← 辛普里丘

亚里士多德《论天》注释

§22.17-24.3

未完满元素的直线运动与瑟纳尔库斯的疑难

亚历山大通过解释直线运动属于尚未到达本己场所而尚欠完满的元素,为直线运动的自然性进行辩护,辛普利丘亦阐明了亚里士多德立论的意图。随后,辛普利丘与亚历山大反驳了瑟纳尔库斯关于单纯运动与单纯物体的对应关系以及复合运动的疑难,文末引述了瑟纳尔库斯否认“各物体依本性的运动仅有一种”的新反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#3

Ταύτην τὴν ἀπορίαν λύων ὁ Ἀλέξανδρος, ὅτι μὲν οὐ πάντη τελείοις οὖσιν ὑπάρχει ἡ ἐπ’ εὐθείας, ὁμολογήσαντος τοῦτο τοῦ Ἀριστοτέλους ἐν τοῖς Περὶ γενέσεως, καὶ ἐνταῦθα ὁμολογεῖ καὶ αὐτὸς σαφῶς λέγων, ὅτι οὐδὲ οἷόν τε ἦν τούτοις κινεῖσθαι, εἰ μὴ ἦν τι ἐν αὐτοῖς δυνάμει· ἡ γὰρ κίνησις τοῦ δυνάμει ἐστὶν ἐντελέχεια· καὶ ὅτι τέλεια πάντη τότε ἐστίν, ὅταν ᾖ ἐν τοῖς κατὰ φύσιν αὐτοῖς τόποις· ἐνδεῖν δέ φησι τῷ ἄνω κινουμένῳ οὐκ εἰς τὸ πυρὶ εἶναι, ἀλλ’ εἰς τὸ ὄντι αὐτῷ πυρὶ ἐν τῷ κατὰ φύσιν εἶναι τόπῳ,1 ἐφ’ ὃν φέρεται, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὅτι γάρ, φησί, καὶ τοῖς ἤδη κατὰ τὸ εἶδος τελείοις αἱ προειρημέναι κινήσεις κατὰ φύσιν εἰσίν, δῆλον ἐκ τοῦ, ἐάν τις ἐκ τοῦ κάτω, ἐν ᾧ ἤδη ἡ γῆ οὖσα ἐνεργείᾳ ἐστὶ γῆ, μετεωρίσας ἀφῇ γῆν, εἰς τὸ κάτω φέρεσθαι αὐτὴν ὁμοίως·2 οὐ γὰρ ἀφαιρεθεῖσα τοῦ οἰκείου τόπου παύεται τοῦ εἶναι, ὅ ἐστιν. ἔτι δέ, φησίν, εἰ βαρεῖα ἡ γῆ, τὸ δὲ πῦρ κοῦφον, κατὰ φύσιν δὲ τούτοις αἱ τοιαῦται κινήσεις, οὐ σαλεύεται ὁ λόγος, εἰ μὴ ἄρα κοῦφον ὁρίζοιτό τις οὐ τὸ ἐπὶ τὸ ἄνω φερόμενον, ἀλλὰ τὸ πᾶσιν ἐπιπολάζον, καὶ βαρὺ οὐ τὸ ἐπὶ τὸ κάτω φερόμενον, ἀλλὰ τὸ πᾶσιν ὑφιζηκός. καὶ γὰρ καὶ ὁ τοῦ Πλάτωνος Τίμαιος ἀπέδειξε τὸ ἄνω καὶ κάτω πρός τι μᾶλλον ὑπάρχον, ἀλλ’ οὐ καθ’ αὑτό· εἰ γὰρ ὁμολογεῖ καὶ ὁ Ἀριστοτέλης τὸ ἐπὶ τὸν οἰκεῖον τόπον φερόμενον ἐπὶ τὸ εἶδος τὸ αὑτοῦ φέρεσθαι, καὶ ὁ Ἀλέξανδρος τὸ πάντη τέλειον ἐν τοῖς οἰκείοις ἔχειν τόποις, ἐκείνων μάλιστα χρὴ τοὺς ὁρισμοὺς ἀποδιδόναι, ἀλλ’ ὁ ἐκ τῶν κινήσεων ἐπιχειρεῖν βουλόμενος οὐ δεῖται τούτων τῶν ὁρισμῶν. μήποτε οὖν οἶδε μὲν καὶ ὁ Ἀριστοτέλης τὴν ἐπ’ εὐθείας κίνησιν ἀτελῶν καὶ ἐνδεῶν οὖσαν τῶν στοιχείων καὶ ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι ὄντων, βουλόμενος δὲ τούτων χωρίσαι τὰ οὐράνια ἀπὸ τῆς κινήσεως ἐπεχείρησεν ἐκείνοις