- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:244.28-246.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在反驳原子论时并未直接驳斥原子在数量上的无限性这一疑问,辛普利丘介绍了亚历山大的解释,并提出亚里士多德是从更具普遍性和辨证性的角度破除了“由虚空分隔的构成”本身。
εἰ γὰρ τὸ παρὰ φύσιν καὶ κατὰ φύσιν τοῖς τόποις ὥρισται, καὶ εἰ τὸ ἄλλου παρὰ φύσιν ἄλλου κατὰ φύσιν ἐστίν, ἀνάγκη μὴ πάντα βαρέα ἢ πάντα κοῦφα εἶναι· εἰ γὰρ μία ἡ ῥοπὴ ἦν, οὐκ ἂν τὰ μὲν παρὰ φύσιν ἐκινεῖτο, τὰ δὲ κατὰ φύσιν· εἷς γὰρ ἂν ἦν καὶ ὁ τόπος· οὐδὲ τὸ ἄλλου οὖν παρὰ φύσιν ἄλλου κατὰ φύσιν ἦν. Ταῦτα δὴ τὰ ἐπιχειρήματα τὸ μὲν ἀτόμους ὁμοίας τὴν φύσιν ἐν ἀπείρῳ τῷ κενῷ φερομένας εἶναι τὰ πρῶτα στοιχεῖα, ὡς ἐδόκει Λευκίππῳ καὶ Δημοκρίτῳ, ἀναιρεῖ γενναίως. εἰ γάρ ἐστι κίνησις ἡ μὲν παρὰ φύσιν, ἡ δὲ κατὰ φύσιν, καὶ ὡρισμένοι εἰσὶν οἱ τόποι, ἐφ’ οὓς αἱ κινήσεις, καὶ οὐκ ἐν ἀπείρῳ τῷ κενῷ ἡ φορά, καὶ τὰ φερόμενα τῇ φύσει διενήνοχεν ἀλλήλων, ἀλλ’ οὐ σχήμασι μόνον καὶ μεγέθεσι. τὸ μέντοι μὴ συνεχὲς μέν, ἄπειρον δὲ κατὰ πλῆθος εἶναι τὸ σῶμα τοῦ παντὸς οὐ δοκεῖ ἀναιρεῖν ὁ λόγος·1 πῶς οὖν ἐκ τούτων φανερὸν εἶναί φησιν, ὅτι οὐκ ἄπειρον τὸ σῶμα τοῦ παντός; ταύτην δὴ τὴν ἔνστασιν ἐννοήσας ὁ Ἀλέξανδρος “ὅτι δέ” φησίν “μή ἐστιν οἷόν τε ἀπείρους ἀτόμους εἶναι, ἔστι δεικνύναι προσχρωμένους τοῖς πρὸ ὀλίγου εἰρημένοις ὑπ’ αὐτοῦ· εἶπεν γάρ, ὅτι, εἰ καὶ διεσπασμένα ἐστίν, οὐδὲν ἧττον ἐνδέχοιτο ἂν τὸ ἐξ ἁπάντων πῦρ ἄπειρον εἶναι. τὸ γὰρ αὐτὸ καὶ ἐπὶ τῶν ἀτόμων ἐροῦμεν· ὥστε, εἰ πάντῃ τὸ ἐκ τῆς τῶν ἀτόμων συνθέσεως διέστηκεν ἐπ’ ἄπειρον ἓν σῶμα, οὐκέτι κενὸν ἔσται· εἰ γὰρ τρίγωνα σώματα ἄπειρα, τὸ ἐκ τούτων συντεθέντων ἄπειρον τοῖς ἐκ τῶν ἄλλων σχημάτων σώμασιν οὐ δώσει χώραν. ἀλλὰ δυνατὸν μὲν ἦν προδείξαντα, ὅτι οὐκ ἔστι μεγέθει ἄπειρον τὸ πᾶν, δεικνύναι,2 ὅτι οὐδὲ πλήθει ἄπειρόν ἐστιν, διότι τὸ ἐξ ἀπείρων συγκείμενον ἀνάγκη ἄπειρον εἶναι. οὐ μέντοι πρὸς τοῦτο φαίνεται νῦν ἀντιλέγων ὁ Ἀριστοτέλης τὸ ἀπείρους τῷ πλήθει εἶναι τὰς ἀτόμους, οὐδὲ πρὸς τοῦτο συνῆκται τὰ συμπεράσματα, ἀλλὰ τὰ μὲν πρὸς τὸ ἄπειρον κενόν, τὰ δὲ πρὸς τὸ ὁμοφυεῖς ὑποτίθεσθαι αὐτοὺς τὰς ἀτόμους. μήποτε οὖν ἐν μὲν ταῖς πραγματικαῖς ἀποδείξεσι προλαβών, ὅτι τὸ μὲν ἐκ πεπερασμένων τῷ πλήθει μεγεθῶν μέγεθος καὶ αὐτὸ πεπερασμένον ἐστί, τὸ δὲ ἐξ ἀπείρων ἄπειρον, δείξας, ὅτι πεπερασμένον ἐστὶν τῷ μεγέθει τὸ πᾶν, ἔχει δεδειγμένον, ὅτι οὐκ ἔστιν ἐξ ἀπείρων τῷ πλήθει· ἐνταῦθα δὲ λογικώτερον ὑπαντήσας πρὸς τοὺς συνεχὲς μὲν ἄπειρον δὲ τὸ πᾶν λέγοντας μετῆλθεν ἐπὶ τοὺς διωρισμένον τῷ κενῷ λέγοντας τὸ πᾶν ὡς ἐξ ἀτόμων ὁμοφυῶν ἐν τῷ κενῷ φερομένων συνεστηκός, καὶ κοινότερον ὑπαντῶν αὐτὸ τοῦτο ἀναιρεῖ τὸ ἐκ τοιούτων συνεστάναι, εἴτε ἄπειροι τὸ πλῆθος εἶεν εἴτε πεπερασμέναι. δῆλον γάρ, ὅτι τὰ συναγόμενα συμπεράσματα, κἂν ἄπειροι τὸ πλῆθος αἱ ἄτομοι λέγοιντο, συνάγονται. εἰκότως οὖν ἐν μὲν τῇ ὑποθέσει ἀπειρίας οὐκ ἐμνήσθη εἰπών· εἰ δὲ μὴ συνεχὲς τὸ πᾶν, ἀλλ’, ὥσπερ λέγει Δημόκριτος καὶ Λεύκιππος, διωρισμένον τῷ κενῷ· περιέχεται γὰρ ἐν τῷ “διωρισμένῳ” τό τε ἄπειρον τῷ πλήθει καὶ τὸ πεπερασμένον· ἐν δὲ τῷ συμπεράσματι “ὅτι μὲν οὖν” φησίν “οὐκ ἔστι τὸ σῶμα τοῦ παντὸς ἄπειρον, ἐκ τούτων φανερόν”. συναπεδείχθη γὰρ καί, ὅτι οὐδὲ ὡς διωρισμένον ἄπειρόν ἐστιν, ὡς Δημόκριτος καὶ Λεύκιππος ἔλεγον, εἴπερ ἀδύνατον τὸ οὕτως διωρισμένον ἐδείχθη, κἄν τε ἐξ ἀπείρων ᾖ τῷ πλήθει κἄν τε ἐκ πεπερασμένων.
