← 辛普里丘

亚里士多德《论天》注释

§236.5-237.7

天外不存在无限物体的推论结构分析

辛普里丘注解亚里士多德《论天》275b6起的选段,分析了由“在处所中的物体都是可感觉的”推导出天外不存在无限物体的论证结构;他对比了自己采用的第一格分析与亚历山大的第二格分析并倾向于前者,进而运用斯多亚学派的第三条纲领阐明了这种复合三段论的结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.70#1

" Ἀλλὰ μὴν καὶ ὅσα γε σώματα ἐν τόπῳ ἕως τοῦ αἰσθητὸν δ’ οὐθέν." Δείξας πρότερον διὰ πολλῶν ἐπιχειρημάτων, ὅτι οὐδὲν σῶμα ἄπειρόν ἐστι, καὶ τούτοις ἀκόλουθον εἰπὼν εἶναι τὸ ἐπισκέψασθαι, κἂν εἰ μὴ ἄπειρόν ἐστι τὸ πᾶν σῶμα, μήποτε τοσοῦτόν ἐστιν, ὥστε εἶναι πλείους οὐρανούς, τοῦτο ὑπερθέμενος πάλιν διὰ καθολικωτέρων καὶ πραγματειωδεστέρων ἀποδείξεων δείκνυσιν,1 ὅτι οὐκ ἔστι σῶμα ἄπειρον· καὶ δῆλον, ὅτι περὶ αἰσθητοῦ σώματος ὄντος τοῦ λόγου· οὐ γὰρ δὴ μαθηματικοῦ· συνεπεράνατο, ὅτι ἀδύνατόν τι σῶμα ἄπειρον αἰσθητὸν εἶναι· εἰ δὲ τοῦτο, καὶ τὸ ἀντίστροφον ἀληθὲς τὸ μηδὲν σῶμα αἰσθητὸν ἄπειρον εἶναι. ταύτῃ οὖν τῇ καθόλου ἀποφατικῇ προτάσει προσέλαβε νῦν καταφατικὴν τὴν λέγουσαν τὰ ἐν τόπῳ σώματα πάντα αἰσθητὰ εἶναι, οἷς ἐπάγεται συμπέρασμα τὸ μηδὲν ἐν τόπῳ ὂν σῶμα ἄπειρον εἶναι. ταύτῃ δὲ πάλιν προσληφθεῖσα πρότασις ἑτέρα ἡ λέγουσα· τὸ ἔξω τοῦ οὐρανοῦ ἐν τόπῳ· συνάγει συμπέρασμα τὸ ἔξω τοῦ οὐρανοῦ μηδὲν ἄπειρον εἶναι σῶμα. ἀλλὰ τὸ μὲν συμπέρασμα τοῦ προτέρου συλλογισμοῦ τὸ μηδὲν ἐν τόπῳ ὂν σῶμα ἄπειρον εἶναι παρῆκεν ὡς τὰς προτάσεις θεὶς2 τήν τε λέγουσαν· οὐδὲν σῶμα αἰσθητὸν ἄπειρόν ἐστι· καὶ τὴν λέγουσαν· πᾶν σῶμα ἐν τόπῳ αἰσθητόν ἐστι· τὴν δὲ ἐλάττονα τὴν λέγουσαν τὸ ἔξω τοῦ οὐρανοῦ ἐν τόπῳ μετ’ ὀλίγον τίθησι διὰ τοῦ τὸ γὰρ ἔξω καὶ εἴσω τόπον σημαίνει ὥστε διὰ τούτου δεδειγμένον εἶναι τέως αὐτῷ, ὅτι ἔξω τοῦ οὐρανοῦ σῶμα ἄπειρον οὐκ ἔστιν. Ὁ μέντοι Ἀλέξανδρος ἐν δευτέρῳ σχήματι συνάγει τὰ συμπεράσματα οὕτως· πᾶν τὸ ἐν τόπῳ ὂν σῶμα αἰσθητόν ἐστι· τὸ ἄπειρον οὐκ ἔστι σῶμα αἰσθητόν· τὸ ἄπειρον ἄρα σῶμα οὐκ ἐν τόπῳ. καὶ πάλιν· τὸ ἄπειρον σῶμα οὐκ ἐν τόπῳ· τὸ ἔξω τοῦ οὐρανοῦ ἐν τόπῳ· τὸ ἄπειρον ἄρα σῶμα οὐκ ἔστιν ἔξω τοῦ οὐρανοῦ. δῆλον δέ, ὅτι, ὅπου δυνατὸν εἰς ἄμφω τὰ σχήματα τό τε πρῶτον καὶ τὸ δεύτερον ἀναλύειν τοὺς συλλογισμούς, προτιμητέον εἰς τὸ πρῶτον, εἴπερ καὶ οἱ ἐν δευτέρῳ σχήματι συλλογισμοὶ διὰ τοῦ πρώτου τελειοῦνται. ἡ δὲ τοιαύτη ἀνάλυσις τοῦ λόγου ἡ τὸ συμπέρασμα λαμβάνουσα καὶ προσλαμβάνουσα ἄλλην πρότασιν κατὰ τὸ τρίτον λεγόμενον παρὰ τοῖς Στωικοῖς θέμα περαίνεται, οὗ λόγος κατὰ τοὺς παλαιοὺς τοιοῦτος· ἐὰν ἐκ δυεῖν τρίτον τι συνάγηται, τὸ δὲ συναγόμενον μετ’ ἄλλου τινὸς ἔξωθεν συνάγῃ τι, καὶ ἐκ τῶν πρώτων δυεῖν καὶ τοῦ ἔξωθεν προσληφθέντος συναχθήσεται τὸ αὐτό·3 οἷον διὰ τῆς λεγούσης· πᾶν τὸ ἐν τόπῳ σῶμα αἰσθητόν· καὶ τῆς· οὐδὲν σῶμα αἰσθητὸν ἄπειρον· καὶ τῆς προσληφθείσης τῷ τούτων συμπεράσματι τῆς λεγούσης· τὸ ἔξω τοῦ οὐρανοῦ ἐν τόπῳ· συνάγεται τὸ μηδὲν ἄπειρον σῶμα ἔξω τοῦ οὐρανοῦ εἶναι.

