- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:24.4-25.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘记述了亚历山大对瑟纳尔库斯关于中间元素具有两种本性运动这一反驳的化解,继而针对瑟纳尔库斯基于旋转运动不等速性以及在自然学中引入几何线条的指责,从运动单元的界定与数学援用方式的角度进行了反驳。
ἑκάτερον γὰρ τῶν ἐν μέσῳ δύο τὰς κατὰ φύσιν ἔχει κινήσεις· τό τε γὰρ ὕδωρ ἐκ μὲν γῆς ἄνω φέρεται κατὰ φύσιν, ἐκ δὲ πυρὸς καὶ ἀέρος εἰς τοὐναντίον, ὅ τε ἀὴρ κάτω μὲν ἐκ τοῦ πυρός, ἄνω δὲ ἐκ τοῦ ὕδατος.” ἀλλ’ ὅτι μὲν προϋπεθέμεθα, μίαν εἶναι τῶν ἁπλῶν κατὰ φύσιν κίνησιν, δῆλον, τοῦ Ἀριστοτέλους εἰπόντος “βίᾳ μὲν γὰρ ἐνδέχεται τὴν ἄλλου καὶ ἑτέρου· κατὰ φύσιν δὲ ἀδύνατον, εἴπερ μία ἑκάστου κίνησις ἡ κατὰ φύσιν τῶν ἁπλῶν”. ὅτι δὲ τὰ μέσα στοιχεῖα οὐχὶ δύο κινήσεων ἀρχὰς ἔχει καθ’ αὑτά, ἐντεῦθεν δῆλον· κοῦφος μέν ἐστιν ὁ ἀήρ, ἔλαττον δὲ ἢ τὸ πῦρ, καὶ τὸ ὕδωρ βαρύ, ἔλαττον δὲ ἤπερ ἡ γῆ· ἡ δὲ ἐπὶ τὸ κάτω τῷ ἀέρι καὶ ἐπὶ τὸ ἄνω τῷ ὕδατι βίᾳ καὶ οὐ κατὰ φύσιν ὑπάρχουσι, τὸ δὲ μᾶλλον καὶ ἧττον οὐκ ἀμείβει τὰ εἴδη. εἰ δέ τις βούλοιτο μίξει τοῦ ἐναντίου τὸ μὲν ἧττον εἶναι κοῦφον, τὸ δὲ ἧττον βαρύ, ἐρεῖ ταῦτα μὴ εἶναι κυρίως ἁπλᾶ, ὅπερ καὶ τῷ Ἀριστοτέλει δοκεῖ, ἀλλὰ κινεῖσθαι μὲν ὡς ἐπίπαν κατὰ τὸ ἐπικρατοῦν, ἐνίοτε δὲ καὶ ἐπαμφοτερίζειν. τὸ γὰρ ἁπλοῦν σῶμα τοῦ μὴ ἁπλοῦ τούτῳ χωρίζεται τῷ μιᾶς φύσεως ἀρχὴν ἔχειν, καὶ διὰ τοῦτο ἴσως ὁ Ἀριστοτέλης ὡς περὶ δυεῖν διαλέγεται τῶν ἁπλῶν τὰ πολλά. ταύτας μὲν οὖν τὰς ἐνστάσεις τοῦ Ξενάρχου ἐν τούτοις τίθησίν τε καὶ διαλύει ὁ Ἀλέξανδρος. λέγει δὲ καὶ ἄλλην ὁ Ξέναρχος τοιαύτην· “τὴν κύκλῳ κίνησιν ἀδύνατον ἁπλοῦ σώματος εἶναι κατὰ φύσιν, εἴπερ ἐν μὲν τοῖς ἁπλοῖς σώμασιν ὁμοιομερέσιν οὖσιν ἰσοταχῆ πάντα τὰ μόριά ἐστιν· ἐν δὲ τῷ κύκλῳ τὰ πρὸς τῷ κέντρῳ ἀεὶ βραδύτερα τῶν πρὸς τῇ περιφερείᾳ ἐστίν, εἴπερ ἐν τῷ αὐτῷ χρόνῳ ἐλάττονα κινοῦνται διάστασιν· ἀλλὰ καὶ ἐν σφαίρᾳ οἱ περὶ τοὺς πόλους κύκλοι βραδύτερον κινοῦνται τῶν πόρρωθεν καὶ τάχιστα πάντων ὁ μέγιστος τῶν παραλλήλων”. ῥητέον δὲ καὶ πρὸς ταύτην, οἶμαι, τὴν ἀπορίαν, ὅτι ὁ μὲν Ἀριστοτέλης