← 辛普里丘

亚里士多德《论天》注释

§263.11-265.9

趋向固有场所时的加速与落体原因的探讨

辛普里丘阐释了亚里士多德将物体接近固有场所时的加速作为直线运动有限性之证据的论证,并对比了亚里士多德自身关于加速原因的解释与喜帕恰斯的外力残留说以及亚历山大对此的批评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.88#1

" Τεκμήριον δὲ τοῦ μὴ εἰς ἄπειρον ἕως τοῦ καὶ ἡ τῆς ταχύτητος ἐπίδοσις ἄπειρος ἂν ἦν." Τοῦ εἰς ὡρισμένον τὸ κάτω καὶ τὸ ἄνω καὶ μὴ εἰς ἄπειρον φέρεσθαι τὰ κατ’ εὐθεῖαν κινούμενα τεκμήριον παρατίθεται τὸ τὴν μὲν γῆν,1 ὅσῳ ἂν ἐγγυτέρω ᾖ τοῦ μέσου, θᾶττον φέρεσθαι, τὸ δὲ πῦρ, ὅσῳ τοῦ ἄνω ἐγγυτέρω ᾖ, τοσούτῳ θᾶττον φέρεσθαι· εἰ γὰρ τοῦτο, εἰ ἄπειρος ἡ διάστασις καὶ μὴ ὡρισμένον τὸ τέλος, εἰς ἄπειρον ἀεὶ προσετίθετο τῇ ταχύτητι. εἰ οὖν ἡ ταχύτης διὰ τὰς φυσικὰς γίνεται ῥοπάς, τοῖς μὲν κάτω κινουμένοις διὰ βαρύτητα πλείονα, τοῖς δὲ ἄνω διὰ κουφότητα, δῆλον, ὅτι καὶ ἡ βαρύτης καὶ ἡ κουφότης ἔνδοθεν οὖσαι φυσικαὶ δυνάμεις τὴν εἰς ἄπειρον προσθήκην ἐδέχοντο, εἰ δὲ τοῦτο, καὶ αὐτὰ τὰ κινούμενα ἄπειρα μὲν οὐκ ἀναγκαῖον ἦν εἶναι, ὡς Ἀλέξανδρος οἴεται, εἰς ἄπειρον δὲ προσθήκην καὶ αὐτὰ δέχεσθαι· πεπερασμένου γὰρ σώματος καὶ μὴ καὶ αὐτοῦ ἀεὶ προσθήκην δεχομένου τὴν δύναμιν ἐπ’ ἄπειρον αὔξεσθαι τὴν οἰκείαν ἀδύνατον ἦν. εἰ οὖν καὶ ἡ γῆ καὶ τὸ πῦρ φανερά ἐστι μὴ ἐπ’ ἄπειρον αὐξόμενα, εἴπερ τὰ μέρη τῆς γῆς τὰ συνεγνωσμένα τὰ αὐτὰ μέτρα διαφυλάττει, δῆλον, ὅτι οὐδὲ ἡ ταχύτης αὐτῶν αὔξεται· εἰ δὲ μὴ ἡ ταχύτης, οὔτε ἡ βαρύτης οὔτε ἡ κουφότης· ἐκείνων γὰρ αὐξομένων ἀνάγκη καὶ τὴν ταχύτητα παρακολούθημα οὖσαν ἐκείνων αὔξεσθαι· εἰ δὲ μὴ ταῦτα, οὐκ εἰς ἄπειρον ἡ πρόοδος τοῖς ἐπ’ εὐθείας κινουμένοις, ἀλλ’ εἰς ὡρισμένον τι τέλος γίνεται. Πάνυ δὲ ἀκριβῶς τεκμήριον ἐκάλεσε τὴν ἀπὸ τῆς ταχύτητος πίστιν τῶν φυσικῶν κινήσεων, διότι αἰτίαι τῆς ταχύτητός εἰσιν αἱ φυσικαὶ ῥοπαί, ἡ δὲ ἀπὸ τῶν αἰτιατῶν πίστις τεκμηριώδης νενόμισται. Ὅτι δὲ ἡ ἐπ’ ἄπειρον αὔξησις τῆς ταχύτητος, εἰ ἦν ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ, διὰ τὴν ἐπ’ ἄπειρον αὔξησιν τῆς βαρύτητος καὶ τῆς κουφότητος ἐγίνετο, δείκνυσιν ἐπὶ δυεῖν ποιούμενος τὸν λόγον· ὡς γὰρ τὸ κατωτέρω φερόμενον ἄλλο ἄλλου,2 τουτέστι προλαμβάνον καὶ θᾶττον ἐπὶ τὸ κάτω φερόμενον διὰ τὴν πλείονα ταχύτητα, βαρύτητος προσθήκῃ θᾶττον ἂν ἦν, οὕτως καὶ ἐπὶ τοῦ αὐτοῦ, εἰ ἄπειρος ἡ τοῦ βάρους ἐπίδοσις, καὶ ἡ τῆς ταχύτητος ἐπίδοσις ἄπειρος ἂν