- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:256.27-257.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论天》第一卷第八章(276b29),指出单纯物体的本性运动必然朝向数目上为一个的中心与极点,并驳斥了企图以运动者的数目差异为由假定存在多个宇宙及多个对应中心的异议。
" Εἰ τοίνυν ἔστι τις κίνησις ἕως τοῦ διαφέρουσι γὰρ οὐθὲν εἴδει ἀλλήλων." Δείξας, ὅτι κατὰ φύσιν ἔστι τις κίνησις ἑκάστῳ τῶν ἁπλῶν, τούτῳ ἐξ ἀνάγκης ἑπόμενον δείκνυσι τὸ τῶν ὁμοειδῶν πάντων καὶ τῶν καθ’ ἕκαστα πρὸς ἕνα ἀριθμῷ τόπον ὑπάρχειν τὴν κατὰ φύσιν κίνησιν, οἷον πρὸς τόδε τι μέσον ἐν τῷδε τῷ κόσμῳ καὶ πρὸς τὸ ἐν τούτῳ ἔσχατον ἢ τὰ ἐν ἄλλῳ κόσμῳ· εἰ γὰρ κατὰ φύσιν τὰ βαρέα πρὸς τὸ μέσον φέρεται, ἢ πρὸς ἓν τῷ ἀριθμῷ μέσον πάντα οἰσθήσεται ἢ πρὸς εἴδει μὲν ἓν μέσον, ἀριθμῷ δὲ διάφορα. εἴ τις οὖν τοῦτο λέγοι, ὅτι, ὥσπερ αὐτὰ τὰ βαρέα καὶ αὐτὰ τὰ κοῦφα εἴδει μὲν ἑκάτερον ἕν ἐστιν, ἀριθμῷ δὲ πλείονα, οὕτως καὶ τὸ μέσον, ἐφ’ ὃ φέρεται τὰ βαρέα, καὶ τὸ ἔσχατον, ἐφ’ ὃ φέρεται τὰ κοῦφα, εἴδει μὲν ἕν ἐστιν ἑκάτερον, ἀριθμῷ δὲ πλείονα, καὶ φέρεται τὰ μὲν ἐπὶ τόδε τὸ ἔσχατον, τὰ δὲ ἐπ’ ἄλλα τινὰ ὁμοειδῆ μὲν τούτοις, κατ’ ἀριθμὸν δὲ ἀλλήλων διαφέροντα, ὥσπερ ἔχει καὶ αὐτὰ τὰ φερόμενα πρὸς ἄλληλα, οὕτως δὲ φερομένων πλείους ἔσονται κόσμοι ὁμοειδεῖς μὲν ἀλλήλοις, κατ’ ἀριθμὸν δὲ διαφέροντες καὶ κεχωρισμένοι· εἴ τις οὖν ταῦτα λέγοι, φησί, ῥητέον αὐτῷ,1 ὅτι τὰ καθ’ ἕκαστα οὐ τῷ μὲν τῶν μορίων τοιόνδε ἔσται, τῷ δὲ ἀλλοῖον·2 οὐ γὰρ ἀλλοῖόν ἐστι τὸ καθ’ ἕκαστα κατὰ τὴν ἐνταῦθα βῶλον καὶ ἀλλοῖον κατὰ τὴν ἐν ἄλλῳ κόσμῳ, ἀλλ’ ὅμοιον· ὁμοίως γὰρ ἅπαντα κατ’ εἶδος ἀδιάφορα ἀλλήλων ἐστί, κἂν τῷ ἀριθμῷ ἕτερον ὁτιοῦν ἐστιν, οὐ μόνον τὰ ἐνταῦθα πρὸς ἄλληλα καὶ τὰ ἐκεῖ ὁμοίως, ἀλλὰ καὶ τὰ ἐνταῦθα πρὸς τὰ ἐκεῖ, καὶ τὸ ληφθὲν ἐντεῦθεν μόριον γῆς ἢ πυρὸς οὐδὲν ἔχει διάφορον πρὸς τὰ ἐνταῦθα ὁμοειδῆ αὐτοῦ μόρια ἢ πρὸς τὰ ἐν ἑτέρῳ κόσμῳ. ὡς οὖν τὰ ἐνταῦθα μόρια τῆς γῆς εἴδει μὲν τὰ αὐτὰ ὄντα, ἀριθμῷ δὲ μόνῳ διαφέροντα πρὸς ἓν ἀριθμῷ τόδε τὸ μέσον φέρεται, οὕτως καὶ τὰ τούτοις ὁμοειδῆ τὰ ἐν ἑτέρῳ κόσμῳ, εἴπερ εἴη κατ’ ἀριθμὸν διαφέροντα τούτων, ἐπὶ τὸ αὐτὸ τοῦτο μέσον οἰσθήσεται. διὰ τί γάρ, πάντων τῶν τῆς γῆς μορίων τῷ εἴδει τῶν αὐτῶν ὄντων, τῷ δὲ ἀριθμῷ ἑτέρων, τάδε μὲν πρὸς τόδε μόνον τὸ μέσον φέρεται κατὰ φύσιν καὶ οὐ πρὸς ἄλλο, ἄλλα δὲ ὁμοειδῆ τούτοις ὄντα καὶ κατ’ ἀριθμὸν μόνον ἀλλήλων τε καὶ τούτων διαλλάττοντα μηκέτι πρὸς τοῦτο φέρεται, ἀλλ’ ἐπ’ ἄλλο τι τούτῳ ὁμοειδές; εἰ γάρ ἐστιν ἡ κατ’ ἀριθμὸν τῶν κινουμένων διαφορὰ αἰτία τόπων ἑτέρων τῷ ἀριθμῷ, ἔδει καὶ τῶν ἐνθάδε βαρέων ἕκαστον τῶν ἀριθμῷ μόνῳ διαφερόντων εἰς ἄλλο καὶ ἄλλο μέσον ἰδίᾳ φέρεσθαι.