τὴν κύκλῳ κίνησιν ἁπλῆν εἶπεν τὴν κατὰ γραμμὴν κυκλικὴν γινομένην μίαν ἑνός· ὁ δὲ ἀπορῶν λόγος πολλοὺς ἐν σφαίρᾳ κύκλους ἀνισοταχεῖς λαβὼν καὶ πάλιν ἐν ἐπιπέδῳ κύκλῳ τοὺς μὲν πρὸς τῷ κέντρῳ, τοὺς δὲ πρὸς τῇ περιφερείᾳ, ὡς μίαν τὴν ἐκ πάντων κίνησιν σύνθετον πειρᾶται δεικνύναι καὶ οὐχ ἁπλῆν· ἐπεί, ὅτι γε ἡ καθ’ ἕκαστον κύκλον τῶν ἐν τῇ σφαίρᾳ κίνησις ἁπλῆ ἐστι καὶ ἡ καθ’ ἕκαστον τῶν ἐν τῷ κυκλικῷ ἐπιπέδῳ, οὐκ ἀνῄρηκεν· καὶ γὰρ ὁμοίως ἁπλῆ ἥ τε κατὰ τὸν ἀεὶ φανερὸν κύκλον γινομένη κίνησις καὶ ἡ κατὰ τὸν ἰσημερινόν, κἂν ἡ μὲν βραδυτάτη ἐστίν, ἡ δὲ ταχίστη, καὶ τῶν ἐν τοῖς ἐπιπέδοις τῶν κύκλων τούτων γραφομένων κύκλων ἑκάστου ὁμοίως ἁπλῆ ἡ κίνησις καὶ ἁπλοῦ σώματός ἐστι τοῦ κατ’ ἐκεῖνο τὸ μέρος· οὐδὲ γὰρ εἶπεν Ἀριστοτέλης, ὅτι αἱ πολλαὶ κυκλικαὶ κινήσεις ἁπλῆ μία κίνησίς ἐστιν ἢ ἁπλοῦ σώματος, ἀλλ’ ὅτι ἡ ἁπλῆ κίνησις, ἥτις καὶ μία, πάντως ἐστὶν ἁπλοῦ σώματος, καὶ τοῦ ἁπλοῦ καὶ ἑνὸς σώματος ἁπλῆ καὶ μία ἡ κίνησις· ὥστε καὶ τῷ ὅλῳ οὐρανῷ ὡς ἑνὶ ἀδιαιρέτῳ ἐφαρμόττειν τὸν λόγον, κἂν εἰς μέρη τις αὐτὸν διέλῃ, καὶ ἑκάστῳ ἐφαρμόττειν· μόνον ὡς περὶ μιᾶς κινήσεως καθ’ ἕνα κύκλον γινομένης ληπτέον τὴν ὑπόθεσιν. τελευταῖον δὲ ἐν τούτοις μέμφεται Ξέναρχος, ὅτι περὶ φυσικῶν διδάσκοντες μαθηματικὰς τὰς ἀποδείξεις ποιούμεθα γραμμῶν εἴδεσι προσκεχρημένοι, ὅταν τὰς αἰτίας τῶν ἁπλῶν κινήσεων τῶν ἁπλῶν γραμμῶν ἀπαρτῶμεν.1 ἀλλ’, εἰ μὲν μαθηματικῶς ἐχρώμεθα ταῖς γραμμαῖς, τῷ ὄντι παρηλλάττομεν〈ἂν〉 τοῦ σκοποῦ·2 εἰ δέ, πάσης κινήσεως κατὰ διάστασιν γραμμικὴν γινομένης, τῆς μὲν ἁπλῆς κατὰ ἁπλῆν, τῆς δὲ συνθέτου κατὰ σύνθετον, εἰς δεῖγμα τῆς τῶν κινήσεων διαφορᾶς παρεθέμεθα τὰ τῶν διαστάσεων εἴδη, πῶς μαθηματικῶς τὰ φυσικὰ δεικνύναι λεγόμεθα; εἰ γὰρ ταῖς γραμμαῖς καὶ ὁ φυσικὸς χρῆται καὶ ὁ μαθηματικὸς ὡς καὶ ἐπιφανείαις καὶ σώμασιν, οὐ τὸ γραμμαῖς ἁπλῶς χρήσασθαι μαθηματικόν ἐστιν, ἀλλὰ τὸ μαθηματικῶς χρήσασθαι. Ταῦτα μὲν ὁ Ξέναρχος ἀντείρηκεν πρὸς τὰς ὑπὸ τοῦ Ἀριστοτέλους παραληφθείσας ὑποθέσεις.