ἦν, οὐκέτι ἀπὸ τεκμηρίου ἀλλ’ ἀπὸ αἰτίου νῦν γενομένης τῆς ἀποδείξεως· τὸ γὰρ βάρος τὸ πλέον τῆς ταχύτητος αἴτιον. Ὅταν δὲ λέγῃ ὁ Ἀλέξανδρος “ἦν ἂν καὶ αὐτὰ τὰ κινούμενα ἄπειρα, εἰ ἦσαν αὐτῶν ἄπειροι ταχύτητες καὶ βαρύτητες καὶ κουφότητες”, οὐχ ὡς ἐνεργείᾳ ἄπειρα ἀκουστέον (οὐ γὰρ ἕπεται τοῦτο τῇ εἰς ἄπειρον φορᾷ), ἀλλ’ ὡς ἐπ’ ἄπειρον αὐξόμενα. εἰς τοῦτο δὲ ἀγαγὼν τὸν λόγον ὁ Ἀριστοτέλης τὸ καὶ τὰς βαρύτητας καὶ τὰς κουφότητας ἐπ’ ἄπειρον αὔξεσθαι ἠρκέσθη διὰ τὸ προδεδεῖχθαι, ὅτι οὔτε βαρύτης οὔτε κουφότης ἐστὶν ἄπειρος οὕτως, οὐδὲ σώματος πεπερασμένου ἐπ’ ἄπειρον αὔξεσθαι τὴν δύναμιν· παρῆκε δὲ καὶ ἡμῖν ὁ Ἀριστοτέλης ἐπαγαγεῖν ὡς εὐσυννόητον ἴσως, ὅτι, εἴπερ πλησίον γινόμενα τὰ μὲν βαρέα τῷ κάτω, τὰ δὲ κοῦφα τῷ ἄνω θᾶττον φέρεται, δῆλον, ὅτι κατὰ φύσιν αὐτοῖς εἰσιν οἵδε οἱ τόποι, ἐπὶ δὲ τοὺς ἀντικειμένους αὐτῶν ἀντικειμένως φέρεται. Ἐν δὴ τούτοις τὸ μὲν θᾶττον φέρεσθαι τὰ σώματα πλησιαίτερόν πως τῶν οἰκείων τόπων γινόμενα κοινῶς ὁμολογεῖσθαι δοκεῖ, τὴν δὲ αἰτίαν ἄλλοι ἄλλην ἀπολογίζονται. Ἀριστοτέλης μὲν γὰρ ἀπὸ τῆς οἰκείας ὁλότητος δυναμοῦσθαι μᾶλλον τὰ πλησιάζοντα νομίζει καὶ τὸ εἶδος τελεώτερον ἀπολαμβάνειν· βάρους γοῦν προσθήκῃ τὴν γῆν θᾶττον φέρεσθαι πρὸς τῷ μέσῳ γινομένην. Ἵππαρχος δὲ ἐν τῷ ἐπιγραφομένῳ Περὶ τῶν διὰ βαρύτητα κάτω φερομένων ἐπὶ μὲν τῆς ἀναρριφθείσης ἄνω γῆς τὴν ἀναρρίψασαν ἰσχύν, ἕως ἂν κρατῇ τῆς τοῦ ῥιπτουμένου δυνάμεως, αἰτίαν εἶναί φησι τῆς ἄνω φορᾶς, καὶ ὅσῳ αὕτη κρατεῖ, τοσούτῳ θᾶττον ἐπὶ τὸ ἄνω φέρεσθαι τὸ φερόμενον, ἐλαττουμένης δὲ ἐκείνης πρῶτον μὲν μηκέτι ἐν ὁμοίῳ τάχει ἄνω φέρεσθαι, λοιπὸν δὲ κάτω φέρεσθαι χρώμενον τῇ οἰκείᾳ ῥοπῇ παραμενούσης πως καὶ τῆς ἀναπεμψάσης δυνάμεως,3 ἐξιτήλου δὲ μᾶλλον γινομένης τὸ καταφερόμενον ἀεὶ μᾶλλον θᾶττον φέρεσθαι καὶ τάχιστα, ὅταν ἐκείνη τελέως ἐπιλείπῃ. τὴν αὐτὴν δὲ αἰτίαν ἀποδίδωσι καὶ τῶν ἄνωθεν ἀφιεμένων· καὶ γὰρ τούτοις μέχρι τινὸς παραμένειν τὴν τοῦ κατασχόντος αὐτὰ δύναμιν, ἣν ἐναντιουμένην αἰτίαν γίνεσθαι τοῦ βραδύτερον κατ’ ἀρχὰς φέρεσθαι τὸ ἀφεθέν. “ταῦτα δέ, φησὶν ὁ Ἀλέξανδρος, ἐπὶ μὲν τῶν βίᾳ κινηθέντων ἢ βίᾳ μεινάντων ἐν τῷ παρὰ φύσιν τόπῳ ὀρθῶς ἂν λέγοιτο, ἐπὶ δὲ τῶν μετὰ τὸ γενέσθαι φερομένων κατὰ τὴν οἰκείαν φύσιν ἐπὶ τὸν οἰκεῖον αὐτοῖς τόπον οὐκέτι ἁρμόζει λέγεσθαι.

