- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:237.8-238.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释道,亚里士多德为了预先准备宇宙唯一性的论证,通过划分证明了天之外既无无限物体也无有限物体,因而全然没有任何可知解或可感觉的物体;他还介绍了亚历山大关于“不存在有限物体”这一前提的解释。
ἀλλὰ τοῦτο καὶ διὰ τῶν προτέρων ἐπιχειρημάτων ἐδέδεικτο· εἰ γὰρ μὴ ἔστιν ὅλως σῶμα ἄπειρον, δῆλον, ὅτι οὐδὲ ἔξω τοῦ οὐρανοῦ ἔστι. μέλλων δὲ δεικνύναι μετ’ ὀλίγον, ὅτι εἷς ἐστιν ὁ μονογενὴς κόσμος καὶ οὐκ εἰσὶν ἄλλοι παρ’ αὐτὸν οὔτε πεπερασμένοι τῷ ἀριθμῷ οὔτε ἄπειροι, καθόλου τοῦτο προκατασκευάζει δεικνύς, ὅτι οὐκ ἔστι σῶμα ἔξω τοῦ οὐρανοῦ οὔτε ἄπειρον οὔτε πεπερασμένον, ὥστε οὐδὲ κόσμοι ἄλλοι παρὰ τοῦτον οὔτε πεπερασμένοι τῷ ἀριθμῷ οὔτε ἄπειροι. δείξας οὖν, ὅτι ἄπειρον σῶμα οὐκ ἔστιν ἔξω τοῦ κόσμου, ἑξῆς προστίθησιν, ὅτι οὐδὲ πεπερασμένον, ὅπερ καλεῖ μέχρι τινός· τὸ γὰρ μέχρι τινὸς καὶ μὴ ἐπίπαν ἐκτεινόμενον σῶμα πεπερασμένον ἐστί. τοῦτο δὲ νῦν ἀναποδείκτως τίθησι συμπληρῶν τὴν ἐκ διαιρέσεως δεῖξιν τὴν λέγουσαν· εἰ ἔστι σῶμα ἔξω τοῦ οὐρανοῦ, ἢ ἄπειρόν ἐστιν ἢ πεπερασμένον· ἀλλὰ μὴν οὔτε ἄπειρον οὔτε πεπερασμένον· οὐκ ἄρα ἔστι. μετ’ ὀλίγον δὲ αὐτὸ δείξει· διόπερ ὡς τὸ μὲν ἀποδείξας, τὸ δὲ ὑποθέμενος,1 ἐπήγαγε τὸ συμπέρασμα· οὐδὲν ἄρα ὅλως σῶμα τοῦ οὐρανοῦ ἔξω οὔτε νοητὸν οὔτε αἰσθητόν. εἰ μὲν γὰρ νοητόν τις λέγοι τὸ ἔξω τοῦ οὐρανοῦ σῶμα, ἐν τόπῳ αὐτὸ ποιήσει· τὸ γὰρ ἔξω καὶ εἴσω τόπον σημαίνει· τὸ δὲ ἐν τόπῳ σῶμα πᾶν αἰσθητόν, ὡς ἤδη ἐλήφθη· τὰ γὰρ ἐν τόπῳ σώματα μετά τινός ἐστιν αἰσθητῆς διαφορᾶς καὶ τέως τῆς κατὰ τὴν ῥοπήν, καθ’ ἣν ἕκαστον καὶ φέρεται ἐπὶ τὸν οἰκεῖον τόπον καὶ μένει. εἰ δὲ καὶ περιέχεται ὑπὸ τοῦ τόπου καὶ τὴν ἐπιφάνειαν ἁπτήν τε ἔχει καὶ χρῶμά τι ἐπιφαίνουσαν, οὐκέτι νοητόν, ἀλλ’ αἰσθητόν ἐστιν, εἴπερ ἔξω τοῦ οὐρανοῦ ὑποτίθεται· ἀλλὰ μὴν αἰσθητὸν σῶμα οὐδὲν ἔστιν ἔξω τοῦ οὐρανοῦ· οὔτε γὰρ ἄπειρον, ὡς ἐδείχθη, οὔτε πεπερασμένον, ὡς ὑπετέθη. δύο οὖν ἄτοπα ἀκολουθεῖ τοῖς ἔξω τοῦ οὐρανοῦ νοητὸν σῶμα ὑποτιθεμένοις, ἓν μὲν τὸ μηκέτι νοητόν, ἀλλ’ αἰσθητὸν αὐτὸ ποιεῖν, εἴπερ ἔξω καὶ ἐν τόπῳ ἐστίν, ὅπερ καὶ Ἀριστοτέλης ἐδήλωσε διὰ τοῦ ὥστε ἔσται αἰσθητόν, καὶ οὐκέτι δηλονότι νοητόν· τῷ δὲ αἰσθητὸν εἶναι τὸ μηδὲ εἶναι ὅλως ἕπεται,2 εἴπερ οὔτε ἄπειρόν ἐστιν, ὡς δέδεικται, οὔτε πεπερασμένον, ὡς ὑπόκειται. δύναται δέ, φησὶν ὁ Ἀλέξανδρος, μὴ ὡς ὑποτιθέμενος λέγειν τὸ “ἀλλὰ μὴν οὐδὲ μέχρι τινός”, ὃ ταὐτόν ἐστι τῷ οὐδὲ πεπερασμένον· δέδειχεν γάρ, ὅτι πᾶν αἰσθητὸν σῶμα ἢ ἄνω ἢ κάτω ἐστὶν ἢ πέριξ, ὧν τὸ μὲν ἄνω καὶ κάτω ἐντὸς τοῦ οὐρανοῦ, τὸ δὲ πέριξ αὐτὸς ὁ οὐρανός·3 εἰ οὖν μηδὲν ἔστι παρὰ ταῦτα σῶμα αἰσθητόν, οὐδ’ ἂν ἔξω τοῦ οὐρανοῦ εἴη αἰσθητὸν σῶμα.
