- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:257.28-258.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对亚历山大关于场所差异依存于物体差异的观点,从场所的定义出发提出疑难。随后,他将亚里士多德的论证整理为假言三段论,驳斥了关于天体阻隔运动的反驳,并提及亚历山大对文本措辞的怀疑。
Λέγει δὲ ὁ Ἀλέξανδρος, ὅτι οὐκ εἰσὶν ἐν τοῖς κόσμοις οἱ τόποι πρὸ τῆς τῶν σωμάτων διαφορᾶς ἀφωρισμένοι καὶ μένοντες ἢ ἐπισπώμενοι τὰ ἐπ’ αὐτοὺς σώματα κινούμενα, ὡς διὰ τοῦτο ἐν ἑκάστῳ κόσμῳ τὰ ἐν αὐτοῖς σώματα ἐπὶ τοὺς καθ’ ἕκαστον αὐτῶν οἰκείους καὶ ἀποκεκριμένους φέρεσθαι τόπους· ἀλλ’ αἱ διαφοραὶ τῶν τόπων ὁρίζονται ταῖς τῶν σωμάτων φύσεσι καὶ ῥοπαῖς, καθ’ ἃς ἕκαστον αὐτῶν κινεῖται κατὰ φύσιν· οὐ γὰρ ἦν ἀφωρισμένον οὕτως καὶ διατεταγμένον, ἀλλ’ ἔστι κάτω τοῦτο, ἐφ’ ὃ ἡ γῆ κατὰ φύσιν φέρεται καὶ τὰ βαρέα, ὁμοίως καὶ ἄνω, ἐφ’ ὃ τὰ κοῦφα, ὥστε, εἰ παρὰ τὴν τῶν κινουμένων διαφορὰν ἡ τῶν τόπων διαφορά,1 πάντα ἂν ἀπ’ ἀρχῆς τὰ ὁμοειδῆ ἐπὶ τὸν αὐτὸν κατ’ ἀριθμὸν τόπον φέροιτο μηδενὸς κωλύοντος αὐτά. ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος ἀπορῶ πρὸς αὐτά, εἰ ὁ τόπος τὸ πέρας τοῦ περιέχοντός ἐστι, καθ’ ὃ περιέχει τὸ περιεχόμενον, πῶς αἱ διαφοραὶ τῶν τόπων ὁρίζονται ταῖς τῶν περιεχομένων σωμάτων φύσεσι καὶ ῥοπαῖς, καὶ οὐχὶ μᾶλλον τὸ ἀνάπαλιν. κἂν γὰρ κάτω λέγωμεν τοῦτο, ἐφ’ ὃ ἡ γῆ, καὶ ἄνω, ἐφ’ ὃ τὸ πῦρ, τεκμηριώδης μᾶλλόν ἐστιν ἡ τοιαύτη ἀπόδοσις·2 οὐσία δὲ τοῦ βαρέος ἐστὶ τὸ πεφυκέναι φέρεσθαι ἐπὶ τὸ μέσον καὶ τοῦ κούφου τὸ ἐπὶ τὸ ἔσχατον, καὶ οὕτως αὐτὰ ἐν τούτοις ὁ Ἀριστοτέλης ὡρίσατο. ὅλως δὲ τὸ μέσον καὶ τὸ ἔσχατον ἔστι, κἂν τὰ μεταξὺ στοιχεῖα τὰ ἐπ’ αὐτὰ φερόμενα ἐπινοήσῃ τις μὴ ὄντα. πῶς οὖν ταῖς διαφοραῖς τῶν ἐπὶ τοὺς τόπους ἰόντων σωμάτων αἱ τῶν τόπων ὁρίζονται διαφοραί; Ἀλλὰ τοῦτο μὲν καὶ αὖθις ζητητέον· ἡ δὲ συναγωγὴ τοῦ λόγου τοιαύτη· εἰ ἔστι τῶν ἁπλῶν σωμάτων κίνησις κατὰ φύσιν, ἀνάγκη τῶν ὁμοειδῶν ἑκάστῳ πρὸς ἕνα ἀριθμῷ τόπον τὴν κατὰ φύσιν κίνησιν ὑπάρχειν· ἀλλὰ μὴν τὸ ἡγούμενον· καὶ τὸ λῆγον ἄρα. καὶ τὴν μὲν πρόσληψιν, ὅτι ἔστιν ἡ κατὰ φύσιν κίνησις, ἔδειξε προσεχῶς, τὸ δὲ συνημμένον δείκνυσι διὰ τοῦ καὶ τὰ ἐνταῦθα ὁμοειδῆ τῷ ἀριθμῷ μόνῳ διαφέροντα, τουτέστι τὰ πολλὰ τῆς γῆς μέρη, πρὸς ἓν τῷ ἀριθμῷ μέσον φέρεσθαι καὶ τὰ πολλὰ πυρὰ πρὸς ἓν τῷ ἀριθμῷ ἔσχατον· εἰ οὖν ὁμοειδῆ καὶ τὰ ἐν τοῖς ἄλλοις κόσμοις σώματα πρὸς τὰ ἐνταῦθα, δῆλον, ὅτι, πρὸς ὃ ταῦτα, πρὸς τὸ αὐτὸ καὶ ἐκεῖνα οἰσθήσεται. εἰ δὲ λέγει τις ὑπὸ τοῦ κυκλοφορητικοῦ σώματος ἀποκεκλεῖσθαι αὐτῶν τὴν ἐπὶ τὸν ἐν ἑτέρῳ κόσμῳ τόπον ὁμοειδῆ κίνησιν, πρὸς τῷ ὑπόθεσιν λαμβάνειν τὸ εἶναι πλείους οὐρανοὺς καὶ πλείω κυκλοφορητικὰ σώματα,3 ὅπερ δείξει ἀδύνατον, συγχωρεῖ σαφῶς, εἰ μὴ ἐκωλύετο, φέρεσθαι ἂν αὐτὰ ἐπὶ τόδε τὸ μέσον καὶ ἐπὶ τόδε τὸ ἔσχατον, ὥστε κατὰ φύσιν αὐτοῖς ἡ ἐπὶ ταῦτα κίνησις. τῷ δὲ Ἀλεξάνδρῳ οὐκ οἶδα διὰ τί ἡ λέξις ἔδοξεν ἔχειν τι ἀκαταλληλότερον.
