- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:249.1-250.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解《论天》276a27的词句,首先介绍了亚历山大关于另一宇宙之土的运动的亚里士多德论证的阐释,随后提出了自己的解读,指出亚里士多德所归谬的核心在于单纯物体的出于本性的运动将变成两个。
" Ἐπὶ δὴ τὸ μέσον τὸ ἐνταῦθα ἕως τοῦ μία γὰρ ἡ κατὰ φύσιν." Χρώμενος τοῖς προληφθεῖσι τοιοῦτόν τι κατὰ τὸν Ἀλέξανδρον ἐπάγει· “ἡ γὰρ γῆ ἔξω τοῦδε τοῦ κόσμου οὖσα, εἰ μὲν ἐπὶ τὸ μέσον τοῦδε τοῦ κόσμου φέρεται βίᾳ καὶ παρὰ φύσιν, ἐντεῦθεν ἐκεῖ κινηθήσεται κατὰ φύσιν· κεῖται γὰρ τὴν ἐναντίαν τῆς παρὰ φύσιν κατὰ φύσιν εἶναι,1 ἐναντία δὲ ἡ ἀπὸ τοῦ μέσου τοῦ κόσμου τοῦδε τῇ ἐπὶ τὸ μέσον· οὕτως δὲ εἴη ἂν αὐτῇ ἡ ἄνω κατὰ φύσιν· ἄνω γὰρ ἀπὸ τοῦ μέσου. ἀλλὰ καὶ εἰ μένει ἡ ἔξω τοῦδε τοῦ κόσμου γῆ ἐν τῷ τοῦδε τοῦ κόσμου μέσῳ κατὰ φύσιν καὶ μὴ βίᾳ, καὶ οἰσθήσεται ἐπὶ τὸ μέσον τοῦτο κατὰ φύσιν· κεῖται γὰρ καὶ τοῦτο, ἐν ᾧ τι μένει μὴ βίᾳ, ἐπὶ τοῦτο καὶ φέρεσθαι. ταῦτα θείς, φησί, προσέθηκε τὸ μία δὲ ἡ κατὰ φύσιν ἐνδεικνύμενος, ὅτι, εἰ ἐπὶ τοῦτο κατὰ φύσιν φέρεται, ἐπ’ οὐδὲν ἄλλο κατὰ φύσιν κινηθήσεται. ταῦτα θείς, φησί, προσλαμβάνει τούτοις τὸ δεῖν, εἰ πλείους εἶεν κόσμοι, ἐξ ὁμοειδῶν αὐτοὺς σωμάτων ἀλλήλοις εἶναι.” Ταῦτα ὁ Ἀλέξανδρος αὐτοῖς ῥήμασιν ἔγραψε τὴν λέξιν ἐξηγούμενος ταύτην. καί μοι δοκεῖ δύο νομίζειν ἄτοπα ἐπάγεσθαι τῷ λόγῳ, ἓν μέν, εἰ ἡ ἐκεῖθεν γῆ κατὰ φύσιν ἐντεῦθεν ἐκεῖ κινεῖται, τὴν ἐπὶ τὸ ἄνω κίνησιν κατὰ φύσιν αὐτῇ εἶναι γῇ οὔσῃ, ἕτερον δέ, εἰ ἐπὶ τὸ κατὰ φύσιν φέρεται, ὅτι ἐπ’ οὐδὲν ἄλλο κατὰ φύσιν κινηθήσεται. μήποτε δὲ οὔτε τὸ “μία ἡ κατὰ φύσιν” διὰ τοῦτο προσέθηκεν ὁ Ἀριστοτέλης· μία γὰρ ἡ ἐπὶ τὸ μέσον, κἂν ἐπὶ τὸ τοῦδε τοῦ κόσμου μέσον κἂν ἐπ’ ἄλλου, ὁμοειδῶν ὄντων καὶ συνεστηκότων ἐκ σωμάτων τὰς αὐτὰς δυνάμεις ἐχόντων, ὡς αὐτὸς ἐρεῖ προελθών· οὔτε δὲ εἰς ἄτοπον, ὡς οἶμαι, τοῦτο ἀπάγει τὸν λόγον τὸ τὴν ἐπὶ τὸ ἄνω κίνησιν κατὰ φύσιν ἔσεσθαι τῇ γῇ· τοῦτο γὰρ ἐν τῷ ἑξῆς ἐπιχειρήματι ἐπάγει, ὅταν λέγῃ “τούτου γὰρ συμβαίνοντος ἀνάγκη φέρεσθαι ἄνω μὲν τὴν γῆν ἐν τῷ οἰκείῳ κόσμῳ, τὸ δὲ πῦρ ἐπὶ τὸ μέσον.” ἀλλ’ εἴ τι χρὴ τῇ ἐμῇ μαντείᾳ προσέχειν τὸν νοῦν, ὑποθέμενος ὁ Ἀριστοτέλης τοῦτο, ὅπερ ἐφεξῆς δείξει, τὸ εἰ πλείους εἰσὶ κόσμοι ὁμοίους τε ἀλλήλοις εἶναι καὶ ἐκ τῶν αὐτῶν συνεστῶτας σωμάτων, εἰς ἄτοπον ἀπάγει τὸν λόγον τὸ μὴ μίαν ἑκάστου τῶν ἁπλῶν κίνησιν ἔσεσθαι, ἀλλὰ δύο·2 ἡ γὰρ ἐξ ἄλλου κόσμου γῆ ὁμοειδὴς οὖσα τῇ ἐνταῦθα καὶ τὴν αὐτὴν ἔχουσα ῥοπήν, ὅπερ δείξει μετ’ ὀλίγον, εἰ φέροιτο ἐπὶ τὸ τοῦδε τοῦ κόσμου μέσον, ἢ βίᾳ φέρεται καὶ παρὰ φύσιν· καὶ δῆλον, ὅτι ἐπὶ τὸ τοῦ ἑτέρου κόσμου μέσον κατὰ φύσιν οἰσθήσεται· κεῖται γὰρ τὸ τὴν ἐναντίαν τῇ παρὰ φύσιν κατὰ φύσιν εἶναι· ἔσονται οὖν ἐκείνῃ τῇ γῇ δύο κατὰ φύσιν κινήσεις καὶ ἀλλήλαις ἐναντίαι ἥ τε ἀπὸ τοῦ μέσου τοῦδε καὶ ἡ ἐπὶ τὸ μέσον ἐκείνου. εἰ δὲ μὴ κατὰ φύσιν ἐστὶ τῇ ἐκεῖθεν γῇ ἡ ἐκεῖ φορά, ἀλλὰ τὸ μένειν ἐνταῦθα, τοῦτο κατὰ φύσιν ἐστὶν αὐτῇ· ᾧ γὰρ τὸ φέρεσθαι ἐντεῦθεν ἐκεῖ παρὰ φύσιν ἐστί, τούτῳ τὸ μένειν ἐνταῦθα κατὰ φύσιν ἐστίν·3 ἐν ᾧ δὲ μένει τι κατὰ φύσιν, εἰς τοῦτο καὶ φέρεται κατὰ φύσιν· καὶ τοῦτο γὰρ προηξίωται· πάλιν οὖν τὸ κατὰ φύσιν ἐνταῦθα φερόμενον δύο κινήσεις ἔχει κατὰ φύσιν τήν τε ἀπὸ τοῦ μέσου καὶ τὴν ἐπὶ τὸ μέσον τοῦ τε ἐκεῖ καὶ τοῦ ἐνταῦθα, ὅπερ ἄτοπον. ἀλλὰ τοῦτο μὲν παρέλιπε, τὴν δὲ αἰτίαν ἐπήγαγε τοῦ ἀτόπου εἰπὼν “μία γὰρ ἡ κατὰ φύσιν”, ὡς δηλοῖ καὶ ὁ γάρ αἰτιολογικὸς σύνδεσμος.
