- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:243.24-244.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德在《论天》275b29中提出的第四项论证,提出该论证旨在证明处所的不存在意味着运动的不存在,并反驳了将其视作第一项论证之延续的亚历山大观点。
καὶ τὰ μὲν ἄλλα σαφῆ, ὅτι δὲ τόπου μὴ ὄντος κίνησις οὐκ ἔστιν, δείκνυσιν οὕτως· εἰ τὸ κινούμενον ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν κινεῖται, τὸ δὲ κατὰ φύσιν καὶ παρὰ φύσιν κινεῖσθαι τοῖς τόποις ὥρισται, εἴπερ τὸ κατὰ φύσιν μέν ἐστι κινεῖσθαι τὸ ἐπὶ τὸν οἰκεῖον τόπον, παρὰ φύσιν δὲ τὸ ἐπὶ τὸν ἀλλότριον· εἰ οὖν τόπου μὴ ὄντος οὐκ ἔστιν ὁ κατὰ τόπον ὁρισμός, οὐδὲ κινούμενον ἂν εἴη. Τέταρτον ἐπάγει τὸ “ἔτι εἰ, οὗ παρὰ φύσιν τι μένει ἢ φέρεται, ἀνάγκη ἄλλου τινὸς εἶναι τοῦτον τὸν τόπον κατὰ φύσιν”. τοῦτο δὲ Ἀλέξανδρος ἀκολουθεῖν φησι τῷ πρώτῳ ἐπιχειρήματι· δείξας γὰρ ἐν ἐκείνῳ, ὅτι τοῖς μιᾶς καὶ τῆς αὐτῆς φύσεως τὰς ἀτόμους λέγουσιν ἕπεται τὸ πάντα τὰ σώματα ἢ βαρέα μόνως εἶναι ἢ κοῦφα μόνως, νῦν δείκνυσι τοῦτο ἀδύνατον ὂν ἐκ τοῦ τὸν ἄλλῳ παρὰ φύσιν ὄντα τόπον ἄλλῳ κατὰ φύσιν εἶναι, ὅπερ ἐκ τῆς ἐπαγωγῆς ἐπιστώσατο· ὁ γὰρ τῇ γῇ παρὰ φύσιν ὢν τόπος, οὗτος δέ ἐστιν ὁ ἄνω, ἐφ’ ὃν βίᾳ φέρεται, τῷ πυρὶ κατὰ φύσιν ἐστί. τούτου δὲ οὕτως ἔχοντος, εἰ μὲν τὸ κάτω κινεῖσθαι ταῖς ἀτόμοις παρὰ φύσιν οὔσαις κούφαις, εἴη ἄν τινι ἄλλῳ σώματι ἡ κάτω κίνησις κατὰ φύσιν· εἰ δὲ ἡ ἄνω παρὰ φύσιν ἐκείναις, ἄλλῳ τινὶ κατὰ φύσιν ἡ ἄνω ἄλλης ὄντι φύσεως· εἰ δὲ τοῦτο, δεῖ καὶ ἄλλην τινὰ εἶναι σώματος φύσιν, ᾗ κατὰ φύσιν ἔσται ὅ τε τόπος καὶ ἡ κίνησις ὁ ταῖς ἀτόμοις παρὰ φύσιν. οὕτως γὰρ ὁ Ἀλέξανδρος προσεσχηκὼς μάλιστα ἐπαχθέντι τῷδε1 “ἀνάγκη δὴ μὴ πάντα ἢ βάρος ἔχειν ἢ κουφότητα, ἀλλὰ τὰ μέν, τὰ δὲ μή”. μήποτε δέ, εἰ ὡς ἀκόλουθον τοῦτο τῷ πρώτῳ ἐπιχειρήματι ὁ Ἀριστοτέλης ἐπήγαγεν, οὐκ ἄν τὸ ἔτι προέταττεν αὐτοῦ2 τοσαύτης γενομένης τῆς ἀποστάσεως, ἀλλ’ ἔοικε καὶ τοῦτο δεικτικὸν εἶναι τοῦ αὐτοῦ, οὗπερ καὶ τὸ προσεχῶς εἰρημένον, τοῦ κίνησιν μὴ εἶναι τόπου μὴ ὄντος· εἰ γάρ, οὗ παρὰ φύσιν τι μένει ἢ φέρεται, ἀνάγκη ἄλλου τινὸς εἶναι τοῦτον τὸν τόπον κατὰ φύσιν, δῆλον, ὅτι οὔτε κατὰ φύσιν οὔτε παρὰ φύσιν ἔστι κινεῖσθαι ἢ μένειν μὴ ὄντος τόπου. ἀλλ’ ἐν μὲν τῷ προσεχῶς εἰρημένῳ τοῦτο ἔδειξε διὰ τοῦ τὴν κατὰ φύσιν καὶ παρὰ φύσιν κίνησιν τοῖς τόποις ὡρίσθαι, ἐνταῦθα δὲ διὰ τοῦ τὸν ἄλλου παρὰ φύσιν ἄλλου κατὰ φύσιν εἶναι· καὶ ἡ ὑπόθεσις δὲ ἡ λέγουσα “εἰ οὗ παρὰ φύσιν τι μένει” ὡς ἐπὶ τῷ μέλλοντι ῥηθήσεσθαι ἐλέγετο, ἀλλὰ μὴ ὡς ἐπὶ τῷ προειρημένῳ·3 οὐ γὰρ ἂν συνεπληροῦτο ἐν τῷ “ἀνάγκη ἄλλου τινὸς εἶναι τοῦτον τὸν τόπον κατὰ φύσιν· τοῦτο δὲ πιστὸν ἐκ τῆς ἐπαγωγῆς”, καὶ ὡς ἀπ’ ἄλλης ἀρχῆς ἐπήγετο τὸ “ἀνάγκη δὴ μὴ πάντα ἢ βάρος ἔχειν ἢ κουφότητα”, ἀλλ’ εἶπεν ἄν· εἰ οὗ παρὰ φύσιν τι μένει ἢ φέρεται καὶ τὰ ἑξῆς, ἀνάγκη μὴ πάντα βάρος ἔχειν ἢ κουφότητα. νῦν δὲ καὶ ἐκ ταύτης τῆς ἐπιχειρήσεως δείξας, ὅτι κινήσεως οὔσης καὶ μονῆς, τῆς μὲν κατὰ φύσιν, τῆς δὲ παρὰ φύσιν, καὶ τόπον ἀνάγκη εἶναι τὸν μὲν οἰκεῖον, τὸν δὲ ἀλλότριον, ὡς πόρισμα λοιπὸν καὶ ἀκόλουθον τοῖς εἰρημένοις ἐπήγαγεν τὸ “ἀνάγκη δὴ μὴ πάντα ἢ βάρος ἔχειν ἢ κουφότητα, ἀλλὰ τὰ μέν, τὰ δὲ μή”.
