← 辛普里丘

亚里士多德《论天》注释

§241.1-242.11

无限者的推动者与运动分类的辨析

关于亚里士多德探讨何物运动无限者的文本(275b25),辛普里丘介绍并评注了亚历山大对依本性运动、受强力运动及自发运动的划分与疑难,并为亚里士多德自身论证划分的连贯性进行了辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.74

" Ἔτι τὸ κινοῦν τὸ ἄπειρον τί ἔστιν; ἕως τοῦ διαφέροντα τὴν μορφὴν καὶ τὴν δύναμιν.1" Δείξας, ὁ Ἀλέξανδρός φησι, τὸ ἑπόμενον ἄτοπον τῷ βίᾳ κινεῖσθαι τὸ ἄπειρον, ὅτι ἀνάγκη ἔξωθεν ἄλλο ἄπειρον εἶναι τὸ κινοῦν αὐτό, νῦν δείκνυσιν, ὅτι, κἂν κατὰ φύσιν κινῆται, τὸ αὐτὸ ἄτοπον ἕπεται. εἰ γὰρ πᾶν, φησί, τὸ κατὰ φύσιν κινούμενον ὑπό τινος κινεῖται καὶ ἢ ὑφ’ ἑαυτοῦ ἢ ὑπὸ ἄλλου, καὶ τὸ ἄπειρον κατὰ φύσιν κινούμενον ἢ ὑφ’ ἑαυτοῦ ἢ ὑπ’ ἄλλου κινεῖται. ἀλλ’ εἰ μὲν ὑφ’ ἑαυτοῦ, ἔμψυχον ἔσται· μόνα γὰρ ταῦτα αὐτοκίνητα ὑπὸ τῆς ἐν αὐτοῖς ψυχῆς κινούμενα· ἀλλ’ εἰ τοῦτο, ζῷόν ἐστι τὸ ἄπειρον σῶμα· ἀδύνατον δὲ ζῷον ἄπειρον εἶναι· τὸ γὰρ ζῷον μεμόρφωται καὶ πεπεράτωται τῇ μορφῇ, τὸ δὲ ἄπειρον οὐ μεμόρφωται, καὶ τὸ μὲν ζῷον ἐν συμμετρίᾳ τῇ πρὸς ἄλληλα τῶν μερῶν ἐστι, τὸ δὲ ἄπειρον οὐδὲν ἔχει σύμμετρον. εἰ οὖν μὴ ὑφ’ ἑαυτοῦ κινεῖται, ἀλλ’ ὑπὸ ἄλλου, ἔσται δύο ἄπειρα τό τε κινοῦν καὶ τὸ κινούμενον διαφέροντα τὴν μορφήν, τουτέστιν ἐν οἰκείᾳ περιγραφῇ ἀφωρισμένα· εἰ γὰρ συνεχῆ ἦν, οὐκ ἄν ἔπασχεν ὑπ’ ἀλλήλων· οὐδὲν γὰρ ὑφ’ ἑαυτοῦ πάσχει· διαφέροντα δὲ καὶ τῇ δυνάμει, εἴπερ τὸ μὲν κινοῦν ἐστι, τὸ δὲ κινούμενον, ἄπειρα ἄμφω· δύο ἄρα ὄντως ἂν ἦν τὰ ἄπειρα, ὅπερ ἀδύνατον καὶ πρότερον εἴρηται. δύναται δέ, φησὶν ὁ Ἀλέξανδρος, τὰ προειρημένα καὶ πλείους ἐπιχειρήσεις εἶναι καὶ πάντα μιᾶς ἐπιχειρήσεως μόρια λέγοντος αὐτοῦ· ἐπεὶ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται καὶ ἢ ὑφ’ ἑαυτοῦ ἢ ὑπ’ ἄλλου ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν, καὶ δεικνύντος2 ἑκάστῳ αὐτῶν ἀδύνατόν τι ἀκολουθοῦν· εἴτε γὰρ παρὰ φύσιν, πλείω τὰ ἄπειρα μεγέθη· ἐκτὸς γὰρ τὸ οὕτως κινοῦν καὶ βιαζόμενον· εἴτε κατὰ φύσιν, εἰ μὲν ὑφ’ ἑαυτοῦ, ἄπειρόν τι ζῷον ἔσται, ὅπερ ἀδύνατον, εἰ δὲ ὑπ’ ἄλλου, ἄπειρόν τι σῶμα πάλιν ἄλλο ἔσται, ὃ τῇ ἀπείρῳ ἑαυτοῦ δυνάμει κινήσει τὸ ἄπειρον σῶμα. Δόξειε δ’ ἄν, φησὶν ὁ Ἀλέξανδρος, καὶ παρεῖσθαι τὰ κατὰ φύσιν κινούμενα, ἃ οὔτε κατὰ ψυχὴν κινεῖται οὔτε ἔξωθέν τι ἔχει τὸ κινοῦν αὐτά, εἴ γε κατὰ τὴν ἐν αὐτοῖς δύναμιν κινεῖται. “ἢ τοῦτο, φησί, παρείασεν ὡς δεδειγμένον διὰ τὸ μήτε βαρύτητα μήτε κουφότητα δύνασθαι ἄπειρον εἶναι; ἢ καὶ διὰ τοῦτο λογικὴ ἡ ἐπιχείρησις; ἐνδόξως γὰρ τὴν διαίρεσιν ἐποιήσατο· ἢ καὶ ταῦτα ὑπό τινος ἔξωθεν κινοῦντος δέδεικται ἐν τῇ Φυσικῇ ἀκροάσει; τοῦ γὰρ τῆς γενέσεως αὐτοῖς αἰτίου.” οὕτως μὲν οὖν ὁ Ἀλέξανδρος οὐ προσεσχηκώς, οἶμαι, τῷ “εἴτε φύσει ἔχει κίνησιν τοῦ εἰς εὐθὺ εἴτε βίᾳ”·3 οὐ γὰρ ἂν εἶπεν παρεῖσθαι τῇ διαιρέσει ταύτῃ τὰ κατὰ φύσιν κινούμενα. μήποτε οὖν τοιαύτῃ χρῆται τῇ διαιρέσει ὁ Ἀριστοτέλης· τὸ ἄπειρον σῶμα, εἰ ἔχει κίνησιν, ἢ κατὰ φύσιν αὐτὴν ἔχει ἢ βίᾳ, καὶ εἰ κατὰ φύσιν, ἢ φύσει ὡς τὰ φυσικὰ λεγόμενα οἷον γῆ καὶ πῦρ ἢ ὡς τὰ αὐτοκίνητα λεγόμενα τὰ ὑπὸ τῆς ἐν ἑαυτοῖς κινουμένα ψυχῆς· τὸ γὰρ βίᾳ πρὸς ἄμφω ταῦτα ἀντιδιῄρηται. δείξας οὖν, ὅτι οὐ βίᾳ· ἀνάγκη γὰρ εἶναί τι ἔξωθεν ἄλλο ἄπειρον τὸ κινοῦν· οὔτε ὡς τὰ φυσικά, διότι τὰ κατὰ φύσιν καὶ παρὰ φύσιν ἐνδέχεται κινηθῆναι, καὶ πάλιν βίᾳ, καὶ ἔξωθεν τὸ κινοῦν, δείκνυσιν, ὅτι οὐδὲ ὡς τὰ αὐτοκίνητα ὑφ’ ἑαυτοῦ κινεῖται, ἵνα μὴ ζῷον ᾖ· ἀνάγκη οὖν ὑπ’ ἄλλου, καὶ πάλιν ἔξωθεν τὸ κινοῦν.

