- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:247.28-248.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德为证明世界的唯一性而预设的两个公理(物体的运动与静止跟强力及本性的关系,以及出于强力的运动的反面出于本性这一原则),评述了亚历山大关于其在月下界的适用范围以及相反者的一对一对应疑难的解决。
" Ἅπαντα γὰρ καὶ μένει καὶ κινεῖται ἕως τοῦ ἔτι, εἰ βίᾳ ἥδε ἡ φορά, ἡ ἐναντία κατὰ φύσιν." Δύο ἀξιώματα τῶν δειχθησομένων προλαμβάνει ὡς ἐναργῆ, ἓν μέν, ὅτι πάντα τὰ φυσικὰ σώματα καὶ μένει καὶ κινεῖται καὶ κατὰ φύσιν καὶ βίᾳ, καὶ ἐν ᾧ μένει κατὰ φύσιν, εἰς τοῦτο καὶ φέρεται κατὰ φύσιν, καὶ τὸ ἀνάπαλιν, εἰς ὃ φέρεται κατὰ φύσιν, ἐν τούτῳ καὶ μένει κατὰ φύσιν, καὶ αὖ πάλιν, ἐν ᾧ μένει βίᾳ, καὶ φέρεται βίᾳ εἰς τοῦτο, καὶ εἰς ὃ φέρεται βίᾳ, καὶ μένει ἐν τούτῳ βίᾳ. τὸ δὲ ἅπαντα γὰρ καὶ μένει καὶ κινεῖται καὶ κατὰ φύσιν καὶ βίᾳ δύναται, φησὶν ὁ Ἀλέξανδρος, ὡς ἐπὶ τῶν μένειν πεφυκότων λέγεσθαι πάντων·1 τὰ γὰρ μένειν πεφυκότα καὶ μένει καὶ κινεῖται καὶ παρὰ φύσιν καὶ βίᾳ· τοιαῦτα δὲ τὰ ὑπὸ σελήνην· τὸ γὰρ κύκλῳ κινούμενον οὔτε κινηθῆναι δύναται παρὰ φύσιν οὔτε μεῖναι· καὶ ὅλως τὰς ἐκ τούτων τῶν ἀξιωμάτων ἀποδείξεις περὶ τῶν ὑπὸ σελήνην ποιεῖται σωμάτων, ὡς μαθησόμεθα. εἰ δὲ βιάζεταί τις τὸ ἅπαντα γὰρ καὶ μένει καὶ κινεῖται καθολικῶς ἀκούειν, δύναται, οἶμαι, λέγεσθαι, ὅτι καὶ ἡ μονὴ τῶν μενόντων καὶ ἡ κίνησις τῶν κινουμένων ἡ μέν ἐστι παρὰ φύσιν, ἡ δὲ κατὰ φύσιν, τὰ δὲ καὶ μονὴν ἔχοντα καὶ κίνησιν ἐν ἑκατέρῳ τὸ κατὰ φύσιν ἔχει καὶ παρὰ φύσιν. δεύτερον δὲ ἀξίωμα εἰ βίᾳ ἥδε ἡ φορά, ἡ ἐναντία αὐτῇ κατὰ φύσιν· λέγει δέ, ὅτι ἡ ἐναντία τῇ παρὰ φύσιν τινὸς κινήσει κατὰ φύσιν αὐτῷ ἐστιν. ὑποθέμενος δὲ ὁ Ἀλέξανδρος πλείους δύνασθαι τοῦ ἑνὸς εἶναι παρὰ φύσιν κινήσεις, διότι τὸ μὴ κατὰ φύσιν εὐθὺς παρὰ φύσιν ἐστίν· ἡ γὰρ βῶλος οὐ μόνον ἐπὶ τὸ ἄνω κινεῖται παρὰ φύσιν, ἀλλὰ καὶ ἐπὶ τὰ πλάγια· τοῦτο οὖν ὑποθέμενος τὸν μὲν Ἀριστοτέλους λόγον δοκεῖ σῴζειν·2 αἱ γὰρ πλείους, φησί, παρὰ φύσιν κινήσεις οὐκ εἰσὶν ἐναντίαι, ἡ δὲ ἐναντία τῇ παρὰ φύσιν εὐθὺς κατὰ φύσιν ἐστίν· ἀπορίας δὲ ἑαυτῷ πρὸς ταῦτα ἐπάγει· εἰ γὰρ πλείους, φησίν, αἱ παρὰ φύσιν, ἑκάστῃ δὲ αὐτῶν ἐστιν ἐναντία τις, καὶ ἡ ἐναντία τῇ παρὰ φύσιν κατὰ φύσιν, πλείους ἔσονται αἱ κατὰ φύσιν κινήσεις ἑκάστου σώματος τῶν ἁπλῶν· ὅπερ ἄτοπον· μία γὰρ ἑνὸς δέδεικται. εἰ δὲ μίαν τις λέγοι ταῖς παρὰ φύσιν εἶναι τὴν ἐναντίαν οὔσαις πλείοσιν, οὐκέτι ἓν ἑνὶ ἐναντίον· ὅπερ καὶ τοῦτο ἄτοπον. καὶ λύει λέγων, ὅτι δέδεικται ἐν τοῖς πρώτοις, ὅτι πᾶν τὸ μὴ κατὰ φύσιν κινούμενον παρὰ φύσιν τε καὶ τὴν ἐναντίαν κινεῖται, ἐπεὶ καὶ τὸ μεταβάλλον πᾶν εἰς τὸ ἐναντίον μεταβάλλει· καὶ γὰρ τὸ μεταξὺ ἐναντίον πως· ὥστε τῇ παρὰ φύσιν τινὸς κινήσει ἐναντία ἡ κατὰ φύσιν. ἔοικε δὲ τοῦτο λέγειν διὰ τούτων ὁ Ἀλέξανδρος, ὅτι ἐπὶ τῶν ἁπλῶν φυσικῶν κινήσεων ὥσπερ μία ἑνὸς ἡ κατὰ φύσιν, οὕτως καὶ μία ἡ παρὰ φύσιν ἐναντία τῇ κατὰ φύσιν, αἱ δὲ ἄλλαι πᾶσαι μικταὶ καὶ οὔτε παρὰ φύσιν ἁπλῶς λέγοιντο ἂν οὔτε κατὰ φύσιν· καὶ εἰ λέγοιτο τὸ μὴ κατὰ φύσιν εὐθὺς παρὰ φύσιν εἶναι, οὐχ ὡς τὸ ἐναντίον τῷ κατὰ φύσιν λέγεται παρὰ φύσιν, ἀλλ’ ὡς παρὰ τὸ κατὰ φύσιν ὑπάρχον.3
“因为一切事物既静止又运动”直至“此外,若此运移出于强力,则相反的[运移]出于本性”。 他将对于将要证明的事物而言是不证自明的两条公理预先设定下来:其一是,所有自然物体既出于本性又出于强力地静止且运动,并且在它出于本性而静止的地方,它也出于本性运移至此处;反之,在它出于本性运移到达的地方,它也出于本性在此处静止;再者,在它出于强力而静止的地方,它也出于强力运移至此处;而在它出于强力运移到达的地方,它也出于强力在此处静止。亚历山大说,“因为一切事物既出于本性又出于强力地静止且运动”这一表述可以被视为就一切天生能够静止的事物而言说的;因为天生能够静止的事物既违反本性又出于强力地静止且运动;而月下之物就是如此的;因为作圆周运动的事物既不可能违反本性而运动,也不可能静止;而且总的来说,正如我们将要知晓的,他根据这些公理所作的证明是关于月下物体的。