- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:239.34-240.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘基于亚里士多德《天论》第一卷第七章(275b18),阐明了如下论据的结构:如果存在直线运动的无限物体,则在强力运动中从外部推动它的动者也必具有无限的力量与量度,从而导致存在两个无限物体的不可能结论。
" Ἔτι εἴτε φύσει ἔχει κίνησιν τοῦ εἰς εὐθύ ἕως τοῦ ἔσται δύο ἄπειρα τό τε κινοῦν οὕτω καὶ τὸ κινούμενον." Δείξας, ὅτι οὐκ ἔστιν ἄπειρον τὸ κινούμενον ἐπ’ εὐθείας σῶμα ἐκ τοῦ δύο ἀπείρους ἔσεσθαι τόπους, ὅπερ ἀδύνατον, νῦν τὸ αὐτὸ δείκνυσιν ἐκ τοῦ δύο ἄπειρα ἔσεσθαι σώματα ἀδυνάτου καὶ αὐτοῦ ὁμοίως ὄντος. δείκνυσι δὲ ἐκ δυεῖν προαποδειχθέντων αὐτῷ τοῦ τε πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι, ὅπερ ἐν τῷ η̄ τῆς Φυσικῆς ἀκροάσεως ἀπέδειξε, καὶ τοῦ, εἰ κινοῖτο τὸ ἄπειρον, ὑπὸ ἀπείρου κινεῖσθαι δυνάμεως, μηδὲν δὲ πεπερασμένον μέγεθος ἄπειρον ἔχειν δύναμιν, ἅπερ ἐν τῷ θ̄ τῆς αὐτῆς πραγματείας ἀπέδειξεν. εἴτε οὖν κατὰ φύσιν ἐπ’ εὐθείας κινεῖται τὸ ἄπειρον σῶμα εἴτε παρὰ φύσιν καὶ βίᾳ, ἀμφοτέρως ἄπειρον ὂν ὑπὸ ἀπείρου δυνάμεως κινηθήσεται τοῦ κινοῦντος αὐτὸ σώματος ἀπείρου καὶ αὐτοῦ ὄντος·1 ἥ τε γὰρ ἄπειρος ἰσχὺς ἀπείρου σώματός ἐστιν, καὶ τοῦ ἀπείρου σώματος ἄπειρός ἐστιν ἡ ἰσχύς, ὃ ὡς προαποδεδειγμένον ἠξίωται νῦν. ἐπειδὴ δὲ τὰ μὲν κατὰ φύσιν κινούμενα, κἂν ὑπό τινος κινῆται, ἔνδον ἐν ἑαυτοῖς καὶ ἀσώματον ἔχει τὸ κινοῦν (τοῦτο δὲ οὐδὲν συντελεῖ πρὸς τὴν τοῦ ἀτόπου συναγωγὴν τοῦ δεικνύντος δύο ἔσεσθαι ἄπειρα σώματα),2 εἰκότως προσέθηκεν εἰ οὖν τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν ἐνδέχεται κινηθῆναι καὶ τότε ἐπήγαγε τὸ ἔσται δύο ἄπειρα3 τό τε κινοῦν οὕτως καὶ τὸ κινούμενον εἰκότως καὶ τὸ οὕτως προσθείς· τῷ γὰρ βίᾳ κινουμένῳ ἕπεται τὸ ἄλλο παρ’ αὐτὸ τὸ κινοῦν εἶναι. ἐπειδὴ οὖν τὸ κατὰ φύσιν κινούμενον καὶ παρὰ φύσιν ἐνδέχεται κινεῖσθαι, τὸ δὲ τοιοῦτον ἔξωθεν ἔχει τὸ κινοῦν, καὶ εἰ ἄπειρον εἴη κινούμενον, ἄπειρον ἀνάγκη καὶ τὸ κινοῦν εἶναι, εἰκότως εἶπεν, ὅτι, κἂν φύσει κἂν βίᾳ τὸ ἄπειρον ἐπ’ εὐθὺ κινῆται, ὑπὸ ἀπείρου κινηθήσεται, οὐχ ὅτι κατὰ φύσιν κινεῖται, ἀλλ’ ὅτι ἐνδέχεται τὸ φύσει κινούμενον ἐπ’ εὐθείας καὶ βίᾳ κινηθῆναι· τούτῳ δὲ ἕπεται τὸ ὑπὸ ἀπείρου τινὸς ἔξωθεν κινεῖσθαι, ὡς εἶναι τὴν τοῦ λόγου συναγωγὴν τοιαύτην· τὸ ἄπειρον σῶμα εἴτε κατὰ φύσιν εἴτε παρὰ φύσιν λέγοιτο κινεῖσθαι ἐπ’ εὐθείας, ἐνδέχεται αὐτὸ βίᾳ καὶ παρὰ φύσιν κινεῖσθαι· τὸ βίᾳ κινούμενον σῶμα ἔξωθεν ὑπό τινος κινεῖται σώματος τοῦ κινοῦντος αὐτό· τὸ ἔξωθεν οὕτως κινούμενον, ἐὰν ἄπειρον ᾖ, ὑπὸ ἀπειροδυνάμου κινηθήσεται· τὸ δὲ ἀπειροδύναμον σῶμα ἄπειρον καὶ αὐτό ἐστι κατὰ μέγεθος· τὸ ἄρα ἄπειρον σῶμα ὑπὸ ἀπείρου τινὸς ἄλλου σώματος κινηθήσεται· δύο ἄρα ἔσται τὰ ἄπειρα τό τε κινοῦν καὶ τὸ κινούμενον, ὅπερ ἀδύνατον. ἀλλ’ ἐν μὲν τοῖς προλαβοῦσιν ἔδειξεν, ὅτι ἀδύνατον ἄπειρον ὑπὸ ἀπείρου παθεῖν τι, ἀπὸ προσεχῶν καὶ οἰκείων τῶν ἀπὸ τῆς ἀναλογίας εἰλημμένων, ἐνταῦθα δὲ ἠρκέσθη εἰς ἄδοξόν τι τὸν λόγον ἀπαγαγεῖν τὸ δύο ἔσεσθαι ἄπειρα, διὸ καὶ λογικώτερον τὸ ἐπιχείρημα κέκληκεν.
