- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:261.31-263.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对《论天》277a23–277a26,阐释并辩护了亚里士多德关于圆周运动也“以某种方式”拥有直径对极为对立者的保留性表述,消解其与前文的表面冲突,并由此推导出运动必有终点且中心与极值点各自为一的结论。
" Ἐπεὶ καὶ ἡ κύκλῳ ἔχει πως ἀντικείμενα ἕως τοῦ εἰς ἀντικείμενα καὶ πεπερασμένα." Εἰπών, ὅτι καὶ ἡ κατὰ τόπον μεταβολὴ ἐξ ἀντικειμένου εἰς ἀντικείμενον γίνεται ἡ κατ’ εὐθεῖαν (αὕτη γάρ ἐστιν ἡ κυρίως φορά), ἐκ περιουσίας προστίθησιν, ὅτι καὶ ἡ κύκλῳ κίνησις, κἂν μὴ φορὰ ἁπλῶς ἐστιν ἀλλὰ περιφορά, ἐπειδὴ κίνησις ὅλως καὶ μεταβολή, καὶ αὕτη, φησίν, ἔχει πως ἀντικείμενα τὰ κατὰ διάμετρον· ἡ γὰρ ὡρισμένη καὶ πλείστη αὕτη ἐστὶν ἐν κύκλῳ διάστασις· ὥστε καὶ τούτοις τρόπον τινὰ ἡ κίνησις εἰς ἀντικείμενα καὶ πεπερασμένα. εἰ δέ τις ἀπορεῖ, πῶς διὰ πολλῶν πρότερον ἀποδείξας ὁ Ἀριστοτέλης, ὅτι τῇ κύκλῳ φορᾷ οὐκ ἔστιν ἐναντία φορά, καὶ αὐτὸ δὴ τοῦτο, ὅτι τὰ ἀπὸ διαμέτρου ἀντικείμενα ἀλλήλοις οὐχ ὡς κύκλῳ, ἀλλ’ ὡς τὴν διάμετρον κινούμενα1 ἀντίκειται, νῦν ὡς παρὰ πόδας μεταβαλλόμενος2 καὶ ἡ κύκλῳ φησὶν ἔχει πως ἀντικείμενα τὰ κατὰ διάμετρον, πρῶτον μὲν ἐπιστησάτω τῇ Ἀριστοτέλους ἀκριβείᾳ· οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι ἡ κύκλῳ ἔχει ἀντικείμενα, ἀλλ’ ὅτι ἔχει πως ἀντικείμενα, καὶ ὅτι καὶ τούτοις τρόπον τινὰ ἡ κίνησις εἰς ἀντικείμενα. καὶ γὰρ ἀντικεῖσθαι μὲν ἀλλήλοις λέγεται κυρίως τὰ ἐπὶ ἐναντίους κινούμενα τόπους, ἐναντίοι δέ εἰσιν οἱ πλεῖστον ἀλλήλων διεστηκότες· τὰ δὲ κύκλῳ κινούμενα οὔτε ἐπὶ τὸν κατὰ διάμετρον τόπον ὡς ἐπὶ τέλος κινεῖται, ἀλλ’ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτό, οὔτε πλείστη κίνησίς ἐστι τῷ κύκλῳ κινουμένῳ ἡ ἐπὶ τὴν διάμετρον· πλείστη γάρ ἐστιν ἡ μὴ δεχομένη προσθήκην, μετὰ δὲ τὴν κατὰ διάμετρον διάστασιν ἔτι δέχεται προσθήκην ἡ κίνησις καὶ ἡ διάστασις μέχρι τῆς εἰς τὸ αὐτὸ ἀποκαταστάσεως. πάνυ δὲ ἀκριβῶς εἰπὼν ἐπεὶ καὶ ἡ κύκλῳ ἔχει πως ἀντικείμενα τὰ κατὰ διάμετρον προσέθηκε τὸ τῇ δ’ ὅλῃ οὐκ ἔστιν ἐναντίον οὐδέν· καὶ γὰρ αὐτὸ τὸ δοκοῦν χρῶμα τῆς ἀντιθέσεως ἐν τοῖς μέρεσίν ἐστι τῆς κύκλῳ κινήσεως καὶ οὐκ ἐν τῇ ὅλῃ, καὶ ἐν τοῖς μέρεσι δὲ οὐ κυρίως, εἴπερ αἱ μὲν ἀντικείμεναι κυρίως κινήσεις στάσει διαλαμβάνονται, καὶ ὅταν ἓν ᾖ τὸ αὐτὸ τὰς ἀντικειμένας κινήσεις κινούμενον φυσικῶς, τὴν μὲν κατὰ φύσιν κινεῖται, τὴν δὲ παρὰ φύσιν, τὰ δὲ κύκλῳ κινούμενα οὔτε ἵσταται εἰς τὴν διάμετρον ἐλθόντα· οὐδὲ γὰρ καθ’ αὑτὰ κινεῖται· οὔτε τὸ μὲν τῶν ἡμικυκλίων κατὰ φύσιν κινεῖται, τὸ δὲ παρὰ φύσιν.
