- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:260.19-261.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘通过分析与综合的双重方法建构了亚里士多德关于土和火存在自然终点的论证,并通过质与量的变化的归纳阐明了处所运动的有限性与界限(上与下)。
" Ὅτι δὲ ἔστι τι, οὗ πέφυκεν ἡ γῆ φέρεσθαι ἕως τοῦ ὥστε ταῦτα ἔσται πέρατα τῆς φορᾶς." Δείξας, ὅτι εἷς ἐστιν ὁ κόσμος, ἐκ τοῦ ἓν εἶναι τὸ μέσον καὶ ἓν τὸ ἔσχατον, μέσον μέν, ἐφ’ ὃ τὰ βαρέα φέρεται πάντα, ἔσχατον δέ, ἐφ’ ὃ τὰ κοῦφα, νῦν τοῦτο αὐτὸ δεῖξαι προτίθεται, ὅτι ἔστι τι, ἐφ’ ὃ κατὰ φύσιν ἡ γῆ φέρεται καὶ τὸ πῦρ. τούτου γὰρ μὴ δειχθέντος οὐδέ, ὅτι μέσον ἔστι καὶ ἔσχατον, δέδεικται, οὐδὲ ὅτι ἓν τὸ μέσον καὶ τὸ ἔσχατον, οὐδὲ ὅτι εἷς ὁ κόσμος κατὰ ταύτην τὴν ἔφοδον. δείκνυσι δὲ αὐτὸ διὰ τοῦ δεῖξαι, ὅτι ἐστὶ πέρατα τῆς κινήσεως αὐτῶν τὸ κάτω καὶ τὸ ἄνω, τοῦτο δὲ δείκνυσι διὰ τοῦ δεῖξαι, ὅτι πεπερασμέναι εἰσὶν αἱ κινήσεις αὐτῶν καὶ οὐκ ἐπ’ ἄπειρον γινόμεναι, τοῦτο δὲ διά τε τοῦ πᾶσαν μεταβολὴν πεπερασμένην εἶναι καὶ διὰ τοῦ ἐξ ὡρισμένου καὶ εἰς ὡρισμένον, τοῦτο δὲ διὰ τοῦ ἐξ ἀντικειμένου εἰς ἀντικείμενον, τοῦτο δὲ διὰ τοῦ ἔκ τινος εἴς τι καὶ ἐκ διαφέροντος τῷ εἴδει εἰς διαφέρον. καὶ ἡ μὲν ἀνάλυσις τοῦ λόγου τοιαύτη. ἡ δὲ σύνθεσις οὕτως ἂν ἔχοι·1 τὰ κατὰ τόπον κινούμενα ἔκ τινος εἴς τι μεταβάλλει· μένοντα γὰρ ἐν ταὐτῷ οὐκ ἂν μεταβάλλοι. ὅτι δὲ τὰ ἐξ ὧν ἡ μεταβολὴ καὶ εἰς ἃ διάφορα τῷ εἴδει ἐστὶ καὶ ἀντικείμενα, ἔδειξεν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως· καὶ γὰρ ἡ ἀπὸ τῶν μεταξὺ κίνησις ὡς ἀπὸ ἐναντίου εἰς ἐναντίον γίνεται. κατὰ συνέχειαν δὲ προβαίνων πρῶτον ἔλαβεν ἐκ διαφόρου εἴδους εἰς διάφορον κινεῖσθαι τὸ κινούμενον· ἀπὸ γὰρ τοῦ αὐτοῦ εἴδους εἰς τὸ αὐτὸ οὐκ ἂν γένοιτο μεταβολή· τὸ γὰρ μεταβάλλον ἐξίσταται ἐκείνου, ἀφ’ οὗ μεταβάλλει. εἰ δὲ ἐξ ἀντικειμένου καὶ εἰς ἀντικείμενον, ἐξ ὡρισμένου καὶ εἰς ὡρισμένον· ὥρισται γὰρ τὰ ἀντικείμενα ἤτοι τὰ ἐναντία ἅτε πλεῖστον ὑπὸ τὸ αὐτὸ γένος διεστηκότα, τὸ δὲ πλεῖστον ὥρισται. εἰ δὲ ὥρισται ταῦτα, δῆλον, ὅτι πέρατά ἐστι, καὶ ἡ ἐπ’ αὐτὰ γινομένη κίνησις καὶ μεταβολὴ πεπερασμένη ἐστίν. καὶ μέντοι διὰ τοῦ πᾶσα δὲ πεπερασμένη μεταβολὴ2 καὶ ἐκείνης ἔοικεν ὑπομιμνήσκειν τῆς ἀποδείξεως τῆς λεγούσης, ὅτι τὸ ἀδύνατον κινηθῆναι ἐπί τι τὴν ἀρχὴν οὐδὲ κινεῖται ἐπ’ αὐτό, ἐπὶ δὲ τὸ ἄπειρον διεστὼς ἀδύνατον ἀφικέσθαι τι κινούμενον. καὶ διὰ τῆς ἐπαγωγῆς δὲ ἐπιστώσατο τὸ ἐπὶ πεπερασμένα γίνεσθαι τὴν μεταβολὴν δεικνὺς ἐπί τε τῶν κατ’ ἀλλοίωσιν καὶ ἐπὶ τῶν κατὰ αὔξησιν καὶ μείωσιν μεταβαλλόντων, ὅτι καὶ τὸ ἐξ οὗ καὶ τὸ εἰς ὃ τῷ εἴδει διαφέροντά ἐστι καὶ ὡρισμένα καὶ πεπερασμένα. καὶ γὰρ καὶ ἡ αὔξησις ἡ φυσικὴ καὶ ἡ μείωσις ὥρισται καὶ ὅλως ἡ κατὰ τὸ ποσὸν μεταβολή, καὶ τὸ ἐπέκεινα παρὰ φύσιν λοιπόν ἐστιν. ὡς δὲ ἐπὶ τῶν κατὰ ποιότητα καὶ ποσότητα μεταβαλλόντων ποθέν ποί ἐστιν ἡ μεταβολή, καὶ εἴδει διαφέρει τὸ ἐξ οὗ καὶ εἰς ὅ, καὶ ἐναντία καὶ ὡρισμένα καὶ πέρατά ἐστιν, οὕτως καὶ ἐπὶ τῶν κατὰ τόπον μεταβαλλόντων αἱ τοῦ τόπου διαφοραὶ τῶν κατὰ φύσιν κινουμένων τὸ ἄνω καὶ τὸ κάτω ἐστὶ διάφορα τῷ εἴδει ὄντα καὶ ἐναντία καὶ ὡρισμένα καὶ πεπερασμένα. ἐπὶ ταῦτα ἄρα αἱ κινήσεις κατὰ φύσιν τῇ γῇ καὶ τῷ πυρί· ἔστιν ἄρα τι, ἐφ’ ὃ κατὰ φύσιν ἡ γῆ φέρεται καὶ τὸ πῦρ, τό τε κάτω καὶ τὸ ἄνω. τὸ δὲ οὐχ οὗ ἔτυχεν οὐδὲ οὗ βούλεται ὁ κινῶν,3 ἐπειδὴ τὸ ὑγιαζόμενον ὅλως, εἴπερ ὑγιάζεται, κἂν μὴ βούληται ὁ ὑγιάζων, εἰς ὑγίειαν μεταβάλλει ἢ οὐδ’ ἂν ὑγιάζοιτο.
