- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:255.24-256.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解了亚里士多德在Bekker 276b26处证明单纯物体必然具有“合乎本性”的运动之论证结构,检视了亚历山大的阐释,并阐明了强力运动必然以合乎本性的运动为前提的逻辑必然性。
" Ἀλλὰ μὴν ἀνάγκη γε εἶναί τινα κίνησιν αὐτῶν ἕως τοῦ ἀδύνατον τοῦτο κινεῖσθαι βίᾳ." Ὅτι μὲν ἑκάστῳ τῶν ἁπλῶν σωμάτων ἔστι τις κατὰ φύσιν κίνησις, δέδεικται μέν, οἶμαι, καὶ κατ’ ἀρχάς, ὅταν τριῶν ἀποδειχθεισῶν τῶν κατὰ φύσιν κινήσεων1 διὰ τὸ τρεῖς εἶναι τὰς ἁπλᾶς γραμμὰς ἡ μὲν κυκλικὴ τῷ πέμπτῳ σώματι προσήκειν ἐδείχθη, αἱ δὲ ἐπ’ εὐθείας δύο τοῖς ὑπὸ σελήνην, δειχθήσεται δὲ περὶ τούτων καὶ ἐν τῷ τρίτῳ τῆσδε τῆς πραγματείας βιβλίῳ· καὶ νῦν δὲ αὐτὸ δείκνυσι χρήσιμον αὐτῷ πρός τε τὰ ἐφεξῆς ὑπάρχον καὶ πρὸς τὰ ἤδη ῥηθέντα· ὡς γὰρ ἐπ’ ἀξιώματι τούτῳ τὴν ἐν ἄλλῳ κόσμῳ γῆν καὶ τὸ ἐκεῖ πῦρ ἐπὶ τόδε τὸ μέσον καὶ τόδε τὸ ἔσχατον φέρεσθαι κατὰ φύσιν ἠνάγκαζεν. ὁ δὲ Ἀλέξανδρός φησιν “εἰ μὴ ἦν τις τοῖς σώμασι κίνησις κατὰ φύσιν, ἐδύνατο ἄλλα ὑπ’ ἄλλων κινούμενα ἐπ’ ἄλλα καὶ ἄλλα πλείους ποιεῖν κόσμους τῷ μὴ ἐπὶ τὰ αὐτὰ φέρεσθαι.” μήποτε δὲ ἀτάκτως φερόμενα ἀκοσμίας μᾶλλον, ἀλλ’ οὐχὶ κόσμους πλείονας ἐποίουν. ὅτι οὖν ἀνάγκη εἶναί τινα κίνησιν τῶν ἁπλῶν σωμάτων κατὰ φύσιν (τοῦτο γὰρ προσυπακουστέον),2 δείκνυσι λαβὼν ὡς ἐναργὲς τὸ κινεῖσθαι πάντα τὰ ἐν πᾶσι τοῖς κόσμοις ἁπλᾶ σώματα, καὶ ὅτι τὰ ἐν τούτῳ τῷ κόσμῳ ὁρᾶται κινούμενα, ὅμοιοι δὲ ὑπόκεινται ἀλλήλοις οἱ κόσμοι, καὶ ὅτι τὰ φυσικὰ σώματα τῶν μαθηματικῶν ἀκινήτων ὄντων τῷ κινεῖσθαι μάλιστα διενήνοχεν. οὕτως ἐρωτᾷ δυνάμει τὸν λόγον· τὰ ἁπλᾶ ἐν τοῖς κόσμοις σώματα, ἐπειδὴ κινεῖται, ἢ καὶ κατὰ φύσιν κινεῖται ἢ μόνως βίᾳ καὶ παρὰ φύσιν; ἀλλ’ εἰ μὲν καὶ κατὰ φύσιν, ἔχομεν τὸ ζητούμενον, ὅτι ἀνάγκη εἶναί τινα κίνησιν αὐτῶν κατὰ φύσιν· εἰ δὲ παρὰ φύσιν, πάσας κινοῦνται καὶ τὰς ἐναντίας, οἷον τὴν ἀπὸ τοῦ μέσου καὶ ἐπὶ τὸ μέσον. Πρόχειρον μὲν ἦν, ὅτι ἀδύνατον τοῦτο, ἐκ τῶν κειμένων δεικνύναι· κεῖται γάρ, ὅτι ἡ ἐναντία τῇ παρὰ φύσιν καὶ βιαίῳ φορᾷ κατὰ φύσιν ἐστίν· ὁ δὲ τοῦτο μὲν οὐκ ἐπήνεγκε καὶ ὡς ἤδη ῥηθὲν καὶ ὡς λόγου δεόμενον, ἐκεῖνο δὲ ὡς προφανέστατον, ὅτι,3 ὃ μὴ πέφυκεν ὅλως κινεῖσθαι, τοῦτο βίᾳ κινεῖσθαι ἀδύνατον· εἰ γὰρ μὴ πέφυκεν ὅλως κινεῖσθαι, οὐδ’ ἂν κινηθείη ὅλως· εἰ δὲ κινεῖται ὁπωσοῦν, δῆλον, ὅτι πέφυκε κινεῖσθαι· τοῖς δὲ πεφυκόσι κινεῖσθαι ἔστι τις πάντως κίνησις κατὰ φύσιν, ἣν πεφύκασι κινεῖσθαι. καὶ θαυμαστὸς ὁ λόγος· πᾶν γὰρ τὸ παρὰ φύσιν τῷ κατὰ φύσιν παρυφίσταται, καὶ μὴ ὄντος τοῦ κατὰ φύσιν οὐδ’ ἂν τὸ παρὰ φύσιν ὑφίσταιτο.