“而并非朝向无限的证据,直至速度的增加也将是无限的。” 作为沿直线运动的物被运送向被规定的下方和上方、而非被运送向无限的证据,他提出了:泥土越接近中心,被运送得越快;而火越接近上方,也被运送得相应地越快。因为如果这样,若间隔是无限的且终点并未被规定,速度的增加就将始终向无限进行。因此,如果速度是由于自然的倾向而产生的——对向下运动的物而言是由于更大的重量,对向上[运动的物]而言是由于轻——那么显然,重量和轻作为内在的自然力量,都将接受朝向无限的增加。而如果这样,尽管并不必然如亚历山大所认为的那样运动物体自身是无限的,但它们自身接受朝向无限的增加[却是必然的];因为一个有限的物体、且自身并非不断接受增加的物体,其固有的力量增长到无限是不可能的。因此,如果泥土和火明显不向无限增长(只要泥土已被认知的各部分保持相同的尺度),那么显然它们的速度也不增长;而如果速度不〔增长〕,无论重量还是轻都不〔增长〕;因为如果那些东西增长,作为那些东西的相伴结果的速度也必然增长。而如果这些都不成立,那么对于沿直线运动的物而言,前进就并非走向无限,而是走向某个被规定的终点。他极其精确地把基于自然运动速度的确信称为“证据”,因为速度的原因是自然的倾向,而从结果出发的确信被认为是证据性的。而速度向无限的增长若发生在同一事物上,则是由于重量和轻向无限的增长而产生的,这一点他是通过对两事物进行论述来表明的;因为正如一个比另一个被运送得更下方的物——即由于更大的速度而先行一步且更快向下运送的物——由于重量的增加而会更快,同样在同一事物上,如果重量的增加是无限的,速度的增加也将是无限的,此时的论证不再是基于证据、而是基于原因而作出的;因为更大的重量是速度的原因。当亚历山大说“如果它们的各种速度、重量和轻是无限的,那么运动物体自身也将是无限的”时,不应当理解为在现实中是无限的(因为这并不能从向无限的位移中推导出来),而应理解为向无限增长。亚里士多德将论述引向重量和轻也向无限增长这一点便已感到满意,因为此前已经证明过,无论重量还是轻都不是以此种方式无限的,有限物体的力量也不能向无限增长;并且亚里士多德也留给我们去推论(或许是因为这很容易理解):既然重物接近下方、轻物接近上方时被运送得更快,那么显然这些场所对它们而言是顺应自然的,而朝向其相反场所则是以相反方式被运送的。在这些问题中,物体在某种程度上接近其固有场所时被运送得更快,这一点似乎是被普遍承认的,但对于原因,不同的人作出了不同的解释。因为亚里士多德认为,接近的物从其固有的完整性中得到更大的力量充实,并更完满地获得形式;无论如何,由于重量的增加,泥土在接近中心时被运送得更快。但喜帕恰斯在题为《论因重量而向下运送之物》的著作中声称,对于向上抛出的泥土而言,向上抛出的力量只要压倒被抛物体的力量,就是向上运送的原因,且这种力量压倒的程度越高,被运送的物朝向上方被运送得越快;但随着那一力量减弱,起初不再以同样的速度向上运送,最终在向上送出的力量也以某种方式残留的同时凭借固有的倾向向下运送,而随着那力量愈加衰亡,下落之物始终越来越快地被运送,当那一力量彻底耗尽时则运送得最快。对于从上方被释放之物,他也归结为同样的原因;因为对于这些物而言,阻留它们的力量也在一定时间内残留,这种力量通过反抗,成为被释放之物起初运送得较慢的原因。“但这些,”亚历山大说,“对于受到强力运动的物或因强力留在反常场所中的物而言或许可以正确地言说,但对于生成之后根据固有本性被运送向自身固有场所的物而言,则不再适宜如此言说。”

语法注3 条
  1. 1.88Τοῦ εἰς ὡρισμένον τὸ κάτω καὶ τὸ ἄνω καὶ μὴ εἰς ἄπειρον φέρεσθαι τὰ κατ’ εὐθεῖαν κινούμενα τεκμήριον παρατίθεται τὸ τὴν μὲν γῆν

    该句的句法骨架为主动词 παρατίθεται 支配带冠词的不定式从句 τὸ τὴν μὲν γῆν... φέρεσθαι 作为直接宾语,τεκμήριον 为同位语或宾语补足语。开头的属格带冠词不定式 Τοῦ εἰς ὡρισμένον... φέρεσθαι 依存于 τεκμήριον,作宾语性属格(“……的证据”)。

  2. 1.88ἄλλο ἄλλου

    ἄλλος 的双重配置(ἄλλο ἄλλου)表示分配性或相互性的比较结构,意为“一个比另一个[运送得更下方]”。

  3. 1.88παραμενούσης πως καὶ τῆς ἀναπεμψάσης δυνάμεως

    属格独立结构,表示伴随下落运动(κάτω φέρεσθαι)的附带情况或让步性条件(“在向上送出的力量也以某种方式残留的同时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:263.11-265.9