“而存在着土生来被运移所朝向的某物这一点,直到:因此这些将是运移的界限。” 在通过中心为一个且极点为一个——中心是所有重物运移所朝向之处,而极点则是轻物运移所朝向之处——证明了宇宙为一个之后,他现在打算证明的正是这一点:存在着土和火依本性运移所朝向的某物。因为如果不证明这一点,那么既未证明存在中心与极点,也未证明中心与极点为一个,更未证明按照这一进路宇宙为一个。而他是通过证明下与上是它们运动的界限来证明这一点的,并通过证明它们的运动是有限的而非无限发生来证明这一点,并通过一切变化皆有限以及从被规定之物到被规定之物来证明这一点,并通过从对立者到对立者来证明这一点,并通过从某物到某物且从在形式上相异之物到相异之物来证明这一点。论证的分析便是如此。另一方面,综合则将如下:按处所运动之物是从某物向某物变化的;因为若留存于同一事物中,它们就不会发生变化。而变化从之出发者与向之而去者在形式上相异且是对立的,这他在《物理学》第一卷中已经证明了;因为从中介物出发的运动也是作为从相反者到相反者而发生的。顺次推进,他首先假定运动之物是从相异的形式向相异的形式运动的;因为从同一形式向同一形式是不会发生变化的;因为变化之物脱离了它从之变化的那个事物。如果它是从对立者向对立者,那就是从被规定之物向被规定之物;因为对立者,亦即相反者,作为在同一属下间隔最远的事物是被规定的,而最大的间隔是被规定的。如果这些是被规定的,那么显而易见,它们是界限,向着它们而发生的运动和变化是有限的。而且,通过“然而一切变化皆有限”这句话,他似乎也让人联想起那个论证,即断言:不可能向某物运动的事物,从一开始就根本不会向它运动,而运动之物不可能到达无限间隔之物。他也通过归纳证实了变化是向着有限之物发生的,在依性质改变而变化的事物以及依增减而变化的事物中表明,从之出发者和向之而去者都在形式上相异,且是被规定的和有限的。因为自然的增与减,以及一般而言依数量的变化,都是被规定的,而超出其外的便已是反乎本性的。正如在依性质和数量变化的事物中,变化是从某处到某处,从之出发者和向之而去者在形式上相异,是相反的、被规定的和界限,在按处所变化的事物中同样如此,依本性运动之物的处所差异即上与下,在形式上相异,是相反的、被规定的和有限的。因此,土和火依本性的运动是朝向这些;所以存在着土和火依本性运移所朝向的某物,即下与上。至于“并非随便朝向某处,亦非朝向动者所意愿之处”,这是因为被治愈之物总体而言,只要它确实在被治愈,哪怕治愈者并不意愿,也会向健康变化,否则它甚至根本不会被治愈。
- 1.85καὶ ἡ μὲν ἀνάλυσις τοῦ λόγου τοιαύτη. ἡ δὲ σύνθεσις οὕτως ἂν ἔχοι
此处将亚里士多德的论证结构整理为“分析”(从后承回溯到前提)与“综合”(从始基演绎到结论)的对比。此前从结论(宇宙的单一性、界限的存在)层层回溯至终极始基(对立者之间的变化)的推导链条构成了“分析”,随后的文段则从第一始基出发顺向推演,构成了“综合”。
- 1.85διὰ τοῦ πᾶσα δὲ πεπερασμένη μεταβολὴ
中性属格单数冠词 τοῦ 将所引用的整句话 πᾶσα δὲ πεπερασμένη μεταβολὴ(“然而一切变化皆有限”)名词化,意为“通过……这一言明”。
- 1.85τὸ δὲ οὐχ οὗ ἔτυχεν οὐδὲ οὗ βούλεται ὁ κινῶν
句首的 τὸ δὲ 将引自亚里士多德的短语(277a20–21“并非随便朝向某处,亦非朝向动者所意愿之处”)名词化为句子的主语/主题。主节动词(如 εἴρηται)被省略,后文直接由 ἐπειδή 引导的原因从句承接(即“所谓……是因为……”)。
