- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:238.4-239.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释了亚里士多德在证明无限物体不可能作处所运动时,如何从针对具体对象的物理/实质性论据转向更为普遍和辩证的“逻辑”论据。他解析了作圆周运动和直线运动对无限物体皆属不可能的论证,并探讨了亚历山大关于直线运动论据在此重复出现的解释。
" Λογικώτερον δὲ ἔστιν ἐπιχειρεῖν καὶ ὧδε." Τὰ λογικώτερα ἐπιχειρήματα πρὸς ἀντιδιαστολὴν τῶν πραγματικῶν λέγεται. πραγματικὰ δέ ἐστι τὰ ἀπὸ τῶν προσεχῶν τῷ προκειμένῳ λαμβανόμενα καὶ ἀπ’ αὐτοῦ τοῦ πράγματος ἐπιχειροῦντα, ὡς μὴ ῥᾴδιον εἰς ἄλλο μεταγαγεῖν τὴν ἀπόδειξιν.1 τὰ δὲ λογικά, ἅπερ καὶ διαλεκτικὰ καλοῦσιν, ἀληθῆ μέν ἐστιν καὶ αὐτά, κοινότερα δὲ καὶ δυνάμενα καὶ ἄλλοις ἐφαρμόττειν καὶ ἐξ ἐνδόξων μᾶλλον εἰλημμένα, ὧν τὴν μέθοδον ἐν τοῖς Τοπικοῖς ἐπιγραφομένοις ὁ Ἀριστοτέλης παραδέδωκεν τόπους τὰς κοινότητας καλέσας, καθ’ ἃς λαμβάνεται τὰ ἐπιχειρήματα. δείξας οὖν πρότερον δι’ οἰκείων καὶ προσεχῶν ἐπιχειρημάτων τῶν ἀπὸ τῆς φυσικῆς ἑκάστων κινήσεως, ὅτι οὐδὲν σῶμα ἁπλοῦν ἐστιν ἄπειρον, τὸ αὐτὸ καὶ διὰ κοινοτέρων ἐπιχειρημάτων δείκνυσιν.
“较为逻辑地,也可以如下进行论证。” 较为逻辑的论据是相对于实质性的论据而言的。实质性的论据是从切近当前论题的事物中获取,并从事情本身出发进行论证的,以至于不易将该证明转用于其他事物。而逻辑的论据——人们也称之为辩证的论据——它们自身虽也是真实的,但更为普遍,也能适用于其他事物,且更多地是从通念中获取的;亚里士多德在题为《论题篇》的著作中传授了这一方法,他将据以获取论据的普遍性观念称为“论题”(处所)。因此,在先前通过基于各自自然运动的固有且切近的论据证明了没有任何简单物体是无限的之后,他又通过更为普遍的论据来证明同一结论。
"Οὔτε γὰρ κύκλῳ οἷόν τε κινεῖσθαι τὸ ἄπειρον ἕως τοῦ καὶ ἄλλον τοσοῦτον, εἰς ὃν παρὰ φύσιν." Προλαβών, ὅτι πᾶν σῶμα φυσικὸν κινεῖται κατὰ τόπον, εἴπερ ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι, δείκνυσιν, ὅτι οὐδὲν σῶμα ἄπειρον οὔτε συνεχὲς οὔτε διωρισμένον δυνατὸν κινεῖσθαι κατὰ τόπον, ἐξ οὗ συνάγεται, ὅτι οὐδὲν σῶμα φυσικὸν οὔτε συνεχὲς οὔτε διωρισμένον ἄπειρον εἶναι δυνατόν. καὶ πρῶτον ἐπὶ τῶν συνεχῶν, ὅτι τὸ κύκλῳ κινούμενον ὁμοιομερὲς καὶ ἁπλοῦν οὐκ ἔστιν ἄπειρον, δείκνυσιν ἐν δευτέρῳ σχήματι συνάγων οὕτως· τὸ κύκλῳ κινούμενον ὁμοιομερὲς σῶμα μέσον ἔχει· τὸ ἄπειρον μέσον οὐκ ἔχει. κοινοτέρα δὲ δεῖξις αὕτη οὐκ ἀπὸ τῆς φυσικῆς μόνης κινήσεως εἰλημμένη οὐδὲ μόνοις τοῖς φυσικοῖς ἐφαρμόζουσα οὐδὲ τοῖς σφαιρικοῖς σώμασι μόνοις οὐδὲ μόνοις τοῖς οὐρανίοις, ἀλλὰ πᾶσι τοῖς κύκλῳ κινουμένοις, κἂν φυσικὰ ᾖ κἂν τεχνητά, κἂν σφαιρικὰ κἂν ἄλλου σχήματος, κἂν οὐράνια κἂν ἐπὶ γῆς· πάντα γὰρ τὰ κύκλῳ κινούμενα περὶ μέσον ἀνάγκη κινεῖσθαι. ἐν δὲ τοῖς προλαβοῦσιν ἐπιχειρήμασιν ἔδειξεν, ὅτι οὔτε τὸ οὐράνιον οὔτε τὰ ὑπὸ σελήνην σώματα δύνανται ἄπειρα εἶναι, ἐκ τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχουσῶν κινήσεων· οὔτε γὰρ τὸ κυκλοφορητικὸν κύκλῳ φέρεσθαι ἐδύνατο, εἴπερ ἄπειρον ἦν, οὔτε τὰ ὑπὸ σελήνην εὐθυπορεῖσθαι· ἄπειρον γὰρ ἂν εἶχον βαρύτητα ἢ κουφότητα, ὅπερ ἀδύνατον ἐδείχθη. καὶ ἡ ἀπὸ τῆς ἀναλογίας δὲ τῶν μεγεθῶν καὶ τῶν κινήσεων καὶ τῶν χρόνων ἀπόδειξις οἰκείως ἐγίνετο ἐπὶ τῶν φυσικῶς κινουμένων σωμάτων. Τὸ δὲ “ὁμοιομερὲς ὂν” πρόσκειται, οὐχ ὅτι τὰ ἀνομοιομερῆ καὶ σύνθετα κύκλῳ κινούμενα οὐχὶ περὶ μέσον κινεῖται· πᾶν γὰρ τὸ κύκλῳ κινούμενον περὶ μέσον κινεῖται· ἀλλ’ ὅτι περὶ τῶν ἁπλῶν νῦν σωμάτων ὁ λόγος ἦν. τὸ γὰρ ὁμοιομερὲς ὂν ἀντὶ τοῦ ἁπλοῦν πρόσκειται· ἐπὶ γὰρ τούτου ποιεῖται τὴν ἀπόδειξιν, διότι καὶ τοῖς συνθέτοις ἡ φυσικὴ κίνησις κατὰ τὴν ἐπικράτειαν τῶν ἐν αὐτοῖς ἁπλῶν τινος γίνεται. Ὅτι δὲ οὐδὲ ἐπ’ εὐθείας κινηθήσεται τὸ ἄπειρον, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυσιν οὕτως· εἰ κινεῖται ἐπ’ εὐθείας τὸ ἄπειρον, ἐπειδὴ τὰ ἐπ’ εὐθείας κινούμενα καὶ κατὰ φύσιν κινεῖται, ὅταν ἐπὶ τὸν οἰκεῖον φέρηται τόπον, καὶ παρὰ φύσιν, ὅταν ἐπὶ τὸν ἐναντίον, ἀνάγκη δύο ἀπείρους εἶναι τόπους τόν τε, εἰς ὃν κατὰ φύσιν φέρεται, καὶ τὸν εἰς ὃν παρὰ φύσιν· ἀλλὰ μὴν ἀδύνατον δύο ἀπείρους εἶναι τόπους· οὔτε γὰρ σώματα οὔτε τόποι δύο ἄπειροι ἔσονται, εἴπερ πανταχοῦ τὸ ἄπειρον. καὶ οὕτως μὲν αὐτὸς ἐκ τοῦ κατὰ φύσιν καὶ παρὰ φύσιν κινεῖσθαι τὰ ἐπ’ εὐθείας διπλοῦν ἀπέδειξε τὸ ἄπειρον· δυνατὸν δὲ τὸ αὐτὸ δείκνυσθαι, καὶ εἰ μεταβαίνοι ὁπωσοῦν τὸ ἄπειρον ἀπὸ τόπου εἰς τόπον· δύο γὰρ ἔσονται τόποι, ὅν τε ἀπέλιπε καὶ εἰς ὃν μετέβη. Κοινοτέρα δὲ καὶ αὕτη δοκεῖ ἡ δεῖξις, καθ’ ὅσον ἡ αὐτὴ τοῖς τε κούφοις ὁμοίως ἐφαρμόττει καὶ τοῖς βαρέσι. τὸ δὲ αὐτὸ τοῦτο ἐπιχείρημα καὶ ἤδη τέθεικεν, ὅτε ἔλεγεν “ἀλλὰ μὴν οὐδὲ ὅλως γε τὸ ἄπειρον ἐνδέχεται κινεῖσθαι. ἢ γὰρ κατὰ φύσιν κινήσεται ἢ βίᾳ· καὶ εἰ βίᾳ, ἔστιν αὐτῷ καὶ ἡ κατὰ φύσιν, ὥστε καὶ τόπος ἴσος ἄλλος, εἰς ὃν οἰσθήσεται· τοῦτο δὲ ἀδύνατον”. καὶ ὁ μὲν Ἀλέξανδρος ἐπισημηνάμενος τοῦτο εὐλογώτερόν φησιν ἐνθάδε κεῖσθαι αὐτὸ λογικώτερον ὑπάρχον, καὶ ὅτι ἐνταῦθα πρόσκειται τὸ μηδὲ ὡς τὸ κύκλῳ φερόμενον κινήσεσθαι διὰ τὸ μὴ ἔχειν μέσον, τότε δὲ τούτου οὐκ ἐμνημόνευσε. μήποτε δὲ ὡς τῆς δείξεως καὶ ἀπὸ τῶν οἰκείων τοῖς ἐπ’ εὐθείας εἰλημμένης·2 οἰκεῖα γὰρ τούτοις τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν· καὶ ἀπὸ τῶν κοινῇ τοῖς τε κούφοις καὶ τοῖς βαρέσιν ὑπαρχόντων· κοινῇ γὰρ αὐτοῖς ὑπάρχει τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν· εἰκότως αὐτὴν ἔν τε τοῖς ἀπὸ τῶν ἰδίων ἐπιχειρήμασι τέθεικεν καὶ ἐν τοῖς ἀπὸ τῶν κοινῶν. τὸ δὲ κύκλῳ κινούμενον ὡς κοινὸν ἐνταῦθα παρείληπται.
