← 辛普里丘

亚里士多德《论天》注释

§258.29-260.18

前提的维护与对多宇宙中动物类比的反驳

针对亚里士多德提出的动摇假定与承认单一宇宙的两难,辛普利丘引用亚历山大的注解,厘清了关于多宇宙的乞求所争之点的反驳,并论证了在动物构造与宇宙构造之间所作类比的无效性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.84

" Ὥστε ἀναγκαῖον ἢ κινεῖν ταύτας τὰς ὑποθέσεις ἕως τοῦ καὶ ταῖς αὐταῖς ἀνάγκαις." Ὁ μὲν Ἀλέξανδρος ταύτας τὰς ὑποθέσεις πάσας τὰς προειρημένας εἶναί φησι τάς τε νῦν ῥηθείσας καὶ τὰς ἔμπροσθεν, ὅτι τε ἔστι κατὰ φύσιν κίνησις ἑκάστῳ τῶν ἁπλῶν σωμάτων, καὶ ὅτι τὰ ὁμοειδῆ ἐπὶ τὸν αὐτὸν τῷ ἀριθμῷ φέρεται τόπον. τούτοις γὰρ τεθεῖσιν ἕπεται τὸ ἓν εἶναι τῷ ἀριθμῷ τὸ μέσον καὶ τὸ ἔσχατον· τούτου δὲ ὄντος ἀνάγκη καὶ τὸν κόσμον ἕνα εἶναι καὶ μὴ πλείους· οὐρανὸν γὰρ καὶ νῦν τὸν κόσμον καλεῖ. δῆλον γάρ, ὅτι τὸν συγχωροῦντα ταῖς ὑποθέσεσιν ἀνάγκη καὶ τὰ ἀκόλουθα ταῖς ὑποθέσεσι συγχωρεῖν. Ἐνστάσεις δέ τινας πρὸς τὸν λόγον τοῦτον φερομένας διαλύων ὁ Ἀλέξανδρος “οὐ δεῖ, φησί, προσλαμβάνοντα τὸ εἶναι κόσμους πλείους ἤδη κατεσκευασμένους ὑπό τινος ἔχοντας ἐν αὑτοῖς τὸ ἄνω καὶ κάτω διωρισμένον οὕτως λέγειν1 ἐπὶ τοὺς κατ’ εἶδος μὲν τοὺς αὐτοὺς τόπους, ἀριθμῷ δὲ διαφέροντας τὰ ἐν τοῖς διαφέρουσι κόσμοις ὁμοειδῆ σώματα ἐνεχθήσεσθαι, τὰ μὲν βαρέα ἐπὶ τὸν ἑκάστῳ κάτω καὶ τὰ κοῦφα ὁμοίως ἐπὶ τὸ ἄνω· τὸ γὰρ οὕτως λέγειν προλαμβάνειν ἐστὶ τὸ ζητούμενον· ζητεῖται γὰρ τὸ εἰ πλείους εἰσίν· ἀλλ’ ἀπὸ τῆς τῶν σωμάτων φυσικῆς φορᾶς ἀρξαμένους, ὑφ’ ἧς καὶ δι’ ἣν ἡ τοιάδε τάξις καὶ κόσμος, εἰ μὲν οἷόν τε αὐτὰ κατὰ τὴν οἰκείαν φύσιν κινούμενα ἐπί τινας ἑτέρους τόπους κατ’ ἀριθμὸν διαφέροντας κινεῖσθαι καὶ τήνδε τὴν τάξιν ποιεῖν κατὰ τὴν φυσικὴν κίνησιν αὐτῶν, ὁποία ἐστὶν ἐν τῷδε τῷ κόσμῳ, συγχωρεῖν τὸ καὶ κόσμους πλείονας εἶναι δύνασθαι· εἰ δὲ ἀδύνατον εἴη τοῦτο τὴν ἀρχὴν ἐπινοηθῆναι, ἀναιρεῖν καὶ τὸ πλείονας δύνασθαι κόσμους εἶναι, ᾧ τὸ ἀδύνατον ἕπεται τοῦτο.” ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος τὸ μὲν ὑποθέσθαι πλείονας κόσμους οὔπω ἄτοπον· ἔξεστι γὰρ ἑκάστῳ τὸ δοκοῦν ὑποτίθεσθαι δέχεσθαι μέλλοντι τοὺς ἐλέγχους τῆς ὑποθέσεως· τὸ δὲ τὰ πρὸς ἔλεγχον τῆς ὑποθέσεως τείνοντα ὡς συμφωνοῦντα τῇ ὑποθέσει καὶ αὐτὰ ὑποτίθεσθαι τοῦτο προλαμβάνειν ἐστὶ τὸ ζητούμενον.2 ὥσπερ καὶ ἐνταῦθα τὸ μὲν ὑποτίθεσθαι πλείους κόσμους οὔπω προλαβεῖν ἐστι τὸ ζητούμενον, τὸ δὲ λαμβάνειν τὰ ἐν τοῖς κόσμοις ὁμοειδῆ σώματα οἷον τὰ βαρέα ἐπὶ τὸ ἐν ἑκάστῳ μέσον φέρεσθαι καὶ τὰ κοῦφα ἐπὶ τὸ ἐν ἑκάστῳ ἔσχατον καὶ μὴ πρὸς ἓν τῷ ἀριθμῷ λαμβάνειν ἐστὶ τὸ ζητούμενον· ζητουμένου γάρ, εἴτε ἐφ’ ἓν τῷ ἀριθμῷ φέρεται τὰ ὁμοειδῆ εἴτε ἐπὶ διάφορα, ὡς ἐκ τούτου καὶ τοῦ πλήθους τῶν κόσμων δεικνυμένου, ὁ ὑποτιθέμενος ἐπὶ διάφορα φέρεσθαι προλαμβάνει τὸ ζητούμενον· τούτῳ γὰρ ἐξ ἀνάγκης ἕπεται τὸ πλείονας εἶναι κόσμους. Καὶ ἑτέραν δὲ ἔνστασιν ὁ Ἀλέξανδρος λύων “τὸ δὲ ἐπὶ τῶν ζῴων, φησί, παραλαμβανόμενον οὐχ ὅμοιον· ἀξιοῦσι γάρ, ὡς ἐπὶ τῶν ἀριθμῷ κεχωρισμένων, εἴδει δὲ τῶν αὐτῶν, οἷον ἀνθρώπων, καὶ τὰ μέρη τὰ ἐν ἑκάστῳ ὁμοειδῆ τοῖς τῶν ἄλλων ὄντα ἐν κεχωρισμένοις κατ’ ἀριθμόν ἐστιν, οὕτως δὲ καὶ ἐπὶ τῶν κόσμων ἔχειν. οὐχ ὅμοιον δὲ τὸ παραβαλλόμενον· ὡς γὰρ τὰ ζῷα οὐ κατὰ τὴν τῶν σωμάτων, ἐξ ὧν ἔστι, κινεῖται φύσιν (ἄλλη γὰρ ἑκάστου τούτων ἡ κατὰ φύσιν κίνησις, παρ’ ἣν ὡς ἔμψυχα κινεῖται),3 οὕτως οὐδὲ τῶν ἐν αὐτοῖς τι σωμάτων κατὰ τὴν αὑτοῦ κινεῖται φύσιν. ἀλλ’ οὐδὲ τὴν ἀρχὴν ἡ σύστασις τῶν ζῴων ἐκ τῆς κατὰ τόπον φορᾶς τῶν μερῶν αὐτοῦ· οὐ γὰρ καρδίας μὲν ἐπὶ τόδε τι ἐνεχθείσης, ἥπατος δὲ καὶ ὀστοῦ καὶ ἑκάστου τούτων ἐπ’ ἄλλο τι τὸ ζῷον συνέστη, ἀλλ’ ἕκαστον τούτων, ἐν ᾧ ἔστι, καὶ τὴν ἐξ ἀρχῆς ἔσχε γένεσιν, τά τε τρέφοντα αὐτὰ οὔτε κατὰ τὴν αὑτῶν φύσιν κινούμενα φέρεται πρὸς αὐτά· οὔτε γὰρ ἣν ἔξωθεν προσφέρεται τροφήν, κατὰ φύσιν ἐπ’ αὐτὰ φέρεται οὔτε ἡ κατεργασθεῖσα ἤδη, ἀλλ’ ὑπὸ τῆς θρεπτικῆς ψυχῆς κατεργάζεταί τε καὶ τοῖς μέρεσιν ἐποχετεύεται. ἀλλ’ οὐδὲ γενόμενα ἀλλαχοῦ τὸ μὲν ὀστοῦν, τὸ δὲ νεῦρον, τὸ δὲ σάρξ, οὕτως πρὸς τὰ οἰκεῖα καὶ ὁμοειδῆ αὐτοῖς φέρεται. ἀλλ’ οὐδ’, ἂν ἀποσπασθῇ τούτων τινός, οἷς ἐστι συνεχές, καὶ χωρισθῇ, πάλιν ἀφεθὲν ἐπ’ αὐτὰ φέρεται· οὐ γάρ ἐστι τῷ ζῴῳ τὸ εἶναι ζῴῳ ἐν τῇ τῶν σωμάτων, ἐξ ὧν ἔστιν, ἐπὶ τοὺς οἰκείους τόπους φυσικῇ φορᾷ, τῷ δὲ κόσμῳ ἐν τῇ κατὰ φύσιν κινήσει τῶν ἁπλῶν σωμάτων τὸ εἶναι.”

“因此必然要么动摇这些假定,直到:依凭同样的必然性。” 亚历山大说,这些假定就是前述的所有假定,既包括刚才所说的,也包括之前的假定:对于每一单纯物体而言都存在依本性的运动,以及同形之物运移到数目上同一的场所。因为在设定了这些之后,随之而来的便是中心与极点在数目上为一个;而当这一情况成立时,宇宙必然也为一个而非多个;因为在这里他也把宇宙称为“天”。因为显而易见,承认这些假定的人必然也要承认这些假定的后承。 在化解针对这一论证提出的一些反驳时,亚历山大说:“不应当在追加‘存在着已经被某者建构好的、其自身内部规定了上与下的多个宇宙’这一前提之后,便这样说:不同宇宙中同形之物将运移到形式上相同但数目上有别的各个场所,重物运移到各自的下,轻物同样运移到上;因为这样说就是乞求所争之点;因为是否存在多个宇宙正是所探究的问题。相反,应当从物体的自然运移——正是在其作用下并通过它才有了这样的秩序和宇宙——出发,如果物体按照固有的本性运动,能够向着数目上有别的某些其他场所运动,并按照其自然运动产生出像在这一个宇宙中所有的这样一种秩序,那么就应当承认也可以存在多个宇宙;但如果这从一开始就连构想也是不可能的,那么就应当否定也可以存在多个宇宙,因为这一不可能的情况是作为后承伴随着它的。”在亚历山大说这些话时,假定存在多个宇宙本身还算不上荒谬;因为对于打算接受对假定的反驳的人来说,假定自己认为合适的看法是完全可以的;但把那些旨在反驳该假定的论点当作与假定一致的事物而一并加以假定,这才是乞求所争之点。正如在这里,假定存在多个宇宙本身还不是乞求所争之点,但把诸宇宙中同形之物——例如重物运移到各宇宙中的中心,轻物运移到各宇宙中的极点,而非运移到数目上为一个的场所——当作前提来接受,才是乞求所争之点。因为在探究同形之物究竟是运移到数目上为一个的场所还是运移到不同的场所时,由于宇宙的多数性也是由此得以证明的,因而假定它们运移到不同场所的人就是乞求了所争之点;因为从这一假定必然得出存在多个宇宙。 亚历山大在化解另一条反驳时又说:“在动物情形中所援引的例子并不相似;因为他们主张,正如在数目上分离但在形式上相同的事物(例如人)的情形中,每个人身上与其他人的部分同形的部分存在于数目上分离的事物中,诸宇宙的情形也是如此。但被拿来比较的事物并不相似。因为正如动物并不是按照组成它们的那些物体的本性运动(因为这些物体各自依本性的运动是另一回事,它们作为具魂之物乃是离开这种运动而运动的),同样它们内部的任何物体也不是按照其自身的本性运动。而且,动物的构成从一开始就根本不是源于其各部分的处所运移;因为动物并不是由于心脏运移到这一处,肝脏、骨骼以及这些部分的每一者运移到另一处而构成的,而是这些部分的每一者就在其所在之处有了最初的生成,并且滋养它们的事物也不是按照其自身的本性运动而运移到它们那里的;因为不论是从外部摄入的食物,还是已经被消化的食物,都不是依本性运移到它们那里的,而是由营养灵魂消化并输送到各部分的。而且,骨骼、腱和肉也绝非在别处生成之后便这样运移到对它们而言固有且同形的事物那里的。甚至,即使它从与之相连续的这些事物的某一个上被扯下并分离出来,在再次被释放时也不会运移到它们那里去。因为对于动物而言,其作为动物的存在并不在于组成它的那些物体朝向固有场所的自然运移,而对于宇宙而言,其存在则在于单纯物体依本性的运动。”

