← 辛普里丘

亚里士多德《论天》注释

§250.15-251.36

多重宇宙中物体的同种性与运动荒谬性

辛普里修注视亚里士多德文本(276a30),反驳了亚历山大将其视为前述前提之补充的观点,指出这可能是引向另一荒谬结果的独立论证。随后他阐明,若有多个宇宙存在,构成它们的物体及单纯运动在各处必须属于同一形式,从而必然导致各个宇宙中的元素部分都会倾向于运移朝向其他宇宙的中心或极点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.79#1

" Ἔτι ἀνάγκη πάντας ἐκ τῶν αὐτῶν ἕως τοῦ διὰ τὸ τοὺς κόσμους οὕτω κεῖσθαι πρὸς ἀλλήλους." Ὁ μὲν Ἀλέξανδρος προσλαμβάνεσθαι ταῦτα τοῖς προειρημένοις φησὶ καὶ προστίθεσθαι τὸ δεῖν, εἰ πλείους εἰσὶν οἱ κόσμοι, ἐκ τῶν αὐτῶν κατ’ εἶδος αὐτοὺς εἶναι σωμάτων. μήποτε δὲ ἄλλο τὸ ἐπιχείρημα τοῦτό ἐστιν, ὡς δηλοῖ καὶ τὸ προσκείμενον, καὶ εἰς ἄλλο ἄτοπον ἀπάγον τὸ ἄνω μὲν τὴν γῆν φέρεσθαι, τὸ δὲ πῦρ ἐπὶ τὸ μέσον,1 ὅπερ ποιεῖ μηκέτι γῆν εἶναι μηδὲ πῦρ. πρῶτον δὲ δείκνυσιν ἀκολουθοῦν τῷ πλείονας λέγοντι κόσμους τὸ ἐκ τῶν αὐτῶν τῷ εἴδει σωμάτων εἶναι μόνῳ τῷ ἀριθμῷ διαφερόντων,2 πυρὸς καὶ γῆς καὶ τῶν μεταξὺ τὰς αὐτὰς δυνάμεις ἐχόντων, θερμότητα μὲν καὶ κουφότητα ἔχοντος τοῦ πανταχοῦ πυρός, ψῦξιν δὲ καὶ βαρύτητα τῆς γῆς. δείκνυσι δὲ αὐτὸ οὕτως· οἱ πλείους λέγοντες κόσμους ὁμοίους αὐτοὺς εἶναι λέγουσιν ἀλλήλοις, ὡς τῷ εἴδει μὲν τοὺς αὐτοὺς ὄντας, ἀριθμῷ δὲ μόνῳ διαφέροντας· εἰ οὖν ὅμοιοι τὴν φύσιν, ἐκ τῶν αὐτῶν εἰσι σωμάτων τῷ εἴδει τὴν αὐτὴν δύναμιν ἐχόντων, οἷον ἐκ πυρὸς καὶ γῆς καὶ τῶν μεταξὺ καὶ τοῦ κυκλοφορητικοῦ σώματος· κόσμος γὰρ τὸ ἐκ τούτων συνεστὼς νομίζεται. εἰ δὲ ὁμώνυμα τὰ ἐνθάδε τοῖς ἐν ἄλλῳ κόσμῳ λέγει τις, ἀλλὰ μὴ συνώνυμα καὶ τοῦ αὐτοῦ εἴδους, ἀνάγκη καὶ τὰ ἐξ αὐτῶν συνιστάμενα οὐκέτι ὁμοειδῆ εἶναι, ὡς ὑπετέθη, ἀλλ’ ὁμωνύμως λέγεσθαι κόσμους. εἰ οὖν ὁμοειδεῖς ὑποτίθενται, καὶ τὰ ἐξ ὧν συνεστήκασιν ὁμοειδῆ ἀνάγκη εἶναι· εἰ δὲ ὁμώνυμοι οἱ κόσμοι, περὶ τῆς ἑκάστου φύσεως χρὴ διδάσκειν. ταῦτα οὖν δείξας, ἀκόλουθον ἐπάγει τῷ ὁμοειδῆ τοῖς ἐνταῦθα εἶναι τὸ τὸ μὲν ἀπὸ τοῦ μέσου φέρεσθαι, τὸ δὲ ἐπὶ τὸ μέσον καὶ ἐν ἐκείνοις τοῖς κόσμοις, εἴπερ πῦρ ἐστι καὶ ἐκεῖ καὶ γῆ, καὶ πᾶν πῦρ ὁμοειδές ἐστι παντὶ πυρὶ καὶ τῶν ἄλλων ἕκαστον οὕτως, ὥσπερ καὶ τὰ ἐν τούτῳ τῷ κόσμῳ μόρια τοῦ πυρὸς ὁμοειδῆ ἐστιν ἀλλήλοις καὶ τὰ τῆς γῆς ὁμοίως καὶ τῶν ἄλλων. οὕτως μὲν ἐκ τοῦ ὁμοειδῆ εἶναι τὰ ἐν τοῖς ἄλλοις κόσμοις τοῖς ἐν τῷδε ἔδειξεν, ὅτι τὸ μὲν ἀπὸ τοῦ μέσου κινεῖται καὶ ἐν ἐκείνοις τὸ πῦρ, τὸ δὲ ἐπὶ τὸ μέσον ἡ γῆ. δείκνυσι δὲ τὸ αὐτὸ καὶ ἀπὸ τῶν περὶ τὰς κινήσεις ὑποθέσεων τῶν ἐν ἀρχῇ τοῦ βιβλίου προληφθεισῶν, ἃς ὑποθέσεις μὲν ὡς πρὸς τὰ ἀπ’ αὐτῶν δεικνύμενα καλεῖ, ἐπεὶ δέδεικταί γε ἐν ἐκείνοις, ὅτι ἀνάγκη πᾶσαν εἶναι τὴν ἁπλῆν φορὰν τὴν μὲν ἀπὸ τοῦ μέσου, τὴν δὲ ἐπὶ τὸ μέσον, τὴν δὲ περὶ τὸ μέσον, εἴπερ καὶ γραμμαί, καθ’ ἃς ἡ κίνησις γίνεται, δύο εἰσὶν ἁπλαῖ ἥ τε εὐθεῖα καὶ ἡ κύκλῳ. δέδεικται οὖν, ὅτι ὡρισμέναι εἰσὶν αἱ ἁπλαῖ κινήσεις· τοῦτο γὰρ σημαίνει τὸ πεπερασμέναι· καὶ ὅτι δύο αἱ ἐπ’ εὐθείας κινήσεις, καὶ ὅτι τῶν στοιχείων ἕκαστον κατ’ αὐτὰς εἰδοποιεῖται. εἰ οὖν αὗται μόναι εἰσὶν ἁπλαῖ κινήσεις, οὐκ ἐνταῦθα μόνον, ἀλλά, κἂν πλείονες εἶεν κόσμοι, καὶ ἐν τοῖς ἄλλοις, ταῖς δὲ κινήσεσιν ὁρίζεται τὰ στοιχεῖα, δῆλον, ὅτι καὶ τὰ στοιχεῖα καὶ σώματα τὰ αὐτὰ ἂν εἴη πανταχοῦ. Λέγει δὲ ὁ Ἀλέξανδρος, ὅτι δύναται τὸ αἵ τε γὰρ κινήσεις πεπερασμέναι μὴ μόνον λέγειν πεπερασμένας τὰς κινήσεις τῷ πλήθει, ἀλλὰ καὶ τῷ ἑκάστην πέρας τι ἔχειν καὶ μὴ ἐπ’ ἄπειρον γίνεσθαι·3 τὸ γὰρ ἀδύνατον γενέσθαι οὐ γίνεται. ἐπιστῆσαι δὲ χρή, ὅτι πρῶτον μὲν οὐδὲν ἂν εἴη πρὸς τὸ νῦν προκείμενον τὸ μὴ ἐπ’ ἄπειρον γίνεσθαι, ἔπειτα οὐδὲ ἀληθὲς ἐπὶ τῆς κυκλοφορίας· αὕτη γὰρ ἐπ’ ἄπειρον μὲν πρόεισιν, ἀεὶ δὲ οὐ μόνον γίνεται, ἀλλὰ καὶ γέγονε. Δείξας δέ, ὅτι ὁμοειδῆ ἀλλήλοις ἔσται τὰ ἐν πᾶσι τοῖς κόσμοις σώματα, κἂν πλείους εἶεν κόσμοι, ἐπάγει τὸ τούτῳ ἑπόμενον ἐξ ἀνάγκης· τοῦτο δέ ἐστι τὸ πεφυκέναι φέρεσθαι καὶ ἐπὶ τὸ τοῦδε τοῦ κόσμου μέσον τὰ ἐν τοῖς ἄλλοις κόσμοις τῆς γῆς μόρια καὶ τὰ ἐνταῦθα δηλονότι ἐπὶ τὰ τῶν ἄλλων μέσα, ὁμοίως δὲ καὶ τὸ πανταχοῦ πῦρ πρὸς πᾶν τὸ ἔσχατον· τὰ γὰρ ὁμοειδῆ σώματα πάντα ἐπὶ τὸ αὐτὸ φέρεται· ὅπου γὰρ μία βῶλος, ἐκεῖ καὶ πᾶσα ἡ γῆ· ἔστι δὲ ὁμοειδῆ καὶ τὰ μέσα ἀλλήλοις καὶ τὰ ἔσχατα.