亚历山大说,诸宇宙中的场所并非在物体的差异之前就已被划定并保持静止,或是吸引向它们运动的物体,以致因此在每个宇宙中其中的物体运移到属于它们各自固有的、分离的场所;相反,场所的差异是由物体的本性和趋向所规定的,每一物体正是依据这些而依本性运动。因为场所并非预先这样被划定和安排的,而是土和重物依本性所运移向的乃是“下”,轻物所运移向的同样乃是“上”;以至于,如果场所的差异取决于运动之物的差异,那么一切同形之物从一开始就会在毫无阻碍的情况下运移到数目上同一的场所。亚历山大说出这些话时,我对这些提出了疑难:如果场所是包容者的界限,即它据以包容被包容者之所在,那么场所的差异怎么可能是由被包容物体的本性和趋向所规定的,而非反过来呢?因为即便我们称土所朝向的为“下”,称火所朝向的为“上”,这样的指称也更多是征兆性的;而重物的本质乃是依本性适合运移到中心,轻物的本质乃是运移到极点,亚里士多德在这些论述中也是这样定义它们的。而且一般而言,即便有人设想运移向中心和极点的中间元素并不存在,中心与极点也是存在的。那么,场所的差异怎么会是由前往场所的物体的差异所规定的呢? 不过这件事情以后还须再次探讨;而论证的推演则是这样的:如果单纯物体存在依本性的运动,那么对于每一同形之物而言,依本性的运动必然是朝向数目上为一个的场所;然而前件确实成立;因此后件也成立。至于小前提,即依本性的运动存在,他刚才已经证明了,而假言命题他则是通过如下事实证明的:此处唯独在数目上有别的同形之物,即土的诸多部分,运移到数目上为一个的中心,诸多火运移到数目上为一个的极点;因此,如果其他宇宙中的物体也与此处的物体同形,显而易见,这些物体朝向什么运移,那些物体也将朝向这同一个事物运移。即便有人说,它们朝向另一宇宙中场所的同形运动被做圆周运动的物体阻隔了,这除了将存在多个天和多个做圆周运动的物体作为假定——他将证明这是不可能的——之外,他还清楚地承认了:如果不被阻碍,它们就会运移到这一个中心和这一个极点,从而朝向这些场所的运动对于它们而言是依本性的。至于这段文句为何在亚历山大看来显得有些欠妥,我则不得而知。
- 1.83εἰ παρὰ τὴν τῶν κινουμένων διαφορὰν ἡ τῶν τόπων διαφορά
介词 παρά 接宾格(τὴν τῶν κινουμένων διαφοράν)在此表示因果依赖关系(“取决于……”、“由于……”)。条件从句中省略了系动词 ἐστίν。
- 1.83τεκμηριώδης μᾶλλόν ἐστιν ἡ τοιαύτη ἀπόδοσις
形容词 τεκμηριώδης 意为“基于征兆的”或“表象推知性的”。它与下文的“本质”(οὐσία)相对照,表明通过土与火所趋向的处所来界定(ἀπόδοσις)“上”与“下”,只是基于可见表象(τεκμήριον)的事后指称,而非本质定义。
- 1.83πρὸς τῷ ὑπόθεσιν λαμβάνειν τὸ εἶναι πλείους οὐρανοὺς καὶ πλείω κυκλοφορητικὰ σώματα
前置词短语 πρὸς τῷ 连同带冠词不定词 λαμβάνειν 意为“除了将……作为假定采纳之外”,位于主句谓语动词 συγχωρεῖ 之前引出附加的论点。其内部带冠词的不定词短语 τὸ εἶναι... 作 λαμβάνειν 的宾语。
