← 辛普里丘

亚里士多德《论天》注释

§246.5-247.27

关于世界的唯一性与位置不确定之物

辛普里丘引入《论天》276a18的引文,梳理了亚里士多德在否定无限物体之后进而探讨世界是单一还是多个的脉络,并就“不确定地被置放之物”这一表述对亚历山大的解释进行了辨析与修正。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.76

" Διότι δὲ οὐδὲ πλείους τοὺς οὐρανοὺς οἷόν τε εἶναι ἕως τοῦ εἰρῆσθαι τὸν λόγον." Μετὰ τὸ δεῖξαι, ὅτι οὐκ ἔστιν ἄπειρον τῷ μεγέθει σῶμα, ἐκ τοῦ μήτε τὸν οὐρανὸν ἄπειρον εἶναι μήτε τὰ ὑπὸ σελήνην στοιχεῖα1 ἐφεξῆς ὥρμησε ζητεῖν, κἂν εἰ μὴ ἄπειρόν ἐστι τὸ σῶμα τὸ πᾶν, μήποτε τοσοῦτόν ἐστιν, ὡς δυνατὸν καὶ πλείονας εἶναι κόσμους ἐξ αὐτοῦ· ἀλλ’ ὑπερθέμενος τότε τοῦτο τὸ πρόβλημα καθόλου πρῶτον συνεῖδε ζητεῖν, εἰ ἔστι σῶμα φυσικὸν ἄπειρον, οὐκέτι ἐπὶ οὐρανοῦ καὶ τῶν ὑπὸ σελήνην ζητῶν, ἀλλὰ κοινότερον, εἰ ἔστιν ὅλως σῶμα ἄπειρον, ὡς καὶ ἐν τῷ τρίτῳ τῆς Φυσικῆς ἀκροάσεως ζητεῖ. καὶ δείξας, ὅτι οὐκ ἔστι, προσαπέδειξεν, ὅτι ἔξω τοῦ οὐρανοῦ οὐκ ἔστι σῶμα οὔτε ἄπειρον οὔτε πεπερασμένον οὔτε νοητὸν οὔτε αἰσθητόν. καὶ τότε λογικωτέραις ἐφόδοις ἐχρήσατο δεικνὺς πάλιν, ὅτι οὐδὲ κυκλοφορητικὸν σῶμα ἄπειρόν ἐστιν οὐδὲ τῶν ἐπ’ εὐθείας τι φερομένων· καὶ συμπερανάμενος, ὅτι οὐκ ἔστι τὸ σῶμα τοῦ παντὸς ἄπειρον, προχειρίζεται λοιπὸν τὴν ἀναβληθεῖσαν ζήτησιν, μήποτε, κἂν μὴ ἄπειρος ὁ οὐρανὸς οὗτος ἤτοι ὁ κόσμος κατὰ τὸν οὐρανὸν μηδὲ ἔστιν ὅλως ἄπειρον σῶμα, ἀλλὰ τοσοῦτόν γε ἐστιν, ὡς εἶναι πλείονας κόσμους. τοῦτο δὲ ταὐτόν ἐστι τῷ πότερον εἷς μονογενής ἐστιν ὅδε οὐρανὸς ἢ κόσμος ἢ πλείονας εἶναι δυνατόν· οὐρανοὺς δὲ καὶ νῦν καλεῖ τοὺς κόσμους τοὺς καὶ τὸ ὑπὸ σελήνην ἔχοντας. δῆλον δέ, ὅτι, εἰ μὲν καθόλου τις ἀποδεδεῖχθαι νομίζοι πρότερον, ὅτι ἀδύνατον ὁτιοῦν σῶμα ἐκτὸς εἶναι τοῦδε τοῦ κόσμου, οὐκέτι ζητήσει, εἴτε ἔστιν ἄλλος σωματικὸς κόσμος εἴτε μή· εἰ δὲ νομίζει τις ἐπὶ μόνων τῶν ἀορίστως κειμένων εἰρῆσθαι τὸν λόγον ἐκεῖνον, εἰκότως ζητεῖ, εἰ δυνατὸν καὶ ἄλλους εἶναι κόσμους. τὸ δὲ ἀορίστως κειμένων2 ὁ Ἀλέξανδρος ἐπὶ τῶν ἀπείρων ἀκούει καὶ ἐξηγεῖται οὕτως· “εἰ γάρ τις” φησί “μὴ ἡγεῖται ἡμᾶς ἀποδεδειχέναι καθόλου, ὅτι οὐδὲν ἔστι σῶμα ἐκτὸς τοῦδε τοῦ κόσμου τούτων, ἐξ ὧν ὁ κόσμος συνέστηκεν, ὃ δέδεικται καὶ αὐτό, ἀλλὰ μόνον ἡμῖν ἡγεῖται τὸν λόγον γεγονέναι περὶ τοῦ μηδὲν ἄπειρον εἶναι σῶμα· τὸ γὰρ ἄπειρον λέγει τὸ ἀορίστως κείμενον, ἐπεὶ μηδεὶς ἔστι τόπος ἀφωρισμένος τοῦ ἀπείρου τῷ καὶ αὐτὸ ἀόριστον εἶναι ἄπειρόν γε ὄν· δείξομεν ἐφεξῆς, ὅτι μηδὲν σῶμα ἐκτός ἐστιν τοῦδε τοῦ κόσμου· οὗ δειχθέντος ἕπεται τὸ μηδὲ κόσμους εἶναι δύνασθαι πλείους”. μήποτε δὲ τὸ ἀορίστως κειμένων οὐ τὸ ἄπειρον σημαίνει· οὐ γὰρ ἂν αὐτὸ πληθυντικῶς εἶπεν· οὐ γάρ ἐστι πολλὰ ἄπειρα· ἀλλὰ καὶ τὸ “εἴ τις μὴ νομίζει καθόλου δεδεῖχθαι περὶ τῶν σωμάτων, ὅτι ἀδύνατον ἐκτὸς εἶναι τοῦ κόσμου τοῦδε ὁτιοῦν αὐτῶν” οὐκ ἐπὶ τούτων οἶμαι λέγεσθαι, ἐξ ὧν ὁ κόσμος συνέστηκεν· οὐ γὰρ ἦν τοῦτο καθόλου ὡς πρὸς μερικώτερα τὰ ἀορίστως κείμενα ἀντιδιαιρεθέν·3 ἀλλὰ περὶ ἐκείνου, περὶ οὗ δείξει ἐφεξῆς, ὅτι μηδὲν ὅλως σῶμα ἐκτός ἐστι τοῦδε τοῦ κόσμου, οὗ δειχθέντος, ὡς καὶ ὁ Ἀλέξανδρος ὁμολογεῖ, ἕπεται τὸ μηδὲ κόσμους εἶναι δύνασθαι πλείους. καὶ τὸ ἀορίστως δὲ κειμένων πρὸς ἀντιδιαστολὴν εἰρῆσθαι νομίζω τῶν συντελούντων πρὸς τὴν τοῦ κόσμου διάθεσιν· εἰ γὰρ τὰ ἀορίστως κείμενα μόνα ἐδείχθη μὴ ὄντα ἔξω τοῦ οὐρανοῦ, ἄδηλον, μήποτε τὰ συντελοῦντά ἐστι καὶ διὰ τοῦτο καὶ ἄλλοι κόσμοι εἰσίν. εἰ οὖν μὴ νομίζει τις τὸ καθόλου δεδεῖχθαι, νῦν χρὴ δεῖξαι, ὅτι οὐδὲν σῶμα ἐκτός ἐστι τοῦδε τοῦ κόσμου. καὶ εἰκότως τοῦτο νῦν ἀποδείξεως νομίζει χρῄζειν· ἐν γὰρ τοῖς προλαβοῦσιν, ὅτι μὲν ἄπειρον σῶμα οὐκ ἔστιν ἔξω τοῦ οὐρανοῦ οὐδέν, ἔχει δεδειγμένον, εἴπερ δέδεικται καθόλου, ὅτι οὐκ ἔστιν σῶμα ἄπειρον· ὅτι δὲ οὐδὲ πεπερασμένον σῶμα ἔστιν ἔξω τοῦ οὐρανοῦ, ὃ “μέχρι τινὸς” ἐν ἐκείνοις ἐκάλεσεν, ὡς ὁμολογούμενον ἢ ὡς νῦν δειχθησόμενον ὑποθέμενος ἐπήγαγε καθόλου “οὐδὲν ἄρα σῶμα τοῦ οὐρανοῦ ἔξω”. ὁ δὲ Ἀλέξανδρος καὶ πρότερον ἔλεγε καὶ νῦν φησιν, ὅτι δυνατὸν μὴ ἐξ ὑποθέσεως εἰρῆσθαι τὸ “ἀλλὰ μὴν οὐδὲ μέχρι τινός”, ὃ ταὐτόν ἐστι τῷ οὐδὲ πεπερασμένον, εἴπερ δέδεικται, ὅτι πᾶν σῶμα αἰσθητὸν ἢ ἄνω ἢ κάτω ἐστὶν ἢ πέριξ· τοῦτο δὲ καὶ ἀπὸ τῶν ἁπλῶν κινήσεων δέδεικται, καί ἐστι τὸ μὲν ἄνω καὶ κάτω ἐντὸς τοῦ οὐρανοῦ, τὰ δὲ πέριξ αὐτὸς ὁ οὐρανός.

