- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:254.6-255.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德论证了若多个宇宙中的元素属于同类,则中心与极点在数量上皆只能为一个,从而宇宙只能有一个;并驳斥了认为宇宙间的遥远距离会改变或消除元素本性运动的异议。
" Ἢ γὰρ οὐ θετέον τὴν αὐτὴν εἶναι φύσιν ἕως τοῦ τούτου δὲ ὄντος ἀδύνατον εἶναι κόσμους πλείους ἑνός." Δείξας τὰ ἑπόμενα ἄτοπα τοῖς πλείονας λέγουσι κόσμους ἐξ ὁμοφυῶν τῶν ἐν αὐτοῖς ἁπλῶν σωμάτων συγκειμένους καὶ τὴν αὐτὴν ἐχόντων κίνησιν καὶ πλείονα τὰ μέσα καὶ τὰ ἔσχατα1 νῦν ἀποδείκνυσιν, ὅτι τοὺς ὁμοφυῆ τὰ ἁπλᾶ λέγοντας σώματα ἀνάγκη ἓν λέγειν εἶναι τὸ μέσον καὶ ἓν τὸ ἔσχατον οὐ τῷ εἴδει, ἀλλὰ τῷ ἀριθμῷ· ἐπὶ γὰρ τὸ αὐτὸ τῷ ἀριθμῷ μέσον καὶ ἔσχατον τοῖς βαρέσιν ἐστὶν ἡ φορὰ καὶ τοῖς κούφοις, ἵνα μὴ τὰ εἰρημένα ἀδύνατα ἀκολουθήσῃ πλειόνων τῷ ἀριθμῷ τῶν μέσων καὶ τῶν ἐσχάτων ὑποτεθέντων τὸ τὴν γῆν ἄνω φέρεσθαι καὶ τὸ πῦρ κάτω καὶ τὸ δύο κινήσεις ἐναντίας ἕκαστον τῶν ἁπλῶν κατὰ φύσιν ἔχειν· οἷς ἀτόποις καὶ αὐτοῖς οὖσιν ἔτι ἀτοπώτερον ἕπεται τὸ μηδὲ εἶναι μηκέτι τὰ ἁπλᾶ τοῦτο, ὅπερ λέγεται εἶναι, οἷον τὴν γῆν μηκέτι γῆν εἶναι μηδὲ τὸ πῦρ ἔτι πῦρ. εἰ γὰρ ἡ ἑκάστου οὐσία καὶ τὸ εἶναί ἐστιν ἐν τῇ τοιᾷδε κατὰ φύσιν κινήσει, ταύτης ὑπαλλαττομένης ἀνάγκη καὶ τὴν οὐσίαν αὐτῶν μεταπίπτειν. εἰ οὖν ἓν τῷ ἀριθμῷ τὸ μέσον καὶ ἓν τὸ ἔσχατον, ἀδύνατον εἶναι κόσμους πλείους ἑνός· ἕκαστον γὰρ κόσμον ἀνάγκη καὶ μέσον ἔχειν καὶ ἔσχατον· ὥστε τοῖς λέγουσι τῶν ἁπλῶν σωμάτων τῶν ἐν πᾶσι τοῖς κόσμοις τὴν αὐτὴν δύναμιν εἶναι ἀκολουθεῖν τὸ ἓν λέγειν μέσον καὶ ἓν ἔσχατον, τούτῳ δὲ τὸ ἕνα κόσμον εἶναι καὶ μὴ πλείους ἑνός.