因为处于中间位置者各自依本性具有两种运动;因为水离开土依本性向上运动,离开火和空气则向相反方向运动,而空气离开火向下运动,离开水则向上运动。”然而,我们曾预先假定单纯物体的依本性运动只有一种,这一点显明于亚里士多德所言:“因为通过受强迫,它固然可能接受另一不同物体的运动,但依本性而言则是不可能的,如果单纯物体各自依本性的运动只有一种的话。”至于中间元素就其自身而言并非具有两种运动的本原,则显明于此:空气是轻的,但轻的程度不及火;水是重的,但重的程度不及土;而向下运动属于空气、向上运动属于水乃是受强迫而非依本性的,且程度的多寡并不改变种。若有人主张因相反者的混交而致使一者轻的程度较少、另一者重的程度较少,他就会说这些元素并非严格意义上的单纯之物——这也是亚里士多德所赞同的——,而是大体上依凭占主导地位的部分而运动,有时亦在两者间动摇。因为单纯物体与非单纯物体之所以有别,正在于具有单一自然本性的本原,或许正是因此,亚里士多德在大多数情况下讨论单纯物体时仿佛只有两种一样。瑟纳尔库斯的这些反驳,亚历山大便是在这些论述中予以提出并化解的。 瑟纳尔库斯亦提出了另一条此类反驳:“圆周运动不可能依本性属于单纯物体,如果单纯物体因其为同质部分构成的,其所有部分速度均等,而在圆中,靠近中心的部分始终慢于靠近圆周的部分——因为它们在相同时间内运动的间距较小——,且在球体中,极点周围的各圆亦比远离极点的各圆运动得慢,而诸平行圈中最大者运动得最快的话。”对此疑难,我认为亦当答道:亚里士多德把沿圆形线条产生的、一物之单一圆周运动称为单纯的;而提出疑难的论调则取球体中速度不等的多个圆,以及在平面圆中靠近中心的〔圆〕与靠近圆周的〔圆〕,企图将由所有〔圆〕构成的运动作为单一〔运动〕来证明它是复合的而非单纯的;因为,对于球体中沿各个圆的运动以及在圆形平面中沿各个圆的运动是单纯的这一点,该论调并未加以推翻;事实上,沿恒显圈产生的运动与沿赤道圈产生的运动同样是单纯的,纵然一者最慢而另一者最快;且在这些圆的平面内所描绘的各个圆的运动同样是单纯的,并属于处于该部分的单纯物体;因为亚里士多德并未说过许多圆周运动是单一单纯运动或属于单纯物体,而是说那兼为单一的单纯运动必然属于单纯物体,且单纯而单一之物体的运动是单纯且单一的;因此,这一论述既适用于作为不可分割之一的整个天体,亦即便有人将其划分为诸部分,同样适用于各个部分;只需将假定理解为针对沿单一圆产生的单一运动即可。 在这些议题中,瑟纳尔库斯最后指责说:我们在讲授自然事物时,每当我们把单纯运动的原因归系于单纯线条时,便因附带使用了线条的种而使得证明变成了数学性的。然而,若我们是以数学方式使用线条,我们确实会偏离目标;但是,既然一切运动都是沿线条间距产生的——单纯运动沿单纯间距,复合运动沿复合间距——,我们若只是将诸间距的种提出来作为运动差异的示例,我们又怎能被说成是以数学方式证明自然事物呢?因为,正如自然哲学家与数学家都会使用面与立体一样,他们也都会使用线条;并非单纯地使用线条就是数学性的,唯有以数学方式使用线条才是数学性的。 这些便是瑟纳尔库斯对亚里士多德所采用的诸假定所提出的反驳。
- 1.11τῶν ἁπλῶν γραμμῶν ἀπαρτῶμεν
动词 ἀπαρτάω 本义为“自……悬挂”,此处与表示来源或依存的属格 τῶν ἁπλῶν γραμμῶν 搭配,构成“将……依附于 / 归系于……”的句法结构。
- 1.11εἰ μὲν μαθηματικῶς ἐχρώμεθα ταῖς γραμμαῖς, τῷ ὄντι παρηλλάττομεν 〈ἂν〉 τοῦ σκοποῦ
该条件句通过条件从句与结论句中的未完成过去时直陈式表达与现在事实相反的虚拟语气。结论动词 παρηλλάττομεν 支配表示分离的属格 τοῦ σκοποῦ(“偏离目标”),〈ἂν〉为校勘者补入的虚拟小词。
