← 辛普里丘

亚里士多德《论天》注释

§252.1-253.3

亚历山大关于多宇宙中元素运动荒谬性的解释

辛普利丘引用了亚历山大关于多宇宙假说必然导致土向上运移、火向下运移这一荒谬结果的注解,并就“在其固有的宇宙中”这一短语的修饰范围,对比了亚历山大的联合解释与他本人的理解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.79#2

“δῆλον δέ, φησὶν Ἀλέξανδρος, ὅτι πεφύκοι ἂν ἡ πανταχοῦ γῆ καὶ τὸ πανταχοῦ πῦρ φέρεσθαι ἐνταῦθα, ἐκ τοῦ μένειν ἂν αὐτὰ ἐν τούτοις τοῖς τόποις κατὰ φύσιν, εἴ τις ἀπέθετο· οὐ γὰρ δὴ ἐροῦσιν, ὅτι τεθέντα ἐν τούτοις οὐ μενεῖ, καὶ τῶν σωμάτων ὁμοειδῶν ὄντων καὶ τῶν τόπων· ὅπου δὲ μένει τινὰ κατὰ φύσιν, ἐπὶ τοῦτο καὶ κινεῖται κατὰ φύσιν. εἰ οὖν τοῖς πλείους λέγουσι κόσμους ἀκολουθεῖ τὸ πεφυκέναι φέρεσθαι καὶ ἐπὶ τοῦτο τὸ μέσον τὴν ἐν ἄλλῳ κόσμῳ γῆν καὶ τὸ ἐν ἄλλῳ πῦρ ἐπὶ τοῦτο τὸ ἔσχατον, τοῦτο δέ ἐστιν ἀδύνατον, ὡς δείξει, δῆλον, ὅτι ἀδύνατον εἴη καὶ ἐκεῖνο, ᾧ τοῦτο ἠκολούθησεν. εἰ γὰρ οὕτως ἔχει τῶν κόσμων ἡ θέσις, ὡς εἶναι αὐτῶν κατὰ τὰ ἔσχατα τὰς ἁφάς, εἰ μέλλοι ἡ ἀπὸ ἑτέρου γῆ ἐπὶ τὸ τοῦδε τοῦ κόσμου μέσον φέρεσθαι, ἀνάγκη πρῶτον αὐτὴν ἐπὶ τὸ πέριξ ἐκείνου καὶ τὸ ἄνω ἐνεχθεῖσαν οὕτως εἰς τοῦτον μεταβῆναι τὸν κόσμον καὶ ἐπὶ τὸ μέσον αὐτοῦ κατενεχθῆναι καὶ τὸ ἐκεῖ πῦρ μετελθὸν ἐκεῖθεν καὶ γενόμενον ἐν τῷ ἐσχάτῳ οὐρανῷ τοῦ τῇδε κόσμου ἀπ’ αὐτοῦ καταβαίνειν εἰς τὸ ὑπὸ σελήνην· τούτου δὲ συμβαίνοντος ἀνάγκη φέρεσθαι ἄνω μὲν τὴν γῆν ἐν τῷ οἰκείῳ κόσμῳ, τὸ δὲ πῦρ ἐπὶ τὸ μέσον καὶ κάτω ἐν τούτῳ τῷ κόσμῳ, ὁμοίως δὲ καὶ τὴν ἐντεῦθεν γῆν ἐκεῖ φερομένην ἀπὸ τοῦ μέσου φέρεσθαι κατὰ φύσιν τοῦ ἐνταῦθα πρὸς τὸ ἐκεῖ μέσον, ὅπερ ἀδύνατον, γῆν οὖσαν ἀπὸ τοῦ μέσου φέρεσθαι. συμβαίνει δὲ ταῦτα οὕτως διὰ τὸ τοὺς πλείονας κόσμους, εἴπερ εἰσί, κατὰ τὰ ἔσχατα ἐφάπτεσθαι ἀλλήλων ἢ πλησιάζειν ἀλλήλοις.” κἀγὼ μὲν τὴν λέξιν ἐκείνην τὴν λέγουσαν τούτου γὰρ συμβαίνοντος ἀνάγκη φέρεσθαι ἄνω μὲν τὴν γῆν ἐν τῷ οἰκείῳ κόσμῳ, κάτω δὲ τὸ πῦρ οὕτως ἐνόησα, ὡς τῆς μὲν γῆς ἐν τῷ οἰκείῳ κόσμῳ ἄνω φερομένης, τοῦ δὲ πυρὸς κάτω ἐν τῷδε τῷ κόσμῳ· ὁ δὲ Ἀλέξανδρος κατὰ κοινοῦ τὸ ἐν τῷ οἰκείῳ κόσμῳ ἀκούσας1 λέγει, ὅτι καὶ τὸ πῦρ ἐπὶ τὸ μέσον τότε πρῶτον οἰσθήσεται τὸ ἐν τῷ οἰκείῳ κόσμῳ, ἵνα ἐπὶ τὸ ἄνω ἐν τῷδε τῷ κόσμῳ κινηθῇ. “εἰ γὰρ ὑποκείμενός τις, φησίν, εἴη κόσμος τῷδε τῷ κόσμῳ, οὗτος δὲ ὑπὲρ αὐτὸν κείμενος, τὸ πῦρ τὸ καταντικρὺ τῆς ἁφῆς τῶν κόσμων ὂν ἐν τῷ ἑτέρῳ κόσμῳ ἐπέκεινα τῆς ἐκεῖ γῆς, ἵνα ἐπὶ τοῦτο ἔλθῃ τὸ ἐν τῷδε τῷ κόσμῳ ἄνω, δεήσει πρῶτον αὐτὸ κινηθῆναι τὴν τοῦ κόσμου τοῦ ἐν ᾧ ἔστι διάμετρον2 κατὰ φύσιν, εἴ γε ἐπὶ τὸ ἐν τούτῳ ἄνω κινεῖται κατὰ φύσιν ἐπ’ εὐθείας· ἀλλὰ ταύτην κινούμενον καὶ ἐπὶ τὸ μέσον ἀναγκαίως ἀφίξεται τὸ ἐν ἐκείνῳ τῷ κόσμῳ, ὅπερ ἐστὶ κάτω, ὥστε πρῶτον εἰς τὸ κάτω κατὰ φύσιν κινηθήσεται· οὐ γὰρ δὴ τὸ μὲν ἁπτόμενον αὐτοῦ ἢ ἐγγὺς αὐτοῦ ὂν πῦρ κινηθήσεται κατὰ φύσιν ἐπὶ τὸ τοῦδε ἄνω, τὸ δὲ ἐπέκεινα ὂν οὐκέτι· πάντα γὰρ ἐπὶ τὸ αὐτὸ φέρεται κατὰ φύσιν.” ταῦτα ὁ Ἀλέξανδρος ἠναγκάσθη λέγειν κατὰ κοινοῦ τὸ ἐν τῷ οἰκείῳ κόσμῳ ἀκούσας ἐπί τε τῆς γῆς καὶ τοῦ πυρός, οὐκ ἀναγκαίως, ὡς οἶμαι.