μὲν δεικνὺς ὑπάρχουσαν κίνησιν τὴν γενέσει καὶ φθορᾷ πρέπουσαν, τῷ δὲ οὐρανίῳ τὴν ἀιδιότητος δεκτικήν. Ἀπορεῖ δὲ πάλιν ὁ Ξέναρχος οὐκ ἀνάγκην εἶναι λέγων, εἰ τοῖς ἁπλοῖς φυσικοῖς σώμασιν ἁπλᾶς ἀποδέδωκε τὰς οἰκείας καὶ συγγενεῖς κινήσεις ἡ φύσις, ἤδη διὰ τοῦτο καὶ ταῖς ἁπλαῖς κινήσεσιν ἁπλᾶ ἀποδεδωκέναι τὰ φυσικὰ σώματα· οὐδὲ γὰρ σύνθετον ταῖς συνθέτοις ἀπέδωκεν· ἦν γὰρ ἄν ἄπειρον αὐτῶν τὸ πλῆθος· ἄπειροι γάρ εἰσιν αἱ σύνθετοι κινήσεις. πρὸς δὲ ταύτην τὴν ἀπορίαν, οἶμαι, ῥητέον, ὅτι ταῖς συνθέτοις κινήσεσιν σύνθετα ἀποδέδοται τὰ φυσικὰ σώματα οὐ τῷ ἄπειρα εἶναι· οὐδὲ γὰρ αἱ σύνθετοι κινήσεις ἄπειροι τοῖς εἴδεσιν, εἰ μὴ τῷ πάλιν καὶ πάλιν ὥσπερ τὰ σώματα· κἂν γὰρ ἕκαστον σύνθετον σῶμα πολλὰς κινῆται συνθέτους κινήσεις, ἀλλ’ οὐκ ἀπείρους τῷ εἴδει, ἀλλ’, εἰ ἄρα, τῷ ἀριθμῷ κατὰ τὸ ἐπ’ ἄπειρον· ὅπερ οὐκ ἀναγκάζει ἄπειρα εἶναι τῷ ἀριθμῷ τὰ κινούμενα, εἰ μὴ ἄρα καὶ αὐτὰ τῷ ἐπ’ ἄπειρον. ὁ δὲ Ἀλέξανδρος εἴτε ταύτην ἄλλως ἐκδεξάμενος τοῦ Ξενάρχου τὴν ἔνστασιν εἴτε ἄλλης μνημονεύων πρὸς τοιαύτην ὑπαντᾶν μοι δοκεῖ· εἰ τὸ σύνθετον γεγονὸς ἕν ἐστι, τοῦ δὲ ἑνὸς μία ἡ κίνησις, ἡ αὐτὴ ἔσται τοῦ τε ἁπλοῦ καὶ τοῦ συνθέτου κίνησις· μία γὰρ καὶ ἡ τοῦ ἁπλοῦ. λύει τοίνυν ὁ Ἀλέξανδρος λέγων· κἂν μία ἡ τοῦ συνθέτου, ἀλλ’ οὐχ ἁπλῆ· ἡ μὲν γὰρ ἁπλῆ καὶ μία, ἡ δὲ μία οὐ πάντως ἁπλῆ· οὐδὲ γὰρ τὸ σῶμα διὰ τὸ ἓν ἤδη καὶ ἁπλοῦν· ὥστε καὶ τοῦ συνθέτου μία μέν, ἀλλ’ οὐχ ἁπλῆ· εἰ δὲ καὶ ἁπλῆ, ἀλλ’ οὐχ ὡς συνθέτου, ἀλλὰ κατὰ τὸ ἐπικρατοῦν· ἐν γὰρ τῷ συνθέτῳ πλείους αἱ τῆς κινήσεως ἀρχαί, διὸ καὶ σύνθετον. ἔστιν δὲ καὶ ταῦτα τοῦ Ξενάρχου· “φέρε δὲ καὶ δύο μὲν εἶναι τὰς ἁπλᾶς γραμμὰς τήν τε περιφερῆ καὶ τὴν εὐθεῖαν, τῶν δὲ τεττάρων, γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, ἕκαστον, ἐπειδὰν ᾖ, κυρίως κατὰ φύσιν ἔχειν κίνησιν τὴν κατὰ τῆς εὐθείας· ἀλλὰ τί δὴ κωλύει καὶ τούτων ὑποκειμένων κατὰ φύσιν εἶναι καὶ τὴν ἐν κύκλῳ τινὸς ἢ τινων ἢ καὶ πάντων αὐτῶν· οὐ γὰρ δὴ καὶ τοῦτο προσυπεθέμεθα, μίαν εἶναι τὴν ἑκάστου κατὰ φύσιν· ἔστι δὲ οὐδὲ δυνατὸν προσυποθέσθαι· ψεῦδος γάρ ἐστι προφανῶς.