“既然圆周[运动]也以某种方式具有对立者,直至进入对立的和有限的[终点]。” 在说明了直线上的位置变化也是从对立者到对立者产生的(因为这才是严格意义上的位移)之后,他又附带补充说,圆周运动即使不是单纯的位移而是环行,但既然根本上是运动和变化,他说,这“也以某种方式具有对立者,即直径上的对极”;因为这是圆中被规定的、最大的间隔。因此“对这些[作圆周运动的物]来说,在某种意义上运动也是朝向对立的和有限的[终点]”。但若有人感到困惑:亚里士多德此前通过诸多论证证明了对于圆周位移并不存在相反的位移,并且正是指出直径两端相对立者并非作为沿圆周运动者、而是作为沿直径运动者而互相对立,如今何以像是当场改变主张,声称“圆周[运动]也以某种方式具有直径上的对极[作为]对立者”?那么他首先应当注意亚里士多德的精确性。因为他并未单纯地说圆周运动具有对立者,而是说“以某种方式”具有对立者,并且对这些物来说运动也是“在某种意义上”朝向对立者的。因为朝向相反场所运动的物才被严格称为互相对立,而相反的场所是彼此间隔最远的场所;但作圆周运动的物既非将直径对极处的场所作为目标而运动,而是从同一场所到同一场所,朝向直径处的运动对作圆周运动的物而言也并非最大的运动;因为最大的运动是不接受增加的运动,但在直径的间隔之后,运动与间隔直到复原到同一地点为止仍然接受增加。而且,他在极其精确地说了“既然圆周[运动]也以某种方式具有直径上的对极[作为]对立者”之后,又补充了“但对整体而言没有任何相反者”;因为甚至那貌似的对立表象也只存在于圆周运动的部分之中,而非存在于整体之中,并且即使在部分中也不是严格意义上的,如果说严格对立的诸运动是以静止相隔开的,并且当同一事物自然地进行互相对立的诸运动时,它在一种情况下顺应自然而运动,在另一种情况下反乎自然而运动,然而作圆周运动的物到达直径处时并不停顿(因为它们甚至不是凭自身而运动),两个半圆也绝非一个顺应自然而运动、另一个反乎自然而运动。
"Ἀνάγκη ἄρα εἶναί τι τέλος καὶ μὴ εἰς ἄπειρον φέρεσθαι." Δείξας τὰς τοπικὰς κινήσεις καὶ μάλιστα τὰς ἐπ’ εὐθείας (τούτων γὰρ ὁ λόγος ἐδεῖτο πρὸς τὴν ἀπόδειξιν τοῦ ἓν εἶναι τὸ μέσον καὶ ἓν τὸ ἔσχατον)3 μὴ ἐπ’ ἄπειρον γινομένας, ἀλλ’ εἰς ἀντικείμενα καὶ ὡρισμένα καὶ πεπερασμένα τελευτώσας καὶ προσθείς, ὅτι καὶ ἡ κύκλῳ κίνησις ἔχει πως ἀντικείμενα, συνεπεράνατο λοιπόν, ὅτι ἀνάγκη εἶναί τι τέλος καὶ μὴ εἰς ἄπειρον φέρεσθαι τὰ φερόμενα, εἰ δὲ τοῦτο, ἔστι τι, ἐφ’ ὃ πέφυκε καὶ ἡ γῆ φέρεσθαι καὶ τὸ πῦρ, εἰ δὲ τοῦτο, ἓν τὸ μέσον καὶ ἓν τὸ ἔσχατον. καὶ ἡ κύκλῳ δὲ κίνησις κἂν ἀδιάκοπός ἐστι καὶ ἐπ’ ἄπειρον φέρεται, οὐ τοιοῦτον τὸ ἐπ’ ἄπειρον, οἷον τὸ ἐπ’ εὐθείας ἂν ἦν ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ ἀεὶ γινομένου τοῦ κινουμένου· ἡ γὰρ κύκλῳ κίνησις ἀεὶ ἐν τέλει ἐστὶν ὥσπερ καὶ ἐν ἀρχῇ ἀεί.
“因此必然存在某种终点,并且不被运送到无限。” 在表明了位置运动、尤其是直线上的运动(因为论证中心为一且极值点为一,论述所需的正是这些运动)并非生成至无限,而是终结于对立的、被规定的和有限的[终点],并补充了圆周运动也以某种方式具有对立者之后,他最终得出结论说:“必然存在某种终点,并且被运送的物不被运送到无限”;如果这样,就存在某种泥土自然地被运送向它的东西,火也是如此,而如果这样,中心为一且极值点为一。圆周运动即使是不间断的且被运送至无限,这种无限也并不等同于直线运动在运动物体不断出现在不同场所时所具有的无限;因为圆周运动始终处于终点之中,正如它也始终处于起点之中一样。
- 1.86οὐχ ὡς κύκλῳ, ἀλλ’ ὡς τὴν διάμετρον κινούμενα
在 οὐχ ὡς... ἀλλ’ ὡς... 的对比结构中,分词 κινούμενα 与逻辑主语 τὰ ἀπὸ διαμέτρου ἀντικείμενα 一致。κύκλῳ 是表示路径的与格(“沿圆周”),而 τὴν διάμετρον 则是表示运动空间的延展宾格(“沿直径”)。
- 1.86ὡς παρὰ πόδας μεταβαλλόμενος
介词短语 παρὰ πόδας 是表示“当场”、“立竿见影地”的成语表达。与 ὡς 及分词 μεταβαλλόμενος 连用,刻画了提出疑问者眼中亚里士多德表面的态度转变(“仿佛当场改变主张一般”)。
- 1.87τούτων γὰρ ὁ λόγος ἐδεῖτο πρὸς τὴν ἀπόδειξιν τοῦ ἓν εἶναι τὸ μέσον καὶ ἓν τὸ ἔσχατον
动词 ἐδεῖτο 支配属格补足语 τούτων(指代直线运动),随后是表目的的介词短语 πρὸς τὴν ἀπόδειξιν。带属格冠词的不定式从句 τοῦ ἓν εἶναι... 作为说明性(同位语)属格修饰名词 ἀπόδειξιν,指明论证的具体内容。