“或者我们绝不可假定它们具有相同的本性……”直到“而由于这一点,宇宙不可能多于一个”。 在指出了主张存在多个由其中同类且具有相同运动的单纯物体构成的宇宙、并主张中心与极点有多个的人所招致的荒谬之后,[亚里士多德]现在证明:主张单纯物体属于同类的人,必然要主张中心是一个、极点是一个,不是在形式上,而是在数量上;因为沉重之物与轻盈之物的运移乃是朝向数量上同一的中心与极点,以免在假定中心与极点在数量上有多于一个时招致前述的不可能之事——即土向上运移而火向下运移,以及每一单纯物体在合乎本性上拥有两种对立的运动;而伴随这些本身就是荒谬的事情之后,还伴随着一个更为荒谬的结论:单纯物体甚至不再是其所被称为之物,例如土不再是土,火也不再是火。因为如果每一事物的实体与存在皆在于其某种合乎本性的运动之中,那么当这一运动被改变时,它们的实体也必然发生改变。因此,如果中心在数量上是一个,极点是一个,那么宇宙就不可能多于一个;因为每一宇宙都必然同时具有中心与极点;从而对于那些主张所有宇宙中的单纯物体具有相同潜能的人而言,归结出主张中心为一个且极点为一个,而在此之上归结出宇宙为一个且不多于一个。
"Τὸ δὲ ἀξιοῦν ἄλλην εἶναι φύσιν ἕως τοῦ τὸ δὲ εἶδος τὸ αὐτό." Ἔνστασίν τινα πρὸς τὰ εἰρημένα φέρεσθαι δυναμένην λύει τὴν λέγουσαν τὴν ἐν ἄλλῳ κόσμῳ γῆν μὴ φέρεσθαι κατὰ φύσιν ἐπὶ τοῦτο τὸ μέσον διὰ τὴν πολλὴν ἀπόστασιν, εἰ δὲ τοῦτο, μηκέτι τὰ ἐπαχθέντα ἄτοπα τοῖς πλείονας λέγουσι κόσμους ἀκολουθεῖν· οὔτε γὰρ ἡ γῆ ἐπὶ τὸ ἄνω οὔτε τὸ πῦρ ἐπὶ τὸ κάτω οἰσθήσεται. τὸ τοίνυν τὰς ἀποστάσεις αἰτιᾶσθαι, φησί, τῆς τῶν οἰκείων δυνάμεων τοῖς σώμασιν ἀποβολῆς2 οὐκ ἔχει λόγον· οὐδὲ γὰρ ἄλλη φύσις, τουτέστιν ἄλλη κίνησις ἡ κατὰ φύσιν, ἐγγίνεται τοῖς ἁπλοῖς σώμασιν, ἐὰν πλέον ἢ ἔλαττον ἀποστῶσι τῶν οἰκείων τόπων. τί γὰρ ἐν τῷδε τῷ κόσμῳ διαφέρει τὸ τοσονδὶ μῆκος ἀποσχεῖν ἢ τοσονδί; ἢ τούτῳ μόνον διοίσει τῷ τὰ πόρρωθεν ἐπὶ τοὺς οἰκείους τόπους κινούμενα ἀσθενέστερον ἄρχεσθαι τῆς κινήσεως καὶ κατὰ λόγον, ὅσῳ πλεῖον τὸ μῆκος τῆς ἀποστάσεως, τοσούτῳ μᾶλλον ἀσθενέστερον· τὸ μέντοι εἶδος τῆς κινήσεως, κἂν πλείων ᾖ κἂν ἐλάττων ἡ ἀπόστασις, τὸ αὐτὸ μένει. οὕτως οὖν καὶ τὰ ἐν τοῖς ἄλλοις κόσμοις, εἴπερ ἦν, ἀσθενέστερον μὲν ἂν τῆς ἐπὶ τὰ ἐνθάδε κινήσεως ἤρχοντο κατὰ λόγον τῆς ἀποστάσεως, οὐ μέντοι τὸ εἶδος τῆς κατὰ φύσιν κινήσεως ὑπήλλαττον, τουτέστιν τῆς οὐσίας αὐτῶν· ἄλογον γὰρ φθορᾶς καὶ γενέσεως αἰτιᾶσθαι τὸ μῆκος τῆς διαστάσεως. ἀλλ’ οὐδὲ τὸ μέσα εἶναί τινα ἀνομοειδῆ, οἷον τὸ ἐκεῖ καὶ τὸ ἐνταῦθα πῦρ μεταξὺ τῆς ἐκεῖ γῆς καὶ τοῦ ἐνταῦθα μέσου, αἴτιον ἔσται τοῦ τὴν κατὰ φύσιν φορὰν ἀποβαλεῖν τὴν ἐκεῖ γῆν τὴν ἐπὶ τοῦτο τὸ μέσον· οὐδὲ γὰρ ἐν τῷδε τῷ κόσμῳ, ἂν μέσον ὑπόθηταί τις πῦρ εἶναι γῆς τε ἄνω κατεχομένης καὶ τοῦ κάτω τόπου, κωλυθήσεται κατὰ φύσιν ἡ γῆ ἐκείνη ἐπὶ τὸ μέσον φέρεσθαι. ἔτι, ὅπερ αὐτὸς πρότερον εἶπεν, εἰ ἡ ἐν ἐκείνῳ τῷ κόσμῳ γῆ ἐν τῷ τούτου μέσῳ τεθεῖσα κατὰ φύσιν τὴν αὐτὴν ἠρεμήσει — τί γὰρ τὸ ἐξιστῶν ἔσται; — δῆλον, ὡς καὶ κινήσεται κατὰ φύσιν ἐπὶ τὸ ἐνταῦθα μέσον· κεῖται γάρ, ἐν ᾧ τι ἠρεμεῖ κατὰ φύσιν, ἐπὶ τοῦτο κινεῖσθαι κατὰ φύσιν.