亚历山大在解决这一疑难时,由于亚里士多德在《论生成与消灭》中已经承认直线运动不属于完全完满的事物,在此处他自己亦明确承认并说道:若在它们之中不存在潜在的某种东西,它们根本不可能运动——因为运动是潜在者的实现——;并且只有当它们处于各自依本性的场所时,它们才完全完满。然而他说,向上运动之物所欠缺的,并非身为火,而是作为火的它处于它所被带往的、依本性的场所中;对于其他元素亦然。因为他说,上述运动即便对于形式上已经完满的事物而言亦是依本性的,这一点显明于:若有人将已作为现实之土而存在于下方的土举起并释放,它同样会向下运动;因为即便脱离了本己的场所,它亦不会停止成为它所是的事物。此外他说,若土是重的而火是轻的,且此类运动对它们而言是依本性的,该论证便不会动摇,除非有人不把轻定义为“向上运动之物”,而是定义为“浮于所有事物之上者”,且不把重定义为“向下运动之物”,而是定义为“沉于所有事物之下者”。事实上,柏拉图的《蒂迈欧篇》亦证明了上与下更多是相对存在的,而非就其自身存在;因为,如果亚里士多德亦承认被带往本己场所之物是被带往其自身的形式,而亚历山大亦承认完全完满之物是在本己场所中具有[完满性],那么人们固然最应当给出前者的定义,但欲从运动出发进行论证的人却并不需要这些定义。那么,亚里士多德或许亦知晓直线运动属于不完满且有欠缺的、处于生成与消灭之中的元素,但由于希望将天体与这些元素区分开来,他便从运动出发进行论证,向人们表明属于后者的运动是适合于生成与消灭的,而属于天体的运动则是能容纳永恒性的。 而瑟纳尔库斯又提出疑难说:即便自然将本己且同族的单纯运动赋予了单纯的自然物体,亦绝无必然性表明自然因此就将单纯的自然物体赋予了单纯的运动;因为自然亦未将复合的物体赋予复合的运动;否则它们的数量就将是无限的,因为复合的运动是无限的。对此疑难,我认为应当说:复合的自然物体被赋予给复合的运动,并非由于〔物体〕是无限的;因为复合运动在种上亦非无限,除非如物体那样通过周而复始的反复;因为纵然每个复合物体作许多复合运动,但在种上并非无限,而若说无限,亦只是因无限进程而在数目上无限;而这并不必然导致运动之物在数目上是无限的,除非它们自身亦因无限进程而如此。 至于亚历山大,不知是将瑟纳尔库斯的这一反驳作了不同的理解,还是记起了另一种反驳,在我看来他所应对的是这样一种论调:如果已生成的复合之物是一,而一物之运动是单一的,那么单纯之物与复合之物的运动就将是相同的;因为单纯之物的运动亦是单一的。于是亚历山大解决道:即便复合之物的运动是单一的,但绝非单纯的;因为单纯的〔运动〕亦是单一的,但单一的〔运动〕绝不必然是单纯的;因为物体亦并非因其为一就已经是单纯的;因此复合之物的运动虽是单一的,却非单纯的;即便它亦是单纯的,亦非作为复合之物的运动,而是依凭于占主导地位的部分;因为在复合之物中运动的本原有多个,故而它亦是复合的。 此外,瑟纳尔库斯亦有如下言论:“且设单纯线有两条,即圆周与直线,而四者即土、水、空气、火中的每一者,只要存在,就严格地依本性具有沿直线的运动;但在这些假定之下,究竟有何妨碍圆周运动亦依本性属于它们之中的某一种、某些种、甚至所有呢?因为我们委实并未预先假定这一点:各物依本性的运动只有一种;而且预先假定这一点亦是不可能的,因为这显见是虚妄的。”

语法注2 条
  1. 1.11ἐνδεῖν δέ φησι τῷ ἄνω κινουμένῳ οὐκ εἰς τὸ πυρὶ εἶναι, ἀλλ’ εἰς τὸ ὄντι αὐτῷ πυρὶ ἐν τῷ κατὰ φύσιν εἶναι τόπῳ

    由介词 εἰς 引导的两个带冠词不定式短语(εἰς τὸ πυρὶ εἶναι 与 εἰς τὸ ... εἶναι)表示动词 ἐνδεῖν(欠缺)所涉及的方面。在后一个不定式短语中,与格短语 ὄντι αὐτῷ πυρὶ 作为谓词性修饰,与主句中的与格补足语 τῷ ἄνω κινουμένῳ 保持格的一致,而非转换为对格。

  2. 1.11δῆλον ἐκ τοῦ, ἐάν τις ἐκ τοῦ κάτω, ἐν ᾧ ἤδη ἡ γῆ οὖσα ἐνεργείᾳ ἐστὶ γῆ, μετεωρίσας ἀφῇ γῆν, εἰς τὸ κάτω φέρεσθαι αὐτὴν ὁμοίως

    句子的核心骨架为 δῆλον ἐκ τοῦ ... φέρεσθαι αὐτήν(“显明于……它被运送这一事实”),介词 ἐκ 所支配的带冠词不定式 τοῦ 与 φέρεσθαι 之间插入了条件状语从句(ἐάν τις ... ἀφῇ)。在条件从句内部的关系从句(ἐν ᾧ ἤδη ἡ γῆ οὖσα ἐνεργείᾳ ἐστὶ γῆ)中,分词 οὖσα 说明土在该场所中的状态,而 ἐνεργείᾳ ἐστὶ γῆ 构成关系从句的主要谓语部分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:22.17-24.3