其他事项是清楚的,但他通过如下方式指出在没有处所时便没有运动:如果运动之物要么依本性运动,要么反乎本性运动,而依本性运动和反乎本性运动是由诸处所界定的,既然依本性运动是指向本己处所的运动,而反乎本性[运动]是指向相异处所的运动;因此,如果在没有处所时依处所的界定便不存在,那么运动之物也不会存在。第四,他引入了如下论证:“再者,如果在某物反乎本性停留或被运向之处,此一处所必然是另一某物的本性之处。”而亚历山大说这是跟随第一项论证而来的;因为[亚里士多德]在那项论证中指出,对于那些主张原子具有同一种本性的人而言,随之而来的便是所有物体要么仅仅是重的要么仅仅是轻的,而现在他根据对一物反乎本性的处所对另一物是合乎本性的这一事实,指出这一点[全部是重的或全部是轻的]是不可能的,他正是通过归纳证实了这一点;因为对土反乎本性的处所——这就是上方的处所,土受强制被运向该处——对火而言则是合乎本性的。既然情况如此,如果向下运动对作为轻物的原子而言是反乎本性的,那么向下运动对另一某种物体而言就将是合乎本性的;如果向上运动对它们而言是反乎本性的,那么向上运动对另一种本性的另一某物而言就将是合乎本性的;如果这一点成立,就必然也存在物体的某种其他本性,对于它而言,对原子反乎本性的处所与运动都将是合乎本性的。亚历山大便是这样主张的,这主要是因为他着眼于后附的这句话:“因此,必然并非所有事物都具有重性或轻性,而是一部分具有,另一部分不具有。”然而,如果亚里士多德是将此作为第一项论证的承接推论而引入的,在间隔了如此多内容之后,他或许就不会在其前冠以“再者”了;相反,这似乎也是在证明与方才所述相同的结论,即在没有处所时运动不存在。因为如果在某物反乎本性停留或被运向之处,此一处所必然是另一某物的本性之处,那么显而易见,在没有处所时,无论依本性还是反乎本性,运动或停留都是不可能的。只是在方才所述中,他是通过依本性和反乎本性的运动由诸处所界定来证明这一点的,而在此处则是通过对一物反乎本性者对另一物合乎本性来证明的;并且那句表述为“如果在某物反乎本性停留之处”的假设,是针对将要被言及之事而言的,而不是针对先前已述之事;因为如果不是这样,它就不会在“此一处所必然是另一某物的本性之处;而这一点由归纳是可信的”这里宣告完结,并仿佛从另一个开端那样引入“因此,必然并非所有事物都具有重性或轻性”,而是他本来会说:如果在某物反乎本性停留或被运向之处等等,就必然并非所有事物都具有重性或轻性。但事实上,通过这一论证表明了既然运动与静止存在,一者依本性,一者反乎本性,那么本己的处所与相异的处所也必然存在之后,他才作为对已述内容的推论和承接引入了“因此,必然并非所有事物都具有重性或轻性,而是一部分具有,另一部分不具有”。
- 1.75οὕτως γὰρ ὁ Ἀλέξανδρος προσεσχηκὼς μάλιστα ἐπαχθέντι τῷδε
主语 ὁ Ἀλέξανδρος(亚历山大)后省略了述谓性的发言动词(如 λέγει),主格分词 προσεσχηκώς 修饰所省略的主动词,用以说明亚历山大得出该判断的原因与依据。
- 1.75μήποτε δέ, εἰ ὡς ἀκόλουθον τοῦτο τῷ πρώτῳ ἐπιχειρήματι ὁ Ἀριστοτέλης ἐπήγαγεν, οὐκ ἄν τὸ ἔτι προέταττεν αὐτοῦ
副词 μήποτε 用以引出带有保留意见的怀疑或反驳(“或许……”)。随后的条件句(εἰ... ἐπήγαγεν 接 οὐκ ἂν... προέταττεν)构成与过去相反的虚拟/反事实条件句,指出如果亚里士多德打算将其作为承接推论,就不会在隔了这么远之后还冠以 ἔτι(再者)。
- 1.75ὡς ἐπὶ τῷ μέλλοντι ῥηθήσεσθαι ἐλέγετο, ἀλλὰ μὴ ὡς ἐπὶ τῷ προειρημένῳ
前置词 ἐπί 支配与格(带不定词的名词化现在分词 τῷ μέλλοντι ῥηθήσεσθαι 与分词 τῷ προειρημένῳ),表示该表述所指向的对象或意图(“着眼于将要言及之事,而非着眼于先前已述之事”)。副词 ὡς 标明这种逻辑意图与指向。
