐτὸ ἐκ τῆς τῶν ἀντικειμένων θέσεων ἀναιρέσεως· τὰ γὰρ στοιχειώδη σώματα ἢ κατὰ τὴν αὑτῶν φύσιν κινεῖται ἢ ὑπ’ ἄλλου τινὸς φερόμενα ἢ ὑπ’ ἀλλήλων ἐκθλιβόμενα· δείκνυσιν οὖν, ὅτι οὔτε ὑπ’ ἀλλήλων ἐκθλιβόμενα οὔτε ὑπ’ ἄλλου φερόμενα, καὶ πρῶτον, ὅτι οὐχ ὑπ’ ἄλλου φερόμενα, ἐκ τοῦ τὸ πλεῖον πῦρ θᾶττον φέρεσθαι τοῦ ἐλάττονος καὶ τὴν μείζονα βῶλον τῆς βραχυτέρας· καίτοι εἰ μὴ πεφυκότα οὕτως κινεῖσθαι ὑπό τινος ἐφέρετο βίᾳ, τὸ πλέον ἂν βραδύτερον ὑπὸ τοῦ αὐτοῦ ἐκινεῖτο· εὐβιαστότερον γὰρ τὸ ἔλαττον καὶ εὐκομιστότερον. εἰ δέ τις λέγοι τὸ πλέον ὑπὸ πολλαπλασίονος δυνάμεως φερόμενον θᾶττον φέρεσθαι, πλασματώδης ὁ λόγος· οὐ γὰρ ἀνάγκη ἀεὶ τὸ πλέον ὑπὸ πλείονος φέρεσθαι, ἀεὶ δὲ τὸ πλέον θᾶττον φέρεται. δῆλον δὲ τοῦτο καὶ ἐκ τῆς ἀντικειμένης κινήσεως· κάτω γὰρ τὸ πλέον πῦρ βραδύτερον κατασπᾶται. Ὅτι δὲ οὐδὲ τῇ ὑπ’ ἀλλήλων ἐκθλίψει βιαζόμενα κινεῖται, δείκνυσιν ἐφεξῆς. ταύτης δὲ γεγόνασι τῆς δόξης μετ’ αὐτὸν Στράτων τε καὶ Ἐπίκουρος· πᾶν σῶμα βαρύτητα ἔχειν νομίζοντες καὶ πρὸς τὸ μέσον φέρεσθαι, τῷ δὲ τὰ βαρύτερα ὑφιζάνειν τὰ ἧττον βαρέα ὑπ’ ἐκείνων ἐκθλίβεσθαι βίᾳ πρὸς τὸ ἄνω,2 ὥστε, εἴ τις ὑφεῖλε τὴν γῆν, ἐλθεῖν ἂν τὸ ὕδωρ εἰς τὸ κέντρον, καὶ εἴ τις τὸ ὕδωρ, τὸν ἀέρα, καὶ εἰ τὸν ἀέρα, τὸ πῦρ. ἐλέγχει δὴ καὶ τοῦτον ὁ Ἀριστοτέλης τὸν λόγον διὰ τοῦ τὰ μὲν ἐκθλιβόμενα πορρώτερον ἀφιστάμενα τοῦ ἐκθλίβοντος καὶ βιαζομένου βραδύτερον ἀεὶ κινεῖσθαι κατὰ τὴν ἀναλογίαν τῆς ἀποστάσεως, ἐπὶ δὲ τῆς τῶν σωμάτων τούτων κινήσεως πᾶν τοὐναντίον ὁρᾶται γινόμενον· ταχυτέρα γὰρ αὐτοῖς ἡ κίνησις ἀεὶ γίνεται προϊοῦσιν ἀπὸ τῆς ἀρχῆς καὶ τάχιστα κινεῖται πλησιάζοντα ἐκείνοις, ἐφ’ ἃ κινεῖται. καὶ δυνατὸν μὲν ἦν καὶ τῇ ἐπὶ τῶν ὑπ’ ἄλλου φερομένων προειρημένῃ ἐπιχειρήσει χρήσασθαι καὶ ἐπὶ τῶν ἐκθλιβομένων· ὡς γὰρ βραδύτερον ὑπὸ τοῦ αὐτοῦ κινεῖται τὸ πλέον, οὕτως καὶ ἀτονώτερον ἐκθλίβεται· νῦν δὲ φαίνεται τὸ πλέον πῦρ θᾶττον ἐπὶ τὸ ἄνω φερόμενον. ἀλλ’ ἅμα μὲν δι’ εὐπορίαν ἐξήλλαξε τὸ ἐπιχείρημα, ἅμα δὲ καὶ ἔνστασιν ἴσως ὑφείλετο τὴν λέγουσαν,3 ὅτι τὸ πλέον ὑπὸ τοῦ πλείονος ἀεὶ περιέχοντος ἐκθλίβεται καὶ δυνάμει χρωμένου πλείονι, ὅπερ ἐπὶ τοῦ φέροντος οὐκ ἦν ἀναγκαῖον. χωρὶς δὲ ὑπαντήσας πρός τε τοὺς ὑπ’ ἄλλου φέρεσθαι λέγοντας καὶ τοὺς κατὰ ἔκθλιψιν κινεῖσθαι κοινὸν ἐπιχείρημα προστίθησι πρὸς τοὺς βίᾳ καὶ μὴ κατὰ φύσιν τὴν κίνησιν λέγοντας.