“此外,运动无限者之物是什么?……直到‘在形式和力量上互有不同’。” 亚历山大说,在指出了无限者受强力运动所伴随的荒谬结论——即必须有外部的另一个无限者作为运动它的事物——之后,他现在指出,即使它依本性运动,也会伴随同样的荒谬结论。因为他说,如果凡依本性被运动者皆受某物运动,且要么受自身运动,要么受他物运动,那么依本性运动的无限者也受自身或受他物运动。然而,如果受自身运动,它将是有灵魂的;因为只有这些事物是自发运动的,由其内在的灵魂所运动。但如果是这样,无限物体便是一种动物;然而动物不可能是无限的;因为动物具有形式且由形式所限定,而无限者没有形式,且动物在于其各部分相互间的对称与匀称,而无限者没有任何对称可言。因此,如果它不是受自身运动,而是受他物运动,那么作为推动者与被推动者,将存在两个在形式上互有不同的无限者,也就是说在各自固有的轮廓中被划定;因为若它们是连续的,便不会相互产生作用,因为没有任何事物受自身的作用;而且在力量上也互有不同,既然一者是推动者,另一者是被推动者,而两者皆为无限;因此实际上将存在两个无限者,而这是不可能的且先前已论述过。亚历山大又说,上述论说既可以是多个论证,也可以全部作为一个单一论证的诸组成部分,正如他说:“既然凡被运动者皆受某物运动,且要么受自身要么受他物,要么依本性要么违反本性”,并指出它们各自都伴随着某种不可能的结论。因为如果是违反本性,无限的量度将不止一个,因为以这种方式运动且施加强力者位于外部;而如果是依本性,若是受自身,将存在某种无限的动物,而这是不可能的,若是受他物,将再次存在另一个无限物体,以其自身的无限力量来运动这个无限物体。然而亚历山大说,人们或许会认为遗漏了那些依本性运动的事物,它们既非循着灵魂运动,也没有任何来自外部运动它们的事物,如果它们确是依其内部的力量运动的话。“抑或”,他说,“他是因为重与轻都不可能是无限的这一先前证明而略过了这一点?抑或该论证也正因如此才是逻辑的(一般的)?因为他是基于常识作出了这一划分。抑或在《物理学》中也已经证明了这些事物同样受某种外部运动者所运动,即受使其产生的原因所运动?”亚历山大便是这样说的,但我认为他未曾注意到“无论它依本性具有沿直线的运动还是受强力”这一表述;因为他若注意到了,就不会说依本性运动的事物在这一划分中被遗漏了。因此,或许亚里士多德所使用的是如下的划分:无限物体若具有运动,要么依本性具有,要么受强力具有;若是依本性,要么如同所谓自然物(如土和火)那般由本性具有,要么如同由其内在的灵魂所运动的、被称为自发运动的事物那般具有;因为受强力的运动是与这两者相对立而区分开来的。因此,在指出了它并非受强力运动(因为必然存在外部的另一个无限推动者),也并非如同自然物那般运动(因为依本性运动的事物也可以违反本性运动,从而再次受强力且推动者在外部)之后,他指出它甚至也不是像自发运动的事物那样受自身运动,以免它成为动物;于是必然受他物运动,而推动者再次位于外部。