“亚历山大说,各处的土与各处的火按其本性都适于运移至此处,这一点从如下事实即可明了:若有人将它们置于这些处所,它们将按本性留居;因为既然物体与处所都属于同类,他们绝不会说放置于这些处所的物体不会留居;而在某物按本性留居之处,它也按本性运移朝向该处。因此,如果对于主张有多个宇宙的人而言,其归结是另一宇宙中的土也按本性运移朝向这一中心,另一宇宙中的火运移朝向这一极点,而正如他将要证明的那样,这是不可能的,那么显而易见,得出这一归结的前提也将是不可能的。因为如果各个宇宙的位置排列是以其极点彼此接触,那么如果来自另一宇宙的土要运移朝向此宇宙的中心,它必然首先被运移至彼宇宙的外周即上方,如此运移之后再跨入此宇宙并向下运移至其中心;而彼处的火从彼处迁移并来到此处宇宙的最外层天球之后,必然从那里下降至月下区域;当此种情况发生时,必然是土在其固有的宇宙中向上运移,而火在此宇宙中朝向中心即向下运移,同样,此处的土运移至彼处时也必然按本性离开此处的中心运移朝向彼处的中心,而这是不可能的——即作为土却离开中心运移。这些事情之所以如此发生,是因为多个宇宙如果确实存在,乃是在极点处彼此相接或彼此邻近的。”至于我本人,对“因为当此种情况发生时,必然是土在其固有的宇宙中向上运移,而火向下运移”这一文句的理解是:土在其固有的宇宙中向上运移,而火在此宇宙中向下运移。然而亚历山大将“在其固有的宇宙中”理解为共同修饰两项,因而说火届时也将首先运移朝向其固有宇宙中的中心,以便向着此宇宙中的上方运动。“因为,他说,如果某一宇宙位于此宇宙之下,而此宇宙位于其上,那么在另一宇宙中位于两宇宙接触点正相对方向、处于彼处土之外侧的火,为了来到此宇宙中的这一上方,如果它确实按本性沿直线向着此宇宙中的上方运动,就必须首先按本性沿着它所在的那个宇宙的直径运动;但沿着这一[直径]运动,它必然也会到达彼宇宙中的中心,而中心即是下方,从而它首先将按本性向下方运动;因为绝不能说接触于它或邻近于它的火按本性朝向此处的上方运动,而处于更远处的火却不再如此;因为一切都按本性运移朝向同一处。”亚历山大之所以被迫说出这些话,乃是因为他将“在其固有的宇宙中”理解为对土和火共同有效,但在我看来,这是没有必要的。

语法注2 条
  1. 1.79κατὰ κοινοῦ τὸ ἐν τῷ οἰκείῳ κόσμῳ ἀκούσας

    分词 ἀκούσας 在此处具有注释学专门用法,意为“领会、解释(文句结构)”;κατὰ κοινοῦ(共同地)表示将介词短语 ἐν τῷ οἰκείῳ κόσμῳ 理解为同时修饰并列的两项(土与火)。

  2. 1.79κινηθῆναι τὴν τοῦ κόσμου τοῦ ἐν ᾧ ἔστι διάμετρον

    宾格短语 τὴν ... διάμετρον 由运动动词 κινηθῆναι 支配,作表示穿过空间范围的宾格(同源宾格或广度宾格),意即沿着宇宙直径的全长穿行。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:252.1-253.3