- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:253.3-254.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘批评了亚历山大将各个宇宙设为上下排列的空间模型,赞同其推导出对立运动不可能同时合乎本性的结论,并对亚里士多德反驳多重宇宙之论证的完整推论结构进行了综合整理。
ἐθαύμασα δὲ αὐτοῦ τὴν σφαιροποιίαν ὑποκείμενον ἄλλον τῷδε τῷ κόσμῳ λαβοῦσαν κόσμον καὶ τοῦτον ὑπερκείμενον. τί γὰρ ἔσται τὸ ὁρίζον τὸ πρὸς ἀλλήλους ἄνω καὶ κάτω τῶν κόσμων; εἰ μὴ ἄρα τὸν μὲν ὑπὸ τοὺς πόδας τοὺς ἡμετέρους κάτω λέγοιμεν, τὸν δὲ ὑπὲρ κεφαλὴν ἄνω· ἀλλὰ πρὸς τοὺς ἀντίποδας ἡμῖν ἐναντίως ἕξει. τίς δὲ καὶ χρεία τοῦ ὑποκεῖσθαι καὶ ὑπερκεῖσθαι; κἂν γὰρ ἐκ πλαγίου ἦν, τὰ αὐτὰ συνέβαινε. τοῦτο δὲ καλῶς προστίθησιν ὁ Ἀλέξανδρος, ὅτι πρὸς τῷ ἕκαστον τὴν παρὰ φύσιν καὶ ἐναντίαν κίνησιν κινεῖσθαι ἢ ὡς κατὰ φύσιν συμβαίνει· καὶ τὸ1 τὰς ἐναντίας κινήσεις ἅμα κατὰ φύσιν αὐτοῖς εἶναι τήν τε ἄνω καὶ τὴν κάτω, ὅπερ ἀδύνατον· κεῖται γάρ, τῶν ἐναντίων εἰ ἡ ἑτέρα παρὰ φύσιν τινὶ σώματι, τὴν ἑτέραν εἶναι κατὰ φύσιν αὐτῷ τούτῳ,2 καὶ ἔτι μίαν ἑκάστῳ τῶν ἁπλῶν τὴν κατὰ φύσιν εἶναι κίνησιν. “διὰ τοῦτο δέ, φησὶν ὁ Ἀλέξανδρος, μεταπεσεῖται καὶ τὰ ἐν τῷδε τῷ κόσμῳ σώματα, εἴπερ καὶ τοῖς ἐνταῦθα κατὰ φύσιν ἐστὶ τὰ ἐκεῖ μέσα καὶ ἔσχατα· πᾶσι γὰρ τοῖς κατ’ εἶδος τοῖς αὐτοῖς οἱ αὐτοὶ τόποι οἰκεῖοι.” εἰ τοίνυν ὑποτεθέντος τοῦ πλείους εἶναι κόσμους ἠκολούθησεν ἐξ ἀνάγκης τὸ τὰς ἐναντίας κινήσεις ἅμα κατὰ φύσιν εἶναι τοῖς ἁπλοῖς σώμασι, τοῦτο δὲ ἀδύνατον, καὶ ἡ ὑπόθεσις