但如果有人强行将“因为一切事物既静止又运动”理解为普遍的,我认为可以说:静止者的静止与运动者的运动,一方面是违反本性的,另一方面是出于本性的,而兼具静止与运动的事物则在二者的每一项中都具有出于本性的状态和违反本性的状态。第二条公理是:“若此运移出于强力,则与其相反的[运移]出于本性”;他是说,与某物的违反本性的运动相反的运动,对它而言是出于本性的。然而亚历山大假定了对于单一事物而言违反本性的运动可以有多个——因为不符合本性的事物立刻就是违反本性的,因为土块不仅向上运动是违反本性的,而且向侧方[运动也是违反本性的]——在作了这一假定之后,他似乎保全了亚里士多德的论证;因为他说,多个违反本性的运动并不是彼此相反的,而与违反本性的运动相反的运动立刻就是出于本性的;但他又针对这些观点为自己引出了疑难。因为他说,如果违反本性的运动有多个,而对于它们之中的每一个都有某种相反的运动,并且与违反本性的运动相反的运动是出于本性的,那么每一个单纯物体的出于本性的运动都将成为多个;这是荒谬的;因为已经证明了对于单一事物而言[出于本性的运动]只有一个。但如果有人说,与这多个违反本性的运动相反的运动只有一个,那就再也不是一与一相反了;而这本身也是荒谬的。他通过如下说法来加以解决:在最初的论著中已经证明,凡不按照本性运动的事物,既是违反本性运动的,也是作相反〔运动〕的,因为凡变化之物也都向着相反者变化;因为中间状态在某种程度上也是相反者;因此与某物违反本性的运动相反的运动是出于本性的。但亚历山大通过这些话似乎是说:在单纯的自然运动中,正如对于单一事物出于本性的运动是一个,与出于本性的运动相反的、违反本性的运动同样也是一个,而所有其他运动都是混合的,既不能被单单称为违反本性的,也不能被称为出于本性的;而且即使不符合本性的事物被说成立刻就是违反本性的,这也并不是作为出于本性者的相反者而被说成违反本性,而是作为并存于出于本性者之外的事物[被说成的]。
- 1.77τὸ δὲ ἅπαντα γὰρ καὶ μένει καὶ κινεῖται καὶ κατὰ φύσιν καὶ βίᾳ δύναται, φησὶν ὁ Ἀλέξανδρος, ὡς ἐπὶ τῶν μένειν πεφυκότων λέγεσθαι πάντων
主语是带有定冠词的引用句 τὸ ἅπαντα γὰρ ... βίᾳ,与动词 δύναται 及不定式 λέγεσθαι 构成主干结构。ὡς ἐπί 意为“作为就……而言 / 适用于……”,引出亚历山大将该公理的适用范围限制在具有自然静止特性的月下物体上的解释。
- 1.77ὑποθέμενος δὲ ὁ Ἀλέξανδρος ... τοῦτο οὖν ὑποθέμενος τὸν μὲν Ἀριστοτέλους λόγον δοκεῖ σῴζειν
句首分词 ὑποθέμενος 因插入的解释从句(διότι ... πλάγια)与主句动词分离,因而通过 τοῦτο οὖν ὑποθέμενος 进行了复述承接(resumptive)。句子的基本框架为 ὁ Ἀλέξανδρος ... τοῦτο οὖν ὑποθέμενος τὸν μὲν Ἀριστοτέλους λόγον δοκεῖ σῴζειν ... ἀπορίας δὲ ἑαυτῷ πρὸς ταῦτα ἐπάγει(“亚历山大假定了此点……似乎保全了亚里士多德的论点,但又为自己引出了疑难”)。
- 1.77οὐχ ὡς τὸ ἐναντίον τῷ κατὰ φύσιν λέγεται παρὰ φύσιν, ἀλλ’ ὡς παρὰ τὸ κατὰ φύσιν ὑπάρχον
在对比结构 οὐχ ὡς ... ἀλλ’ ὡς 中,对 παρὰ φύσιν(违反本性)一词的两种理解进行了辨析:前者指严格的对立/相反(τὸ ἐναντίον),而后者则取介词 παρὰ 本身的“在……之旁”义(παρὰ τὸ ... ὑπάρχον),即指并存于出于本性者之外,而非严格与其相对立。