“此外,所有[宇宙]必然由相同者[构成]”直至“由于各个宇宙彼此之间如此相对处于一定位置”。 亚历山大说,这些内容是对前述前提的进一步补充,并且添加了这一必要之点:如果有多个宇宙,它们必须由形式上相同的物体构成。然而,正如附加的措辞所表明的那样,这一论证或许是另一条论证,并且归结到另一荒谬结果:即土向上运移,而火运移朝向中心,而这使得它们不再是土也不再是火。首先,他表明对于主张有多个宇宙的人而言,必然得出它们由形式上相同、仅在数量上相异的物体构成,即由具有相同能力的火、土及其中间物构成,各处的火都具有热与轻,土具有冷与重。他这样来证明这一点:主张有多个宇宙的人说它们彼此相似,意即它们在形式上相同,而仅在数量上相异;因此,如果它们在本性上相似,它们就是由形式上相同且具有相同能力的物体构成的,例如由火、土、中间物以及作圆周运动的物体构成;因为由这些构成的整体被认为是宇宙。但如果有人说,此处的诸物与另一宇宙中的诸物是同名异义的,而不是同义且属于同一形式的,那么由它们构成的整体也必然不再如预设的那样属于同一种类,而是同名异义地被称为宇宙。因此,如果预设它们属于同一种类,那么构成它们的事物也必然属于同一种类;反之,如果各个宇宙是同名异义的,就必须对各自的本性加以阐释。因此,在证明了这些之后,作为与此处之物属于同类这一点的必然归结,他得出在那些宇宙中也是一者离开中心运移,另一者朝向中心运移,如果彼处也确实存在火与土,且一切火与一切火形式相同,其他各个元素亦是如此,正如在此宇宙中火的各部分彼此形式相同,土与其余各元素的部分亦同样如此。就这样,从其他宇宙中的事物与此宇宙中的事物属于同类出发,他证明了在那些宇宙中火也是离开中心运动,而土朝向中心运动。他又从本书开头预先设定的关于运动的前提中证明了同一结论;他之所以称这些为前提,是相对于从它们出发所证明的事项而言的,既然在那些篇章中已经证明了:一切单纯的运移必然要么离开中心,要么朝向中心,要么围绕中心,如果运动所沿着的线确实也只有两种单纯的线,即直线与圆周。因此已经证明,单纯运动是确定的——因为“有限的”就是这个意思——并且直线运动有两种,各个元素都根据这些运动而被赋予特定的形式。因此,如果只有这些是单纯运动,不仅在此处如此,而且即使有多个宇宙,在其他宇宙中也是如此,并且诸元素是由运动所限定的,那么显而易见,诸元素即诸物体在各处都应当是相同的。亚历山大说,“因为诸运动是有限的”这句话不仅可以指诸运动在数量上是有限的,也可以指每一运动都有某种终点而不会无休止地进行到无限;因为不可能生成的事物是不会生成的。但应当注意到,首先,不进行到无限与当前提出的论题毫不相干,其次,对于圆周运动而言这甚至不是真的;因为圆周运动确实进行到无限,但它始终不仅正在生成,而且已经生成。在证明了即使有多个宇宙,所有宇宙中的物体也将彼此属于同一种类之后,他得出了必然伴随此点的归结:即其他宇宙中土的部分也具有朝向此宇宙中心运移的自然本性,而此处的土显然也具有朝向其他宇宙中心运移的自然本性,同样,各处的火也朝向每一个极点运移;因为所有同类的物体都运移朝向同一处;因为哪里有一块泥土,哪里就有一切土;而诸中心彼此同类,诸极点亦彼此同类。