ἀδύνατος ἂν εἴη. εἰ γάρ τις λέγοι τὴν ἐξ ἄλλου κόσμου γῆν ἐπὶ τὸ ἐν τούτῳ μέσον βίᾳ κινεῖσθαι καὶ μὴ κατὰ φύσιν, οὗτος ἐρεῖ τὴν ἐκ τοῦδε τοῦ κόσμου κίνησιν κατὰ φύσιν εἶναι τῇ αὐτῇ, καί ἐστιν αὕτη ἄνω ἡ ἀπὸ τοῦδε τοῦ μέσου.3 Ἔστι δὲ ἡ ὅλη τοῦ λόγου συναγωγὴ τοιαύτη· εἰ πλείους οἱ κόσμοι ὅμοιοι τὴν φύσιν ὄντες καὶ μὴ ὁμωνύμως κόσμοι λεγόμενοι, ἀνάγκη πάντας ἐκ τῶν αὐτῶν κατ’ εἶδος εἶναι σωμάτων ἀριθμῷ μόνῳ διαφερόντων· εἰ δὲ τοῦτο, τὰς αὐτὰς ἔχουσι δυνάμεις τὰ σώματα καὶ τὰς αὐτὰς κατὰ φύσιν κινήσεις, ὥστε πῦρ εἶναι ἐν ἐκείνοις καὶ γῆν καὶ τὰ μεταξὺ ὥσπερ ἐνταῦθα· εἰ δὲ τοῦτο, δῆλον, ὅτι τὸ μὲν ἀπὸ τοῦ μέσου πέφυκε φέρεσθαι, τὰ δὲ ἐπὶ τὸ μέσον· ὁμοειδῆ γάρ ἐστι τοῖς ἐνταῦθα, ὡς καὶ τῶν ἐνταῦθα ἑκάστου τὰ μόρια ἀλλήλοις· καὶ μέντοι δύο μόναι κινήσεις ἁπλαῖ κατ’ εὐθεῖάν εἰσιν ἥ τε ἄνω καὶ ἡ κάτω, οὐ μόνον ἐν τούτῳ τῷ κόσμῳ, ἀλλὰ καὶ ὅπου ἂν ᾖ φυσικὴ κίνησις· εἰ οὖν ταῦτα οὕτως, καὶ τῶν ὁμοειδῶν ἐν ἑκάστῳ κόσμῳ τὰ μὲν ἀπὸ τοῦ μέσου φέρεται, τὰ δὲ ἐπὶ τὸ μέσον, ἔστι δὲ καὶ τὰ μέσα καὶ τὰ ἔσχατα τὰ ἐν τοῖς κόσμοις ὁμοειδῆ καὶ οὐχ ὁμώνυμα, δῆλον, ὅτι πέφυκε φέρεσθαι καὶ ἐπὶ τόδε τὸ μέσον τὰ ἐν ἄλλῳ κόσμῳ τῆς γῆς μόρια καὶ πρὸς τόδε τὸ ἔσχατον τὸ ἐκεῖ πῦρ· εἰ δὲ τοῦτο, ἀνάγκη τὴν μὲν γῆν ἀπὸ τοῦ μέσου φέρεσθαι ἄνω, τὸ δὲ πῦρ ἐπὶ τὸ μέσον καὶ κάτω κατὰ φύσιν. εἰ οὖν ταῦτα ἀδύνατα, ἀδύνατος καὶ ἡ ἐξ ἀρχῆς ὑπόθεσις, ᾗ ταῦτα ἠκολούθησε, τὸ πλείονας εἶναι κόσμους.