“确实,朝向此处的中心”直至“因为出于本性的[运动]只有一个”。 运用预先设定的前提,按照亚历山大的说法,他得出了这样一种推论:“因为处于该宇宙之外的土,如果一方面出于强力且违反本性地运移朝向该宇宙的中心,那么它将出于本性从此处向彼处运动;因为已经设定,与违反本性者相反的运动是出于本性的,而从该宇宙中心出发的[运动]与朝向中心的[运动]是相反的;这样一来,向上的[运动]对它而言将是出于本性的;因为向上就是离开中心。然而另一方面,如果处于该宇宙之外的土出于本性而非出于强力在该宇宙的中心静止,那么它也将出于本性运移朝向该中心;因为这也已被设定:某物非出于强力在何处静止,它也运移朝向何处。在设定了这些之后,”他说,“他添加了‘但出于本性的[运动]只有一个’,以表明:如果它出于本性运移朝向这一个,它就不会出于本性向任何其他地方运动。在设定了这些之后,”他说,“他又在这些之上进一步假设了这一必要之点:如果有多个宇宙,它们必须由彼此同类的物体构成。” 亚历山大在解释这段文句时就是用这些原话写下的。但在我看来,他似乎认为论证中引出了两个荒谬结果:其一是,如果来自那里的土出于本性从此处向彼处运动,那么向上的运动对身为土的它而言将是出于本性的;其二是,如果它朝向出于本性之处运移,它就不会出于本性向任何其他地方运动。然而,亚里士多德或许并不是因为这个缘故才添加“出于本性的[运动]只有一个”的;因为朝向中心的运动是单一的,无论它是朝向该宇宙的中心还是朝向另一宇宙的中心,既然正如他自己在后文将要说的,它们是同类的并且由具有相同能力的物体所构成;而且在我看来,他也并未将论证归谬于此——即向上运动对土而言将是出于本性的;因为当他说“因为如果发生这种情况,土必然在所属的宇宙中向上运移,而火运移朝向中心”时,这一结果是他在接下来的论证中才引出的。 但是,如果我的推测值得予以重视的话,亚里士多德在假定了他在接下来将要证明的这一点之后——即如果有多个宇宙,它们彼此相似且由相同的物体构成——乃是将论证归结到这样一个荒谬:每一个单纯物体的运动将不是一个,而是两个。因为来自另一宇宙的土既然与此处的土同类且具有相同的倾向——这一点他片刻之后便会证明——如果它被运移朝向该宇宙的中心,要么是出于强力且违反本性地被运移;显然它将出于本性运移朝向另一宇宙的中心;因为已经设定,与违反本性者相反的运动是出于本性的;因此对于那一块土而言,将存在两个出于本性且彼此相反的运动,即离开此处的中心和朝向彼处的中心。反之,如果对于来自那里的土而言,向彼处的运移并非出于本性,而是在此处静止,那么这对于它而言是出于本性的;因为凡从此处运移向彼处是违反本性的事物,对于它而言在此处静止便是出于本性的;而在某物出于本性静止之处,它也出于本性运移朝向该处;因为这也已被预先设定为公理;因此,出于本性在此处运移之物,又将具有两个出于本性的运动,即属于彼处者与属于此处者的、离开中心与朝向中心的[运动],而这是荒谬的。但他省略了这一点[荒谬结果本身],而通过说“因为出于本性的[运动]只有一个”引出了荒谬的原因,正如表示原因的连接词“因为”所表明的那样。
- 1.78τὸ δεῖν, εἰ πλείους εἶεν κόσμοι, ἐξ ὁμοειδῶν αὐτοὺς σωμάτων ἀλλήλοις εἶναι
带冠词不定式 τὸ δεῖν 作动词 προσλαμβάνει 的直接宾语。无人称动词 δεῖ 的不定式 δεῖν 支配宾格主语 αὐτούς 与不定式 εἶναι 构成的“宾格加不定式”结构(“它们必须……”),其内部嵌入了条件从句 εἰ πλείους εἶεν κόσμοι。
- 1.78εἰς ἄτοπον ἀπάγει τὸν λόγον τὸ μὴ μίαν ἑκάστου τῶν ἁπλῶν κίνησιν ἔσεσθαι, ἀλλὰ δύο
带定冠词的宾格不定式从句 τὸ ... ἔσεσθαι 与介词短语 εἰς ἄτοπον(“归于荒谬”)构成同位语关系,具体阐明了荒谬的内容:“他将论证归结为一个荒谬,即每一个单纯物体的运动将不是一个,而是两个”。
- 1.78ᾧ γὰρ τὸ φέρεσθαι ἐντεῦθεν ἐκεῖ παρὰ φύσιν ἐστί, τούτῳ τὸ μένειν ἐνταῦθα κατὰ φύσιν ἐστίν
与格关系代词 ᾧ 与之后相呼应的与格指示代词 τούτῳ 均与述语动词 ἐστί 连用,作关涉/利益与格(“对……而言”)。由 ᾧ 引导的关系从句限定了由 τούτῳ 引导的主句所适用的主体。