“然而,凡是在处所中的物体”至“却没有什么是可感觉的”。 他在先前通过许多论据证明了没有任何物体是无限的,并且说过接续这些论据应当考察的是:即使全体物体不是无限的,它是否可能大到存在着多个天;但他推迟了这一考察,再次通过更普遍、更具实体性的论证来证明不存在无限的物体。并且显然,该论述是关乎可感觉的物体的(因为绝不是关乎数学的物体的)。他得出结论说,任何无限的物体都不可能是可感觉的;而如果这是真的,其换位命题“没有任何可感觉的物体是无限的”也是真的。因此,在这个全称否定前提之外,他现在又加上了一个肯定前提,该前提声称凡在处所中的物体都是可感觉的;由此得出结论:“任何在处所中的物体都不是无限的”。接着,在此之上又加上了另一个前提,声称“在天之外者处于处所中”,由此便得出结论:“在天之外没有任何无限的物体”。然而,在提出了那条声称“没有任何可感觉的物体是无限的”的前提和那条声称“一切在处所中的物体都是可感觉的”的前提之后,他略过了前一个三段论的结论,即“任何在处所中的物体都不是无限的”;而声称“在天之外者处于处所中”的小前提,他在不久之后通过“因为外和内意味着处所”提出,从而通过这种方式,对他而言暂时已经证明了在天之外不存在无限的物体。 不过,亚历山大在第二格中如此引出各结论:“凡在处所中的物体都是可感觉的;无限者不是可感觉的物体;因此,无限的物体不在处所中”。接着又是:“无限的物体不在处所中;在天之外者处于处所中;因此,无限的物体不在天之外”。但显然,凡是可以将三段论分析为第一格和第二格这两个格的地方,应当优先选择归入第一格,更何况第二格中的三段论也是通过第一格才得以完全的。而这种采取前一个结论并外加另一个前提的论证分析,是按照斯多亚学派中所谓的第三条纲领完成的,古人对此的表述如下:“如果由两个[前提]推导出某个第三者,而已被推导出的结论与来自外部的另一个前提共同推导出某物,那么由最初的两个前提以及从外部附加的前提,也将推导出同一结论”。例如,通过声称“凡在处所中的物体都是可感觉的”的前提、声称“没有任何可感觉的物体是无限的”的前提,以及附加在这二者的结论之上的声称“在天之外者处于处所中”的前提,便推导出了“没有任何无限的物体在天之外”。

语法注3 条
  1. 1.70Δείξας πρότερον διὰ πολλῶν ἐπιχειρημάτων ... τοῦτο ὑπερθέμενος πάλιν ... δείκνυσιν

    该长句的核心骨架为:Δείξας ... καὶ ... εἰπὼν ... τοῦτο ὑπερθέμενος πάλιν ... δείκνυσιν, ὅτι οὐκ ἔστι σῶμα ἄπειρον。前面的两个分词 Δείξας(“证明了之后”)与 εἰπὼν(“说过……之后”),以及以代词 τοῦτο(指是否有多重天的探讨)为宾语的分词 ὑπερθέμενος(“将此推迟之后”),均依附于主动词 δείκνυσιν(“证明”)。

  2. 1.70παρῆκεν ὡς τὰς προτάσεις θεὶς

    ὡς 连同不定过去时分词 θεὶς 表示理由或施动者的意图(“既然提出了诸前提 / 仅提出了诸前提”)。主动词 παρῆκεν(“略过/省略”)的直接宾语是前置的宾格短语 τὸ μὲν συμπέρασμα τοῦ προτέρου συλλογισμοῦ τὸ μηδὲν ἐν τόπῳ ὂν σῶμα ἄπειρον εἶναι(“前一个三段论的结论,即在处所中的物体都不是无限的”)。

  3. 1.70ἐὰν ἐκ δυεῖν τρίτον τι συνάγηται, τὸ δὲ συναγόμενον μετ’ ἄλλου τινὸς ἔξωθεν συνάγῃ τι, καὶ ἐκ τῶν πρώτων δυεῖν καὶ τοῦ ἔξωθεν προσληφθέντος συναχθήσεται τὸ αὐτό

    用于表述斯多亚学派“第三条纲领”的条件句。条件从句(ἐάν)中包含由 δέ 对比的两个动词:被动语态的 συνάγηται(“推导出第三者”)与主动语态的 συνάγῃ(“推导出某物”)。主句则为 καὶ ... συναχθήσεται(“也将推导出同一结论”)。τὸ συναγόμενον 指前一个推论的结论,它作为中介前提与外部前提结合推导出最终结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:236.5-237.7