我对他设定另一宇宙位于这一宇宙之下、而这一宇宙位于其上的天球模型感到惊异。因为规定各个宇宙彼此相对的上下之物究竟会是什么呢?除非我们把位于我们脚下的称为下,把位于头顶之上的称为上;但相对于对跖点的人而言,情况将与我们相反。而且究竟何需让一个处于下方、另一个处于上方呢?因为即便从侧面并列,也会得出相同的结果。但亚历山大正确地补充了这一点:各个物体除了做反乎本性且对立的运动而非按本性的运动之外,还归结出对立的运动——即向上与向下的运动——同时对它们而言是合乎本性的,而这是不可能的;因为已有前提假定:在对立的运动中,若其中之一对某一物体而言是反乎本性的,则另一运动对这同一个物体而言便是合乎本性的;并且每一单纯物体的合乎本性的运动仅有一种。“而且因此,”亚历山大说,“如果彼处的中心与极点对此处的物体而言也是合乎本性的,那么这一宇宙中的物体也将发生迁徙;因为对于在形式上相同的一切事物而言,相同的处所都是其固有的。”因此,如果设定有多个宇宙时,必然归结出对立的运动同时对单纯物体而言是合乎本性的,而这是不可能的,那么这一假定也将是不可能的。因为如果有人说来自另一宇宙的土朝向这一宇宙中的中心运动是出于强力而非合乎本性,那么此人就是说离开这一宇宙的运动对这同一[土]而言是合乎本性的,而这一离开此处的中心[的运动]乃是向上的。而整个论证的综合推论如下:如果有多个宇宙存在,它们在性质上相似且不是同名异义地被称为宇宙,那么它们就必然全都是由在形式上相同、仅在数量上有别的物体构成的;而若是如此,这些物体就拥有相同的潜能与相同合乎本性的运动,从而正如在此处一样,在那些[宇宙]中也存在着火、土以及中间元素;而若是如此,显而易见,一者依其本性运移离开中心,而另一些运移朝向中心;因为它们与此处之物属于同类,正如此处每一类事物的各个部分彼此属于同类一样;况且,沿直线的单纯运动仅有两种,即向上与向下,这不仅在这一宇宙中如此,在凡是有自然运动存在的任何地方皆然;如果这些确实如此,且在各个宇宙中同类的事物有的运移离开中心、有的运移朝向中心,并且各个宇宙中的中心与极点也属于同类而非同名异义,那么显而易见,另一宇宙中的土之各部分也依其本性运移朝向这一个中心,而彼处的火也朝向这一个极点;而若是如此,必然是土离开中心向上运移,而火朝向中心且向下按本性运移。因此,如果这些都是不可能的,那么得出这些归结的最初假定——即存在多个宇宙——也是不可能的。
- 1.79πρὸς τῷ ἕκαστον τὴν παρὰ φύσιν καὶ ἐναντίαν κίνησιν κινεῖσθαι ἢ ὡς κατὰ φύσιν συμβαίνει· καὶ τὸ
介词短语 πρὸς τῷ 连同不定词(κινεῖσθαι)表示“除……之外”。短语 ἢ ὡς κατὰ φύσιν 构成比较结构,意为“而非按本性[运动]”,与前面的 παρὰ φύσιν 形成对照。由 ὅτι 引导的从句主动词为 συμβαίνει,其语法主语是由 καὶ τὸ 引导的带冠词不定词短语(τὸ τὰς ἐναντίας κινήσεις ἅμα κατὰ φύσιν αὐτοῖς εἶναι)。现代排印本在 συμβαίνει 后的句读(中圆点)不构成从句边界,后随的 καὶ τὸ 结构正是 συμβαίνει 的主语。
- 1.79τῶν ἐναντίων εἰ ἡ ἑτέρα παρὰ φύσιν τινὶ σώματι, τὴν ἑτέραν εἶναι κατὰ φύσιν αὐτῷ τούτῳ
τῶν ἐναντίων 为部分属格前置(prolepsis / topicalization)于句首,限定了条件从句 εἰ ἡ ἑτέρα... 的论域(“在对立者之中”)。归结句中的不定词 τὴν ἑτέραν εἶναι... 以及后续的并列句 καὶ ἔτι μίαν ἑκάστῳ... εἶναι κίνησιν,均为受句首的 κεῖται γάρ(“因为已有前提假定……”)所支配的带宾格的不定词结构(A.c.I.)。
- 1.79καί ἐστιν αὕτη ἄνω ἡ ἀπὸ τοῦδε τοῦ μέσου
指示代词 αὕτη 为主语,指代前句的 τὴν ἐκ τοῦδε τοῦ κόσμου κίνησιν(离开该宇宙的运动),ἄνω 为表语(“是向上的”)。后接的短语 ἡ ἀπὸ τοῦδε τοῦ μέσου 则是 αὕτη 的同位语(“即离开此处的中心的运动”)。此句包含语序倒装(hyperbaton),其骨干结构表达一种判定:“而这一离开此处中心的运动本身即是向上的”。