语法注3 条
  1. 1.79μήποτε δὲ ἄλλο τὸ ἐπιχείρημα τοῦτό ἐστιν, ὡς δηλοῖ καὶ τὸ προσκείμενον, καὶ εἰς ἄλλο ἄτοπον ἀπάγον τὸ ἄνω μὲν τὴν γῆν φέρεσθαι, τὸ δὲ πῦρ ἐπὶ τὸ μέσον

    μήποτε 引出谨慎的推测(“或许……吧”)。现在分词 ἀπάγον 通过 καί 与主句的谓语部分并列(实际上充当第二表语,或修饰主语 τὸ ἐπιχείρημα τοῦτο 并省略了 ὄν)。带冠词的不定词短语 τὸ ἄνω μὲν τὴν γῆν φέρεσθαι... 与介词短语 εἰς ἄλλο ἄτοπον 构成同位语,具体指明该荒谬结果的内容。

  2. 1.79πρῶτον δὲ δείκνυσιν ἀκολουθοῦν τῷ πλείονας λέγοντι κόσμους τὸ ἐκ τῶν αὐτῶν τῷ εἴδει σωμάτων εἶναι μόνῳ τῷ ἀριθμῷ διαφερόντων

    主动词 δείκνυσιν 的直接宾语是带冠词的不定词短语 τὸ ... εἶναι,而中性单数分词 ἀκολουθοῦν 作其表语补足语(“他表明:由……构成乃是伴随着……而来的”)。τῷ πλείονας λέγοντι κόσμους 是与格分词,作 ἀκολουθοῦν 的补足成分。属格分词短语 μόνῳ τῷ ἀριθμῷ διαφερόντων 与 ἐκ τῶν αὐτῶν ... σωμάτων 中的 σωμάτων 保持一致。

  3. 1.79μὴ μόνον λέγειν πεπερασμένας τὰς κινήσεις τῷ πλήθει, ἀλλὰ καὶ τῷ ἑκάστην πέρας τι ἔχειν καὶ μὴ ἐπ’ ἄπειρον γίνεσθαι

    形成对照的 τῷ πλήθει 与 τῷ ἑκάστην πέρας τι ἔχειν 均为表示方面或原因的与格。在后者中,带冠词的与格 τῷ 将整个不定词短语 ἑκάστην πέρας τι ἔχειν 名词化,ἑκάστην 则是该不定词 ἔχειν 的逻辑主语(宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:250.15-251.36