“因为无限者既不可能作圆周运动……直到‘以及另一个同样大的[处所],违反本性地进入其中’。” 在预先设定了一切自然物体都在处所中运动(如果自然确实是运动的本原的话)之后,他证明了任何无限的物体,无论是连续的还是离散的,都不能在处所中运动,由此得出结论:任何自然物体,无论是连续的还是离散的,都不可能是无限的。首先对于连续物体,他通过第二格推论如下证明了作圆周运动的同质且简单的物体不是无限的:“作圆周运动的同质物体具有中心;无限者不具有中心。”而这个证明是更为普遍的,它不仅不是仅从自然运动中获取的,也不是仅适用于自然物体的,既非仅适用于球形物体,亦非仅适用于天体,而是适用于一切作圆周运动的事物,无论它们是自然的还是人工的,是球形的还是其他形状的,是天上的还是地上的;因为一切作圆周运动的事物都必然围绕中心运动。然而在先前的论据中,他根据依本性属于天体与月下物体的运动证明了它们都不能是无限的;因为作圆周运动的物体如果是无限的,就不能作圆周运动,月下物体也不能作直线运动;因为它们将具有无限的重性或轻性,而这已被证明是不可能的。而且基于大小、运动和时间的比例的证明,也是固有地针对自然运动的物体而作出的。而补充说“作为同质的”,并不是因为非同质且复合的作圆周运动之物不围绕中心运动——因为一切作圆周运动之物都围绕中心运动——,而是因为现在的论述是关于简单物体的。因为“作为同质的”是用来代替“简单的”而补充的;因为他针对这一事物作出证明,乃是由于复合事物的自然运动也是依据其中某种简单成分的支配地位而产生的。至于无限者也不会作直线运动,他通过归谬法证明如下:如果无限者作直线运动,由于作直线运动的事物既依本性运动(当运送至其本有处所时),又违反本性运动(当运送至相反处所时),就必然存在两个无限的处所,即依本性运送至的处所和违反本性运送至的处所;然而存在两个无限的处所是不可能的;因为如果无限者无处不在,就不会有两个无限的物体,也不会有两个无限的处所。他就这样从直线运动的事物依本性和违反本性运动这一事实,证明了无限者将加倍;但即使无限者以任何方式从一处转移至另一处,同样可以证明这一点;因为将存在两个处所,即它离开的处所和它转移进入的处所。而且这个证明似乎也是更为普遍的,只要同一证明同样适用于轻的事物和重的事物。而这完全相同的论据他也早已提出过,当时他说:“然而无限者全然不可能运动。因为它要么依本性运动,要么受强力运动;如果是受强力,它也有依本性的运动,从而也有它将被运送至的另一个同样大的处所;但这不可能。”亚历山大指出了这一点,并说由于它更为逻辑(普遍),因而放在这里更为合理,而且这里补充了由于没有中心而甚至不能像作圆周运动的物体那样运动,而在当时他没有提到这一点。但或许,既然该证明既是从直线运动物体的固有性质中获取的——因为依本性和违反本性对这些物体是固有的——,也是从轻物和重物所共通的性质中获取的——因为依本性和违反本性对它们是共通的——,因而他自然地既将它置于基于特有属性的论据中,又置于基于普遍属性的论据中。而作圆周运动的物体在此是作为普遍事物被引入的。
- 1.71ὡς μὴ ῥᾴδιον εἰς ἄλλο μεταγαγεῖν τὴν ἀπόδειξιν
连词 ὡς 在此与不定式(μεταγαγεῖν)连用,表示由前述实质性论据(πραγματικά)的特征所导致的结果(用法等同于 ὥστε 引导的不定式结果从句)。否定词使用 μή 属于不定式结构的常规语法规则。
- 1.72μήποτε δὲ ὡς τῆς δείξεως καὶ ἀπὸ τῶν οἰκείων τοῖς ἐπ’ εὐθείας εἰλημμένης
副词短语 μήποτε 引导一个提出审慎推测或替代解释的独立句(“或者也许是因为……”)。其后由 ὡς 引导属格独立结构(ὡς τῆς δείξεως ... εἰλημμένης),为主句动词 τέθεικεν 提供主观原因说明。