“此外,无论它依本性具有沿直线的运动……直到‘以这种方式推动者与被推动者将成为两个无限者’。” 在根据将存在两个无限处所这一不可能的前提证明了沿直线运动的物体不是无限的之后,他现在又根据将存在两个无限物体这一同样不可能的前提来证明同一结论。他是根据自己先前证明过的两点来证明的:其一是凡被运动者皆受某物运动(这一点他在《物理学》第七卷中作了证明),其二是如果无限者运动,它乃是受无限之力运动,且没有任何有限量度具有无限之力(这些他在同一著作的第八卷中作了证明)。因此,无论无限物体是依本性沿直线运动,还是违反本性受强力运动,在两种情况下,它作为无限者都将被无限之力所运动,而运动它的物体自身亦为无限;因为无限的力量属于无限物体,而无限物体的力量也是无限的,这一点现在被作为先前已证明的公设。然而,由于依本性运动的事物即使受某物运动,也在其自身内部拥有非物体的推动者(而这对于导出表明将存在两个无限物体的荒谬结论毫无助益),所以他自然地补充道:“那么,如果依本性运动者也能够违反本性而运动”,继而引出“以这种方式推动者与被推动者将成为两个无限者”,在此合理地补充了“以这种方式”;因为对于受强力运动者而言,相伴随的是推动者乃是自身以外的别物。因此,既然依本性运动者也能够违反本性而运动,而此类事物从外部拥有推动者,且若被运动者是无限的,推动者也必然是无限的,所以他自然地说:无论无限者依本性还是受强力沿直线运动,它都将被无限者所运动,这并非因为它是依本性运动,而是因为依本性沿直线运动者也能够受强力而运动;而与此相伴随的是它从外部受某种无限之物运动,以至于论证的推导如下:无论无限物体被说成依本性还是违反本性沿直线运动,它都能够受强力且违反本性而运动;受强力运动的物体从外部受某种运动它的物体所运动;以这种方式从外部被运动者若是无限的,将被具有无限力量者所运动;而具有无限力量的物体自身在量度上也是无限的;因此无限物体将被某种别的无限物体所运动;于是推动者与被推动者将成为两个无限者,而这是不可能的。不过,在先前的论据中,他基于从比例中获取的切近且固有的论据证明了无限者不可能受无限者产生任何作用,而在此他仅满足于将论述导向一个反常识的结论,即存在两个无限者,因而他也称该论据为“更为逻辑的”。
- 1.73τοῦ κινοῦντος αὐτὸ σώματος ἀπείρου καὶ αὐτοῦ ὄντος
独立属格结构,用作伴随情况和结果,承接主句中所述的情况(即被动者作为无限者将被无限之力运动),指出推动它的物体自身也必然是无限的。
- 1.73τοῦ δεικνύντος δύο ἔσεσθαι ἄπειρα σώματα
τοῦ δεικνύντος 在此作为与紧邻其前的 τοῦ ἀτόπου(中性单数属格)相一致的修饰分词,而非指代论证者亚里士多德的实质化阳性属格分词,意为“表明将存在两个无限物体的荒谬结论”。
- 1.73εἰκότως προσέθηκεν εἰ οὖν τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν ἐνδέχεται κινηθῆναι καὶ τότε ἐπήγαγε τὸ ἔσται δύο ἄπειρα
上下文省去的主语为亚里士多德。两个主要动词 προσέθηκεν 与 ἐπήγαγε 由 καί 连接,分别支配亚里士多德的原话作为宾语。句末的分词短语 εἰκότως καὶ τὸ οὕτως προσθείς 依附于 ἐπήγαγε,解释引文中副词 οὕτως(“以这种方式”)的用意。