语法注3 条
  1. 1.74διαφέροντα τὴν μορφὴν καὶ τὴν δύναμιν

    分词 διαφέροντα 为中性复数,修饰主句中的两个无限者(δύο ἄπειρα:推动者与被推动者)。名词宾格 τὴν μορφήν 与 τὴν δύναμιν 作关系宾格(限制宾格),用于说明两者在何种方面存在差异(形式与力量)。

  2. 1.74λέγοντος αὐτοῦ ... καὶ δεικνύντος

    属格独立结构,逻辑主语 αὐτοῦ 指亚里士多德。两个分词 λέγοντος 与 δεικνύντος 由 καί 连接并列,阐明了亚历山大之所以认为亚里士多德的论述既可算作多个论证又可算作单一论证的诸部分的语境依据。

  3. 1.74οὕτως μὲν οὖν ὁ Ἀλέξανδρος οὐ προσεσχηκώς, οἶμαι, τῷ “εἴτε φύσει ἔχει κίνησιν τοῦ εἰς εὐθὺ εἴτε βίᾳ”

    该句省略了主句谓语动词(如 λέγει),结构为 οὕτως μὲν οὖν ὁ Ἀλέξανδρος [λέγει],阳性单数主格完成时分词 οὐ προσεσχηκώς 作主语亚历山大的表语性修饰。与格成分 τῷ ... 作 προσέχω(省略 τὸν νοῦν)的支配宾语,表示“留意/注意某事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:241.1-242.11