因为如果反乎本性与合乎本性是由诸处所界定的,且对一物反乎本性者对另一物合乎本性,那么必然并非所有事物都是重的或全部是轻的;因为如果倾向是单一的,就不会有一些事物反乎本性运动而另一些合乎本性运动;因为处所也将是单一的;从而对一物反乎本性者对另一物合乎本性也就不会成立。这些论证确实有力地破除了留基波和德谟克利特的主张,即在无限虚空中运移的、本性相似的原子是原初元素。因为如果一种运动反乎本性而另一种合乎本性,那么运动所趋向的诸处所就是被限定的,运移也不是在无限虚空中发生,而且被运移之物在自然本性上也彼此相异,而不仅是在形状和大小上。然而,该论据似乎并未破除宇宙的物体不是连续的、而是在数量上无限这一主张;那么,他怎能说由此显明宇宙的物体不是无限的呢?亚历山大意识到了这一异议,说道:“至于不可能有无限的原子,可以通过进一步利用他刚才所说的话来证明;因为他说过,即使它们是分散的,由这一切构成的火也同样能够是无限的。因为对于原子我们也将说同样的话;因此,如果由原子的组合构成的单一物体四方扩展至无限,就将不再有虚空;因为如果有无限的三角形物体,由这些物体组合而成的无限之物将不会给由其他形状构成的物体留出空间。”但是,在预先证明了宇宙在大小上不是无限的之后,本有可能证明它在数量上也并非无限,因为由无限事物构成的整体必然是无限的。然而亚里士多德现在显然并未针对原子在数量上是无限的这一点进行反驳,所引出的结论也不是针对这一点的,而是有些针对无限虚空,有些针对他们假设原子是同质的这一假说。因此或许是这样:在实学式的证明中,他预先假定了由数量有限的大小构成的大小本身也是有限的,而由无限事物构成的则是无限的,并证明了宇宙在大小上是有限的,从而他已经证明了宇宙并非由数量无限的事物构成;而在此处,他以更为辩证的方式驳斥了那些主张宇宙连续且无限的人之后,转向了那些主张宇宙由虚空所分隔、由在虚空中运移的同质原子构成的人,并通过更为普遍的驳斥破除了由这类事物构成这一观点本身,无论它们在数量上是无限的还是有限的。因为显而易见,即使原子被说成在数量上是无限的,所引出的结论也是必然成立的。因此理所当然地,他在前提中没有提及无限性,而是说:“如果宇宙不是连续的,而是如德谟克利特和留基波所说由虚空所分隔”;因为在“由……分隔”中,既包含着数量上的无限,也包含着有限;而在结论中他说:“因此,宇宙的物体不是无限的,由此是显而易见的。”因为既然被证明以这种方式分隔是不可能的,那么无论它是由数量无限的事物构成还是由有限的事物构成,同时也已共同证明了它不可能如德谟克利特和留基波所说的那样作为分隔之物而是无限的。
- 1.75τὸ μέντοι μὴ συνεχὲς μέν, ἄπειρον δὲ κατὰ πλῆθος εἶναι τὸ σῶμα τοῦ παντὸς οὐ δοκεῖ ἀναιρεῖν ὁ λόγος
由冠词 τὸ 引导的定冠词不定词短语(τὸ ... εἶναι τὸ σῶμα)充当从属于主动词 οὐ δοκεῖ 的不定词 ἀναιρεῖν 的直接宾语。主语是位于句末的 ὁ λόγος;前置的主题性宾语成分构成了倒装(hyperbaton),突出了被质疑的核心论题。
- 1.75ἀλλὰ δυνατὸν μὲν ἦν προδείξαντα, ὅτι οὐκ ἔστι μεγέθει ἄπειρον τὸ πᾶν, δεικνύναι
在非人称结构 δυνατὸν ἦν 引导的不定词 δεικνύναι 中,未表达的动作主体由宾格分词 προδείξαντα 承担。此处未用与格分词 προδείξαντι,而是使用宾格,这符合古希腊语中不定词的逻辑主语通常采用宾格的惯用法。