然而,这一点在先前的论据中也已经得到证明;因为如果全然不存在无限的物体,那么显然在天之外也不存在。而由于他稍后将要证明,这个独一无二的宇宙是唯一的,并且除它之外既不存在数量有限的其他宇宙,也不存在无限的其他宇宙,因此他通过证明在天之外既不存在无限的物体也不存在有限的物体,预先从普遍角度作了铺垫,从而除此宇宙之外,既不存在数量有限的其他宇宙,也不存在无限的其他宇宙。于是,在证明了宇宙之外不存在无限的物体之后,他紧接着补充说也不存在有限的物体,他将此称为“达到某种限度”;因为达到某种限度且并非无所不包地延展的物体是有限的。而他现在不加证明地提出了这一点,以补全那个通过划分而作出的论证,该论证说:“如果在天之外有物体存在,它要么是无限的,要么是有限的;然而它既不是无限的也不是有限的;因此它不存在”。而他稍后将证明这一点;所以他在证明了一项并设定了另一项之后,引出了结论:“因此在天之外全然没有任何物体,无论是可知解的还是可感觉的”。因为如果有人说天之外的物体是可知解的,他就会使它处于处所中;因为外和内意味着处所,而在处所中的一切物体都是可感觉的,正如先前已经承认的那样;因为在处所中的物体都带有某种可感觉的差异,目前而言即带有依倾向而定的差异,各物体正是依此倾向而被运送至本有的处所并在那里停留。而且,如果它还被处所包围,具有可触知的表面并在表面显现某种颜色,那么若它被假定处于天之外,它就不再是可知解的,而是可感觉的了;然而在天之外没有任何可感觉的物体;因为正如已经证明的,它不是无限的,又如所假定的那样,它也不是有限的。因此,对于假定天之外有可知解物体的人来说,伴随着两个荒谬之处:其一是若它在天之外且处于处所中,就使它不再是可知解的,而是可感觉的,亚里士多德也通过“因此它将是可感觉的”表明了这一点,显然也是指不再是可知解的;而由它是可感觉的,若它既不是无限的(正如已经证明的)也不是有限的(正如假定的),就伴随着它全然不存在这一结论。不过亚历山大说,他说出“然而甚至也不是达到某种限度”——这与“也不是有限的”相同——也可以不是作为设定而说的;因为已经证明,一切可感觉的物体要么在上,要么在下,要么在周围,其中上和下在天之内,而周围则是天自身;因此,如果除这些之外没有任何可感觉的物体,那么在天之外也就不会有可感觉的物体。
- 1.70ὡς τὸ μὲν ἀποδείξας, τὸ δὲ ὑποθέμενος
连词 ὡς 与分词 ἀποδείξας 及 ὑποθέμενος 连用,表达主句主语(亚里士多德)的意图或主观判断(“鉴于证明了一项而设定了另一项”)。其中相互对应的 τὸ μέν 和 τὸ δέ 分别指代“天外不存在无限物体”与“天外不存在有限物体”。
- 1.70τῷ δὲ αἰσθητὸν εἶναι τὸ μηδὲ εἶναι ὅλως ἕπεται
动词 ἕπεται(“随之而来”、“伴随”)支配与格,由前置的定冠词不定式 τῷ αἰσθητὸν εἶναι(“与它是可感觉的”)充当补足与格。句子的语法主语是相当于主格的定冠词不定式短语 τὸ μηδὲ εἶναι ὅλως(“它全然不存在”)。
- 1.70ὧν τὸ μὲν ἄνω καὶ κάτω ἐντὸς τοῦ οὐρανοῦ, τὸ δὲ πέριξ αὐτὸς ὁ οὐρανός
关系代词 ὧν 是表示部分的部分属格,先行词是前面提到的三个位置(ἄνω, κάτω, πέριξ)。在随后的两个并列分句中均省略了系动词 ἐστί,意为“其中上和下[处于]天之内,而周围[是]天自身”。