“而要求本性有所不同……”直到“但形式是相同的”。 [亚里士多德]化解了针对上述言论可能提出的一种异议,该异议称另一宇宙中的土由于距离遥远而不会依其本性朝向这一个中心运移,而若是如此,针对主张多个宇宙的人所推导出的荒谬结论便不再成立;因为土既不会向上运移,火也不会向下运移。因此他说,把物体丧失其固有潜能归咎于距离是没有道理的;因为即便单纯物体距离其固有处所或远或近,它们之中也不会产生另一种本性,即另一种合乎本性的运动。因为在这个宇宙中,相距这样一段距离还是那样一段距离,究竟会有何区别呢?抑或唯一的区别只在于从远处朝向其固有处所运动的事物开始运动时较为微弱,并且成比例地,距离越长,就越发微弱?然而运动的形式,无论距离较远还是较近,都保持同一。因此,即便其他宇宙中的物体确实存在,它们朝向此处之物的运动也只会根据距离的比例开始得较为微弱,但绝不会改变其合乎本性的运动、即其实体的形式;因为把消灭与生成归咎于距离的长度是荒谬的。况且,存在某些不同类的中间事物(例如彼处的火与此处的火处于彼处的土与此处的中心之间),也不会成为彼处的土丧失其朝向此处的中心合乎本性的运移的原因;因为即使在这个宇宙中,若有人假定火介于在上方被阻留的土与下方的处所之间,那里的土朝向中心合乎本性的运移也不会受到阻碍。此外,正如他本人此前所言,若将那个宇宙中的土放置在这个〔宇宙〕的中心,它将依照同一种本性保持静止——因为会有什么东西来驱逐它呢?——显而易见,它也将依照本性朝向此处的中心运动;因为已有前提假定:凡某一事物依其本性在其中保持静止的地方,它便依其本性朝向该处运动。
- 1.80καὶ τὴν αὐτὴν ἐχόντων κίνησιν καὶ πλείονα τὰ μέσα καὶ τὰ ἔσχατα
分词结构中的格位交替。前面的 συγκειμένους 是修饰 λέγουσι 的宾语 κόσμους 的宾格复数,而紧随其后的 ἐχόντων 则转为属格复数,与介词短语 ἐξ ... σωμάτων 中的名词 σωμάτων 一致。随后的 καὶ πλείονα τὰ μέσα καὶ τὰ ἔσχατα 则再次回到受 λέγουσι 支配的宾格结构中(作为省略了 εἶναι 的间接引语从句的主语与表语)。
- 1.81τὸ τοίνυν τὰς ἀποστάσεις αἰτιᾶσθαι, φησί, τῆς τῶν οἰκείων δυνάμεων τοῖς σώμασιν ἀποβολῆς
动词 αἰτιᾶσθαι 的双重支配结构。带冠词的不定词短语 τὸ ... αἰτιᾶσθαι 整体构成主句谓语(οὐκ ἔχει λόγον)的主语。αἰτιᾶσθαι 支配被归咎的对象为宾格(τὰς ἀποστάσεις),而将其原因或罪名置于属格(τῆς ... ἀποβολῆς)。与格 τοῖς σώμασιν 是依附于动名词 ἀποβολῆς 的受损与格或关涉与格。