语法注3 条
  1. 1.84οὐ δεῖ, φησί, προσλαμβάνοντα τὸ εἶναι κόσμους πλείους ἤδη κατεσκευασμένους ὑπό τινος ἔχοντας ἐν αὑτοῖς τὸ ἄνω καὶ κάτω διωρισμένον οὕτως λέγειν

    不定式 λέγειν 由无人称动词 οὐ δεῖ 统辖,分词 προσλαμβάνοντα 为单数宾格,与不定式的逻辑主语(不定的“人”)一致。在句子的后半部分,数的一致转向复数宾格 ἀρξαμένους,而后续的不定式 συγχωρεῖν 与 ἀναιρεῖν 则承接由 οὐ δεῖ 引申出的肯定含义 δεῖ,构成并列。

  2. 1.84τὸ δὲ τὰ πρὸς ἔλεγχον τῆς ὑποθέσεως τείνοντα ὡς συμφωνοῦντα τῇ ὑποθέσει καὶ αὐτὰ ὑποτίθεσθαι τοῦτο προλαμβάνειν ἐστὶ τὸ ζητούμενον

    句首带冠词的不定式短语 τὸ ... ὑποτίθεσθαι 整体作主语,指示代词 τοῦτο 复指该主语并与系词 ἐστί 的表语 προλαμβάνειν τὸ ζητούμενον 相连。主语短语内部通过倒装(hyperbaton)嵌入了宾语 τὰ πρὸς ἔλεγχον τῆς ὑποθέσεως τείνοντα 和方式分词短语 ὡς συμφωνοῦντα τῇ ὑποθέσει。

  3. 1.84παρ’ ἣν ὡς ἔμψυχα κινεῖται

    关系代词 ἣν 的先行词是紧邻的 ἡ κατὰ φύσιν κίνησις。介词 παρά 接宾格在此表示“脱离”或“有别于”,将动物作为具魂之物所进行的运动规定为有别于(或背离)其组成元素的自然运动的另一种运动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:258.29-260.18