“然而它们必然有某种运动……”直到“这是不可能通过强力被运动的”。 对于每一单纯物体都存在某种合乎本性的运动,我认为在开篇时就已被证明了——当时既然单纯的线有三条,证明了合乎本性的运动有三种,便指明了圆周运动属于第五种物体,两条直线运动属于月下的物体——并且关于这些在本书的第三卷中还将予以证明;而他现在指出这一点,也是因为它对他而言无论是对于后续的内容还是对于已经讲述过的内容都是有用的;因为正是基于这条公理,他才必然得出另一宇宙中的土与彼处的火依其本性朝向这一个中心与这一个极点运移。然而亚历山大说:“如果物体不存在某种合乎本性的运动,那么不同的事物被不同的事物运动到不同的地方,就可以因其不朝向相同的地方运移而构成多个宇宙。”但是,它们无序地运移,也许毋宁说会造成混乱,而绝不会构成多个宇宙。因此,单纯物体必然存在某种合乎本性的运动(因为必须补充理解“合乎本性”这一点),他是通过将所有宇宙中的所有单纯物体都在运动作为显然的事实来采纳而予以证明的,此外还基于以下事实:该宇宙中的事物被看到处于运动中,诸宇宙被假定彼此相似,以及自然物体正是通过运动才最显著地区别于静止不动的数学对象。他在实质上提出了这样的论证:宇宙中的单纯物体既然运动,究竟是也依本性运动,还是仅仅通过强力且反乎本性地运动?但如果确实也依本性运动,我们便得到了所探求的结论,即它们必然存在某种合乎本性的运动;而如果是反乎本性地运动,它们就会进行所有的运动,乃至相反的运动,例如离开中心的运动与朝向中心的运动。要从已确立的前提证明这是不可能的,本是显而易见的;因为已有前提假定,与反乎本性及强力的运移相反的运动乃是合乎本性的;但他并未提出这一点,既因为这是已经讲述过的,又因为它本身还需要论证,而是将那一点作为最为显然之事提了出来,即:凡根本不具有运动本性的事物,是不可能通过强力被运动的。因为如果它根本不具有运动本性,它甚至根本不会被运动;而如果它以任何方式运动,显而易见它便具有运动的本性;对于具有运动本性的事物而言,必然存在某种它们依其本性运动的合乎本性的运动。这一论证是令人惊叹的;因为一切反乎本性的事物都依附于合乎本性的事物而共存,若不存在合乎本性的事物,反乎本性的事物也绝不可能存在。
- 1.82ὅταν τριῶν ἀποδειχθεισῶν τῶν κατὰ φύσιν κινήσεων
在由 ὅταν 引导的从属从句内部,首先出现了一个附带原因介词短语(διὰ τὸ τρεῖς εἶναι τὰς ἁπλᾶς γραμμὰς)的独立属格结构(τριῶν ἀποδειχθεισῶν τῶν κατὰ φύσιν κινήσεων),紧接着主谓成分通过 μέν 和 δέ 形成对称展开(ἡ μὲν κυκλικὴ... ἐδείχθη, αἱ δὲ ἐπ’ εὐθείας δύο...)。该句作为一个插入性的时间从句,用于唤起先前已确立的论证。
- 1.82τοῦτο γὰρ προσυπακουστέον
动词性形容词 προσυπακουστέον 意为“必须补充理解”。这是一个句法与阐释上的补充说明,指出尽管亚里士多德在引文中仅写了“某种运动”(τινα κίνησιν),但在逻辑上必须由读者暗中补出“合乎本性”(κατὰ φύσιν)这一限定。
- 1.82ἐκεῖνο δὲ ὡς προφανέστατον, ὅτι
与前文的 οὐκ ἐπήνεγκε(“未曾提出”)相对照,在带有 δέ 的 ἐκεῖνο 之后省略了主要动词 ἐπήνεγκε(“提出了”);ὡς προφανέστατον 作谓词性补足语,随后的 ὅτι 从句(ὅτι, ὃ μὴ πέφυκεν ὅλως κινεῖσθαι...)则作为同位语具体说明 ἐκεῖνο 的内容。