“因此,如果存在某种运动……”直到“因为它们彼此在形式上毫无差异”。指出每一单纯物体都存在某种合乎本性的运动之后,他证明了作为对此的必然推论:对于所有同形的事物以及个别事物而言,合乎本性的运动是朝向数目上为一个的场所的,例如朝向这一个宇宙中的这某一个中心与这之中的极点,或者朝向另一宇宙中的那些。因为如果重物依本性朝向中心运移,要么一切事物都将朝向数目上为一个的中心运移,要么朝向在形式上为一个但在数目上不同的中心运移。因此,如果有人这样说:正如重物本身与轻物本身各自在形式上为一个但在数目上为多数,同样,重物所朝向运移的中心与轻物所朝向运移的极点,各自在形式上为一个但在数目上为多数,并且一部分事物朝向这一个极点运移,另一部分事物则朝向与这些同形但在数目上彼此相异的其他某些极点运移,正如那些被运移的事物本身相互之间的情形那样,而且以这种方式运移,便将存在多个彼此同形但在数目上相异且相隔绝的宇宙;因此,他说,如果有人说这些话,就必须对他说:个别事物并不会对于部分中的这一个呈现为这样,而对于那一个呈现为别样。因为相应于此处的土块的个别事物绝非是一种样态,而相应于另一宇宙中的土块的个别事物是另一种样态,而是彼此相似的;因为一切事物在形式上都同样彼此无别,即便它们在数目上是无论怎样的不同事物,这不仅对于此处彼此相对的事物以及彼处同样如此,而且对于此处的事物与彼处的事物相对而言也是如此,并且从此处取来的一份土或火的部分,相较于此处与其自身同形的部分,或者相较于另一宇宙中的部分,没有任何差异。因此,正如处于此处的土的部分在形式上相同而在数目上唯独有别,都朝向数目上为一个的这一个中心运移,同样,处于另一宇宙中与这些同形的部分,如果确实与这些在数目上有别,也将朝向这同一个中心运移。因为既然土的所有部分在形式上相同而在数目上各异,为什么这些部分依本性唯独朝向这一个中心运移而不朝向另一个,而与这些同形且唯独在数目上彼此相异也与这些相异的其他部分,却不再朝向这一个运移,而是朝向与此同形的某个其他中心运移呢?因为如果运动之物在数目上的差异是在数目上不同的场所的原因,那么此处唯独在数目上有别的每一重物,也理应各自运移到不同的中心去。
- 1.83εἴ τις οὖν τοῦτο λέγοι, ὅτι... εἴ τις οὖν ταῦτα λέγοι, φησί, ῥητέον αὐτῷ
这是长条件句中的重述性前件(resumptive protasis)。在以 εἴ τις οὖν τοῦτο λέγοι 开启条件从句后,插入了由 ὥσπερ 引导的冗长比较从句及推论说明,因此在引出主句 ῥητέον αὐτῷ 之前,以 εἴ τις οὖν ταῦτα λέγοι, φησί 总结并重复了同一前件条件。
- 1.83οὐ τῷ μὲν τῶν μορίων τοιόνδε ἔσται, τῷ δὲ ἀλλοῖον
与部分属格 τῶν μορίων 结合的与格 τῷ μὲν... τῷ δὲ 起关系或限制性与格的作用(“对于部分中的这一个……对于另一个”)。语法主语为 τὰ καθ’ ἕκαστα(“个别事物”),表达了个别事物的本性并不因具体部分的不同而呈现出不同的样态。