“至于天也不可能是多个”直至“论据已被陈述”。 在从天既不是无限的、月下的元素也不是[无限的]这一点出发证明了在大小上不存在无限的物体之后,他接下来着手探究:即便宇宙的物体不是无限的,它是否也可能如此巨大,以至于有可能由它构成多个世界。但他当时推迟了这一论题,首先认识到应当普遍地探究是否存在无限的自然物体,不再只就天和月下之物进行探究,而是更为普遍地探究是否根本存在无限的物体,正如他在《物理学》第三卷中所探究的那样。在证明了不存在之后,他又进一步证明了在天之外不存在任何物体,既非无限的也非有限的,既非理智的也非可感觉的。那时他运用了更为辩证的研讨方法,再次证明了作圆周运动的物体既不是无限的,沿直线运移的诸物体中也没有任何一个是〔无限的〕;在得出了宇宙的物体不是无限的这一结论之后,他最终着手处理被延期的探究:即使这天,即与天相应的世界,不是无限的,也根本不存在无限的物体,它是否依然如此巨大以致存在多个世界。而这等同于:这天或世界是单一且独一无二的,还是可能存在多个;而他现在也将包含月下之物的各个世界称为“诸天”。显然,如果有人认为先前已经普遍证明了任何物体都不可能存在于这世界之外,他就不会再探究是否存在另一个物体性的世界;但如果有人认为那个论证仅仅是针对不确定地被置放之物而言的,他自然就会探究是否也可能存在其他世界。亚历山大将“不确定地被置放之物”理解为无限之物,并作了如下解释:“因为如果有人,”他说,“不认为我们已经普遍证明了在这世界之外不存在构成这世界的这些物体中的任何一个(这一点本身也已被证明),而认为我们的论证仅仅是关于不存在任何无限的物体——因为他把无限之物称为不确定地被置放之物,既然对于无限之物来说没有任何被限定的处所,因为既然它是无限的,它自身也就是不确定的——那么我们接下来将证明,在这世界之外不存在任何物体;而一旦这一点被证明,随之而来的便是也不可能存在多个世界。”然而,“不确定地被置放之物”或许并不意味着无限之物;因为他不会用复数来表达它,因为并不存在多个无限;而且“如果有人不认为关于诸物体已经普遍证明了它们之中的任何一个都不可能在这世界之外”,我认为也不是指构成这世界的这些事物而言的;因为这并不是作为与更为局部的、不确定地被置放之物相对立划分的普遍者;而是关于他接下来将要证明的那一点而言的,即在这世界之外根本没有任何物体,而一旦这一点被证明,正如亚历山大也同意的那样,随之而来的便是也不可能存在多个世界。而且我认为,“不确定地被置放之物”之所以被提及,是为了与有助于世界的建构的事物相对照;因为如果仅仅证明了不确定地被置放之物不在天之外,那么是否有助于[建构的]事物存在,并因此也存在其他世界,就是不明确的。因此,如果有人不认为普遍的东西已被证明,那么现在就必须证明在这世界之外没有任何物体。他理所当然地认为这在当下需要证明;因为在先前的内容中,既然已经普遍证明了不存在无限的物体,他就已经证明了天之外没有任何无限的物体;但至于天之外也不存在有限的物体(他在那些地方称之为“直到某种限度”),在将此设定为公认之事或设定为现在将被证明之事后,他普遍地推导出了:“因此天之外没有任何物体。”然而亚历山大先前曾说且现在也说,“但也绝非直到某种限度”(这等同于“也非有限的”)有可能不是出于假定而言的,既然已经证明了凡可感觉的物体要么在上、要么在下、要么在周围;而这一点也已从单纯运动中得到证明,且上与下是在天之内,周围之物则是天本身。

语法注3 条
  1. 1.76ἐκ τοῦ μήτε τὸν οὐρανὸν ἄπειρον εἶναι μήτε τὰ ὑπὸ σελήνην στοιχεῖα

    介词短语 ἐκ τοῦ... 依附于前面的不定式 δεῖξαι(“证明”),表明其证明的依据与前提,即根据天和月下元素都不是无限的这一事实,证明了不存在大小无限的物体。

  2. 1.76τὸ δὲ ἀορίστως κειμένων

    中性单数定冠词 τό 将引自亚里士多德文本的词组 ἀορίστως κειμένων(中性复数属格)名词化,起到表述主题的引用性格位作用:“至于‘不确定地被置放之物’这一词句”。

  3. 1.76οὐ γὰρ ἦν τοῦτο καθόλου ὡς πρὸς μερικώτερα τὰ ἀορίστως κείμενα ἀντιδιαιρεθέν

    主语为 τοῦτο,述语名词 καθόλου 由中性单数主格分词 ἀντιδιαιρεθέν 修饰。短语 ὡς πρὸς μερικώτερα τὰ ἀορίστως κείμενα ἀντιδιαιρεθέν 意为“与作为更局部之物的不确定地被置放之物相对立划分”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:246.5-247.27