“然而它们确实并非被他物一个向上、另一个向下运送”直至“对所说的事情能够获得充分的信服”。 为了证明世界是一个,他曾利用了中心是一个且极端是一个这一前提,并从物体的本性运动是朝向它们生来被运送的某种确定的、有限的事物而发生展示了这一点,又从物体来到固有的场所附近时运送得更快展示了这一点;现在他展示出,物体的这些运动是顺应本性而发生的——这一前提他在刚才所说的话中以及此前很多地方都曾使用过。他是通过排除对立的诸主张来证明这一点的;因为元素物体要么依照自身的本性运动,要么是被某种他物所运送,要么是由于彼此挤压[而运动]。于是他展示出,它们既非由于彼此挤压,也非被他物所运送;并且首先从更多的火比更少的火运送得更快、更大的土块比更小的[土块运送得更快]展示出它们并非被他物所运送。然而,如果它们并非生来如此运动而是被某物依强力运送,那么更多的量本应被同一者运动得更慢;因为较少的量更容易被强力迫动,也更容易被搬运。如果有人说更多的量由于被倍加的力量运送而运送得更快,这种说法乃是凭空构想的;因为并没有必然性使得更多的量始终被更大的力量运送,然而更多的量却始终运送得更快。而这一点从相反的运动来看也是清楚的;因为更多的火向下被拉引得更慢。 接下来他展示出,它们也不是由于受到彼此挤压的迫动而运动。在他之后的斯特拉托和伊壁鸠鲁都持有这种看法;他们认为一切物体都具有重量并朝向中心运送,但由于较重的物体下沉,较不重的物体被它们依强力向上挤出,以至于如果有人撤去土,水就会来到中心,如果撤去水,空气就会来到中心,如果撤去空气,火就会来到中心。亚里士多德确实也反驳了这一说法,其依据是:被挤出之物随着离挤压迫动者越来越远,始终按照距离的比例运动得更慢,但在这些物体的运动中,所见到的却完全相反;因为当它们从起点向前推进时,运动对它们而言始终变得更快,并且在接近它们朝向运动的那些目标时运动得最快。虽然本可以把此前针对被他物运送之物所用的论证同样用于被挤出之物——因为正如更多的量被同一者运动得更慢,它被挤出得也更无力,而如今所见的却是更多的火更快地朝向上方运送——但他一方面出于论证的多样性而更换了论证,另一方面或许也预先排除了这一异议,即声称更多的量始终是被围绕着它的更大且行使更大力量之物所挤出的(这在运送者那里并不是必然的)。在分别回应了声称它们被他物运送的人以及声称它们通过挤压而运动的人之后,他针对声称运动依强力而非顺应本性的人补充了一个共同的论证。
- 1.89Πρὸς ἀπόδειξιν τοῦ ἕνα τὸν κόσμον εἶναι χρησάμενος τῷ ἓν εἶναι τὸ μέσον καὶ ἓν τὸ ἔσχατον καὶ τοῦτο δείξας ἐκ τοῦ τὰς κατὰ φύσιν οὔσας τῶν σωμάτων κινήσεις ἐπὶ ὡρισμένον τι γίνεσθαι καὶ πεπερασμένον, ἐφ’ ὃ πεφύκασι φέρεσθαι, τοῦτο δὲ ἐκ τοῦ θᾶττον φέρεσθαι τὰ σώματα πρὸς τοῖς οἰκείοις γινόμενα τόποις, νῦν δείκνυσιν
句首的分词短语(χρησάμενος ... καὶ τοῦτο δείξας ... τοῦτο δὲ [δείξας] ...)概述了亚里士多德此前逐步建立起来的前提推导链,随后跨越长距离的倒置结构连接至主句的主动词 νῦν δείκνυσιν(“现在他展示出”)。
- 1.89τῷ δὲ τὰ βαρύτερα ὑφιζάνειν τὰ ἧττον βαρέα ὑπ’ ἐκείνων ἐκθλίβεσθαι βίᾳ πρὸς τὸ ἄνω
与格带冠词不定式 τῷ ... ὑφιζάνειν(“通过……下沉”)表示原因或手段,随后的宾格不定式短语 τὰ ἧττον βαρέα ... ἐκθλίβεσθαι(“较不重之物被挤出”)则作为 νομίζοντες(“认为”)的宾语内容并列呈现。
- 1.89ἅμα δὲ καὶ ἔνστασιν ἴσως ὑφείλετο τὴν λέγουσαν
中间态不定过去时动词 ὑφείλετο 在此意为“预先排除”或“消解”。定语分词 τὴν λέγουσαν 修饰 ἔνστασιν,并通过 ὅτι 引出所预想异议的具体内容。
